Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ήχος δ´. Ο υψωθείς εν τω Σταυρώ.
Απαμαυρώσασα συντόνω ασκήσει του παναλάστορος, οσία Μαρία, το πρόσωπον ανέδραμες συνείναι Χριστώ εν τοις θείοις δώμασι και Αυτόν ικετεύειν δούναι τοις ικέταις σου ειρηναίον τον βίον και νοσημάτων τάραχον δεινόν ημών κοπάσαι, Αιγύπτου οσφράδιον.
Δόξα.Το αυτό .
Και Νυν.
Θεοτοκίον.
Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ συ προΐστασο πρεσβεύουσα τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου• σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.
Είτα ο Ν' Ψαλμός
και ο Κανών, ου η ακροστιχίς•
Μετανοίας δείξόν μοι τρίβους, Μαρία. Χ. Μ.
Ήχος πλ. δ´.
Ωδή α´. Υγρὰν διοδεύσας.
Μαρία οσία, Χριστού λαμπάς πυρφόρε, εικόνας των παθών μου εκ της εμής ψυχής ταις απαύστοις σου πρεσβείαις προς ον ηγάπησας τάχος εξάλειψον.
Εν κόλποις, Μαρία, του Αβραάμ σκηνώσασα χάριν εύρες Κύριον δυσωπείν, υπέρ ικετών σου των ποθούντων, ευαρεστήσαι Αυτώ έργοις πρέπουσι.
Τον βίον μου, οίμοι, εν ηδοναίς ασώτως ο τάλας δαπανήσας νυν εκζητώ, οσία Μαρία, τας ευχάς σου, ίνα σωθώ προς τον μόνον Φιλάνθρωπον.
Θεοτοκίον.
Απόκρουσον πάσας τας προσβολάς εχθρού του βεβήλου προσευχαίς σου ταις ρυπτικαίς, Αγνή, προς ον έτεκες αφράστως, και ζοφερών περιστάσεων ρύσαί με.
Ωδή γ´. Ουρανίας αψίδος.
Νυν προσπίπτω σοι, Μήτερ, αναβοών• πρόφθασον, Αιγυπτίων εύχος, Μαρία, και ανακούφισον εκ κατωδύνων παθών τον σε προφρόνως υμνούντα ως ερήμου ίασμον άγαν ηδύπνευστον.
Ολοτρόπως θελχθείσα τω του Χριστού έρωτι και του Παρακλήτου ρωσθείσα σθένει κατήσχυνας, Μαρία, τον δυσμενή, ου και ημάς αποκρούσαι τους πιστούς αξίωσον βέλη τα πύρινα.
Ιορδάνου, Μαρία, τοις ιεροίς νάμασι βίου αποπλύνασα ρύπον άφθορον ένδυμα περιεβλήθης λαμπρόν της σωστικής μετανοίας γενομένη πρέσβειρα πάντων προς Κύριον.
Θεοτοκίον.
Ασυγχύτως, Παρθένε, ο του παντός αίτιος εξ αγνών αιμάτων σου σώμα, Δέσποινα, βρότειον λαβών το γένος ημών εκ της αρχαίας κατάρας έσωσε και έδειξε κόσμου σε σώτειραν.
Διάσωσον εξ επηρείας του δαίμονος σους ικέτας, μετανοίας πυρσέ λαμπρέ, Μαρία πανεύφημε, τους σπεύδοντας πόθω ταις σαις πρεσβείαις.
Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.
Αίτησις
και το Κάθισμα.
Ήχος β´. Πρεσβεία θερμή.
Μαρία σεπτή, Αιγύπτου θείον βλάστημα, ερήμου φωστήρ του Ιορδάνου πάμφωτε, μετανοίας πύλας μοι σωτηρίους τάχος υπάνοιξον και τω Σωτήρι πρέσβευε Χριστώ διδόναι εμών πταισμάτων άφεσιν.
Ωδή δ´. Εισακήκοα Κύριε.
Σκοτισθείσαν τοις πάθεσι την ψυχήν μου, δέομαι, φωταγώγησον ταις ακτίσι των καμάτων σου των υπερφυών, Μαρία ένδοξε.
Δακρυβρέκτους αγώνάς σου τους εν τη ερήμω ιδών ο Κύριος σε, Μαρία, εκραταίωσε και της μετανοίας βάθρον έδειξεν.
Εγκρατείας κατέταμες ξίφει της σαρκός σου, ορέξεις πάνσεπτε, η σαρκός ημών σκιρτήματα σαις λιταίς, Μαρία, καταστέλλουσα.
Θεοτοκίον.
Ιλασμός, Μητροπάρθενε, γένους των μερόπων και απολύτρωσις πέλεις• όθεν δυσωπούμεν σε• εκ φθοράς τους δούλους σου ανάγαγε.
Ωδή ε´. Φώτισον ημάς.
Ξένωσον τον νουν του ικέτου σου συγχύσεως κοσμικής, Μαρία, μήτερ θαυμαστή, ξενοτρόπως εν ερήμω η ασκήσασα.
Όλη καθαρά τω Νυμφίω σου ανέδραμες υπαντήσαι. Ω πρεσβεύεις εκτενώς υπέρ πάντων, ω Μαρία, των τιμώντων σε.
Νέκρωσον ημών αμαρτάδας και διέγειρον προς απάθειαν, Μαρία, τους πιστώς ως ζωής σε ανυμνούντας θείας μέτοχον.
Θεοτοκίον.
Μήτερ του Θεού παναμώμητε, ορμήματα των παθών μου καταπράϋνον ταχύ, και τον νουν μου προς εγρήγορσιν ανάστησον.
Ωδή ς´. Την δέησιν εκχεώ
Ουράνιον πολιτείαν, ένδοξε, κτησαμένη ευσεβείας, Μαρία, φωστήρ γεγένησαι και εποπτεύειν κατηξιώθης τον θρόνον του Κτίσαντος, προς Ον και πάντας τους πιστώς σε, οσία, γεραίροντας έλκυσον.
Ικέτευε τον Χριστόν γενέσθαι με κοινωνόν της ουρανών Βασιλείας, η των αχράντων Αυτού Μυστηρίων εκ των χειρών κοινωνήσασα, εύφημε, του θεοφόρου Ζωσιμά πριν αν ζην εκμετρήσης, πανεύφημε.
Τα ύδατα Ιορδάνου, πάνσοφε, διεπέρασας αβρόχως και ήλθες τω ιερώ Ζωσιμά υπαντήσαι και ιστορήσαι αυτώ την σην βίωσιν, Μαρία, πάντων των δεινώς τρυχομένων χαρά και αντίληψις.
Θεοτοκίον.
Ρανίδας μου των δακρύων, δέομαι, παναμώμητε, απόσμηξον, Κόρη, τω μανδηλίω θερμών πρεσβειών σου προς της χαράς αενάου τον Κύριον ομίχλην λύπης απ ἐμοῦ ζοφεράς απελαύνουσα τάχιστα.
Διάσωσον εξ επηρείας του δαίμονος σους ικέτας, μετανοίας πυρσέ λαμπρέ, Μαρία πανεύφημε, τους σπεύδοντας πόθω ταις σαις πρεσβείαις.
Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ ἐσχάτων των ημερών τεκούσα δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.
Κοντάκιον.
Ήχος δ´. Τοις των αιμάτων σου.
Η δαπανήσασα βίον το πρότερον ταις αμαρτίαις, Χριστού νύμφη πάγκαλος λαμπροίς κατορθώμασιν ύστερον, Μαρία, ώφθης• διο χάριν είληφας πρεσβεύειν υπέρ των τιμώντων σε.
Προκείμενον.
Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι και εισήκουσε της δεήσεώς μου.
Στιχ. Καυχήσονται όσιοι εν δόξη και αγαλλιάσονται επί των κοιτών αυτών.
ΕΥΑΓΓΕΛΙΟΝ
Εκ του κατά Ματθαίον.
(Κεφ. κε´ 1 - 13 ).
Και νυν.
Προσόμοιον.
Ήχος πλ. β´. Ολην αποθέμενοι.
Στιχ. Ελεήμον, ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.
Πόνοις χαλινώσασα ασκητικοίς της σαρκός σου φοβερά σκιρτήματα της ψυχής σου φρόνημα το αδάμαστον άπασιν έδειξας τοις πιστοίς, Μαρία, Ιορδάνου ενδιαίτημα, οσίων καύχημα και ασκητριών εγκαλλώπισμα• διο και ταις πρεσβείαις σου πάθη καταστέλλειν χαμαίζηλα σε των ανυμνούντων και πόθω γεραιρόντων την σεπτήν και πανσεβάσμιον μνήμην σου, ουρανόθεν είληφας.
Σώσον ο Θεός τον λαόν σου.
Ωδή ζ´. Παίδες Εβραίων.
Ίσχυσας ανδρικώς παλαίσαι παριδούσα της σης φύσεως το χαύνον κατά του πονηρού, Μαρία, και βραβεία λαβείν της άνω κλήσεως, φως λαμπρόν εσκοτισμένων.
Βίου σου τας ατασθαλίας, θεοφρούρητε, απέλασον, Μαρία, η αχλύν των παθών διώξασα δυνάμει της χάριτος και Άγγελος επί γης λαμπρός οφθείσα.
Όντως ψυχής σου το εδραίον απεθαύμασεν ο Ζωσιμάς, Μαρία, ο γνωστόν εις ημάς ποιήσας τον σον βίον τον θαυμαστόν, αρχέτυπον ψυχοτρόφου μετανοίας.
Θεοτοκίον.
Ύμνους προσάγω σοι απαύστως, τη μητρί του Λυτρωτού μου και Θεού μου ικετεύων πιστώς• ειρήνην δώρησαί μοι κατ ἄμφω και ομόνοιαν, Μητροπάρθενε Μαρία.
Ωδή η´. Τον Βασιλέα.
Σταυρόν τον θείον, ον εν Σιών ημποδίσθης θαυμαστώς προσκυνήσαι προστάτην έσχες είτα, μήτερ Μαρία, εν ερήμω.
Μαρία, κούφως τω ποταμώ Ιορδάνη χάριν εύρες πολλήν επιβαίνειν και αεί πρεσβεύειν υπέρ των σε υμνούντων.
Αγιωσύνης αδιατάρακτε στύλε, καθαγίασον πάντας, Μαρία, σε υμνολογούντας ως βάθρον μετανοίας.
Θεοτοκίον.
Ρερυπωμένον τη κοινωνία του σκότους αποκάθαρον, Θεογεννήτορ, και προς του Υιού σου οδήγησόν με φέγγος.
Ωδή θ´. Κυρίως Θεοτόκον.
Ιλύος αμαρτίας κάθαρον δυσώδους, κεκαθαρμένη Μαρία, σους πρόσφυγας ταις προς Θεόν σου πρεσβείαις, Αιγύπτου σέμνωμα.
Ακοίμητον λαμπάδα θείας μετανοίας κατέγνωμεν σε, Μαρία• διόπερ σε ανευφημούντες πρεσβείας τας σας αιτούμεθα.
Χριστού μυροδοχείον εύχρηστον, Μαρία, την δυσωδίαν παθών μου εξάλειψον και προς λειμώνας αρρήτου οσμής με ίθυνον.
Θεοτοκίον.
Μανίας, Θεοτόκε, του εχθρού συντήρει ημάς ατρώτους εξ ύψους παρέχουσα, δεδοξασμένη, απαύστως την ευλογίαν σου.
Το• Αξιόν εστι και τα Παρόντα Μεγαλυνάρια.
Χαίροις, μετανοίας υπογραμμός, χαίροις, απαθείας και νηστείας τερπνός λειμών, χαίροις, Ιορδάνου ερήμου όρνις θεία, Μαρία, Αιγυπτίων κύδος περίλαμπρον.
Την μεμεστωμένην ταις ηδοναίς της πορνείας πρώτον μελωδήσωμεν εκτενώς, την φανείσαν είτα πυξίον μετανοίας, Μαρίαν, και Κυρίου νύμφην πανένδοξον.
Την παθών κηλίσι και ηδονών βεβορβορωμένην, την καθάρασαν εαυτήν ύδατι νηστείας και θείας μετανοίας, Μαρίαν την οσίαν εγκωμιάσωμεν.
Της Αιγύπτου εύχος περιφανές, χεύμασι δακρύων και ιδρώτων σου ταις ροαίς χθόνα της ερήμου κατήρδευσας, Μαρία, και μετανοίας άνθη εύοσμα ήνθησας.
Είδε και εθαύμασε Ζωσιμάς ο θεόφρων, μήτερ, σην ισάγγελον βιοτήν και την σοι οικούσαν, Μαρία, θείαν χάριν, δι ἧς κατηξιώθης βλέπειν τα μέλλοντα.
Παύσον ικεσίαις σου προς Θεόν τας επαναστάσεις του σαρκίου τας ζοφεράς και τον νουν, Μαρία, ειρήνευσον των πίστει υμνούντων ως οσίων σε υποτύπωσιν.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.
Ήχος α´. Της ερήμου πολίτης.
Τον ποδήρη χιτώνα της ψυχής σου τον γέμοντα ρύπου βδελυρού τοις δακρύων οχετοίς σου απέπλυνας, Μαρία, ενδιαίτημα σεπτόν ερήμου, και αυτόν επιμελώς μετανοίας μαργαρίταις και προσευχής σαπφείροις κατεκόσμησας• Δόξα τω σε κρατύναντι Χριστώ, δόξα τω σε σωφρονήσαντι, δόξα τω δωρουμένω δια σου ημίν τα κρείττονα.
Έτερον.
Ήχος πλ. α´. Τον συνάναρχον Λόγον.
Τον ρυπώδη ψυχής σου αποκαθάρασα χιτώνα ρείθροις δακρύων της μετανοίας στολήν ενεδύθης θεία χάριτι περίλαμπρον και Βασιλείας ουρανών ηξιώθης, θαυμαστή Μαρία, Αιγύπτου θρέμμα, ης και ημάς απολαύσαι τους σε τιμώντας καταξίωσον.
Εκτενής και Απόλυσις,
μεθ ἣν ψάλλομεν το εξής:
Ήχος β ´. Οτε εκ του ξύλου.
Δέχου τας αιτήσεις ευμενώς των σοι προστρεχόντων, Μαρία, και δίδου πάσιν αεί τοις πιστώς προφέρουσι σον θείον όνομα ευλογίαν ως έχουσα πολλήν παρρησίαν προς Χριστόν τον Κύριον, Όνπερ λυπήσασα πρώτον αμαρτίαις ποικίλαις είτα κατεφαίδρυνας πόνοις τοις ασκητικοίς σου και τοις δάκρυσι.
Ήχος πλ. δ´
Δεσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.
Ήχος β´
Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.
Δίστιχον
Μετανοίας βάθρον ανάδειξον, Μαρία, Χαραλάμπη πρεσβείας σας εκζητούντα.
ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ
ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΜΗΤΕΡΑ HMΩN
ΜΑΡΙΑΝ ΤΗΝ ΑΙΓΥΠΤΙΑΝ
Κοντάκιον. Ήχος πλ. δ´. Τη Υπερμάχω.
Της μετανοίας οχετοίς σαυτήν αρδεύσασα και ψυχοκτόνους του εχθρού ορμάς ξηράνασα, συνεργεία θεία έρημον Ιορδάνου τη ασκήσει σου, Μαρία, καθηγίασας και τοις ρείθροις των δακρύων σου επίανας• όθεν κράζομεν• Χαίροις, Μήτερ ισάγγελε.
Οι Οίκοι.
Άγγελος μετανοίας ήνοιξέ σοι τας πύλας ναού ο σοι ποτε θύρας κλείων (εκ γ´)
και Αγγέλων σεμνήν βιοτήν δι εὐχῆς αόκνου διελθείν, πάνσεπτε Μαρία, κατηξίωσεν, ο νυν συν τοις πιστοίς κραυγάζων•
Χαίρε, το κρίνον της μετανοίας• χαίρε, το ρόδον της ερημίας.
Χαίρε, ψυχικής ευσθενείας κυπάρισσος• χαίρε, σωστικής αγωγής βίβλος πάγχρυσος.
Χαίρε, ύψος δυσαντίβλεπτον ουρανίων αρετών• χαίρε, βάθος επιγνώσεως και ασκήσεως κανών.
Χαίρε, ότι γηΐνων απανέστης εμφρόνως• χαίρε, ότι οσίων ώφθης πάντιμον κάλλος.
Χαίρε, τερπνόν Αγγέλων οσφράδιον χαίρε, σεπτόν ερήμου κιννάμωμον.
Χαίρε, Θεού τιμαλφέστατον άγγος• χαίρε, εχθρού το δυσβάστακτον άγχος•
Χαίροις, Μήτερ ισάγγελε.
Βλάστημα της Αιγύπτου ευθαλές, εν ερήμω, ην ρέει Ιορδάνης, Μαρία, αρετών γλυκυτάτους καρπούς δι ἀπαύστων πόνων και στερράς ήνεγκας ασκήσεως τω Κτίσαντι, βοώσα συν Αγγέλων δήμοις•
Αλληλούϊα.
Γυναικών θεοφόρων κοσμιότης, Μαρία, Σταυρόν κωλυομένη τον θείον προσκυνήσαι υπό θεϊκού εμποδίου τρόπον βιοτής ήλλαξας και ήλθες εις επίγνωσιν διο σοι εκβοώμεν ταύτα•
Χαίρε, δι' ης ο Χριστός υψώθη• χαίρε, δι' ης ο Σατάν ετρώθη.
Χαίρε, αειρρύτων δακρύων ο χείμαρρος• χαίρε, αστειρεύτων ιδρώτων το πέλαγος.
Χαίρε, μάχαιρα αμφίστομος βιοτής ηδονικής• χαίρε, σκήνωμα πολύτιμον ενεργείας θεϊκής.
Χαίρε, ότι υπάρχεις Ιορδάνου το εύχος• χαίρε, ότι εδείχθης ασιτείας ο τύπος.
Χαίρε, λαμπάς συντόνου ασκήσεως• χαίρε, η δας της άνω λαμπρότητος.
Χαίρε, νυμφώνος Εδέμ κληρονόμος• χαίρε, λειμώνος τερπνού πεζοπόρος•
Χαίροις, Μήτερ ισάγγελε.
Δύναμιν ειληφυία ουρανόθεν ομίχλην πορνείας διεσκέδασας τάχος και προς φως μετανοίας φαιδρόν τους σους πόδας, μήτερ θαυμαστή, ίθυνας και έρημον επέλεξας ως οίκον προσευχής βοώσα•
Αλληλούϊα.
Έδραμες αποπλύναι λογισμών ακαθάρτων και πράξεων ανόμων τον ρύπον ως διψώσα επί τας πηγάς των υδάτων, μήτερ ευκλεές, έλαφος εις έρημον• διόπερ σοι βοώμεν ευχαρίστω γλώσση•
Χαίρε, το τείχος της μετανοίας• χαίρε, ο πύργος της απαθείας.
Χαίρε, βιοτής της αγήρω αρχέτυπον• χαίρε, αγωγής ψυχοτρόφου το έσοπτρον.
Χαίρε, τρόπαιον της φύσεως της θηλείας τιμαλφές• χαίρε, εύμορφον απάνθισμα αρετών ηδυτερπές.
Χαίρε, ότι υπάρχεις των οσίων φαιδρότης• χαίρε, ότι τυγχάνεις εγκρατείας ακρότης.
Χαίρε, κρουνέ βλυστάνων ευσέβειαν• χαίρε, πυρσέ φωτίζων τα σύμπαντα.
Χαίρε, αυγή μυστικής ευωχίας• χαίρε, στακτή μυροβόλος σοφίας•
Χαίροις, Μήτερ ισάγγελε.
Ζάλης θανατηφόρου δι' ευχής απηλλάγης αόκνου και συντόνου νηστείας• της σαρκός γαρ νεκρώσας ορμάς τον σον νουν, Μαρία, προς Θεόν τάχιστα επτέρωσας ως εύλαλος Κυρίου αηδών βοώσα•
Αλληλούϊα.
Ήσχυνας του δολίως πολεμούντος σε, μήτερ Μαρία, μισοκάλου το θράσος συντονία καμάτων των σων ασιτίας άκρας και ευχής χάριτι Θεού• διο σοι πλέκομεν της νίκης στέφος εκβοώντες•
Χαίρε, η τρώσις του αρχεκάκου• χαίρε, η πτώσις εχθρού του πλάνου.
Χαίρε, την οφρύν του Σατάν η πατήσασα• χαίρε, την ισχύν του Χριστού η κρατύνασα.
Χαίρε, όμμα το ανύστακτον του Βελίαρ πρσβολαίς• χαίρε, δώμα ενασκήσεως ασιγήτου ευπρεπές.
Χαίρε, ότι ελαύνεις του εχθρού την μανίαν• χαίρε, ότι εκτρέπεις του εχθίστου κακίαν.
Χαίρε, παθών εκλύτων το θέριστρον• χαίρε, ηθών αμέμπτων το έλυτρον.
Χαίρε, ψεκάς του Σωτήρος ειρήνης• χαίρε, ολκάς της ενθέου γαλήνης•
Χαίροις, Μήτερ ισάγγελε.
Θεοφόρων γυναίων της ερημου μεγίστη υπήρξες, τρισολβία Μαρία• ολοτρόπως θελχθείσα γαρ συ τω του Κτίστου πάντων και Θεού έρωτι και σθένει θείου Πνεύματος ρωσθείσα ανεβόας πόθω•
Αλληλούϊα.
Ιορδάνου τοις ρείθροις των του βίου σου ρύπον απέπλυνας, οσία Μαρία, και λαμπράν μετανοίας στολήν ενδυθείσα πάντων προς Θεόν πρέσβειρα εγένου των τιμώντων σε και ύμνοις μελιχροίς βοώντων•
Χαίρε, η ένθους εν τη ασκήσει• χαίρε, η μείζων εν τη συνέσει.
Χαίρε, πολιτείας οσίας λευκάνθεμον• χαίρε, ευσεβείας το θείον τετράδιον.
Χαίρε, σέμνωμα περίδοξον μετανοίας σωστικής• χαίρε, άρωμα ουράνιον εργασίας πρακτικής.
Χαίρε, ότι ελαύνεις λεγεώνα δαιμόνων• χαίρε, ότι δεικνύεις τον σωτήριον δρόμον.
Χαίρε, Χριστού της πίστεως έρεισμα• χαίρε, Αυτού αγάπης θησαύρισμα.
Χαίρε, φθαρτών υπερτέρα απάντων• χαίρε, θημών αιωνίων δραγμάτων•
Χαίροις, Μήτερ ισάγγελε.
Κατιδών της ψυχής σου ζήλον όντως τον θείον ο σώφρων Ζωσιμάς κατηγάσθη χάριτός σου, ην εύρες, σεμνή, επιβαίνειν κούφως ποταμού ρεύμασι και πόθω εξιστάμενος Κυρίω ευλαβώς εβόα•
Αλληλούϊα.
Λάμπουσα απαθεία και συνέσει τελεία οσίων τοις χοροίς ηριθμήθης• μετανοίας σου γαρ καθορών ο Δεσπότης τρόπους τη Αυτού χάριτι, Μαρία, σε εσκίασε•
διόπερ ψάλλομεν σοι ταύτα•
Χαίρε, η βίβλος της καρτερίας• χαίρε, το έρνος της ερημίας.
Χαίρε, γυναικών ασκουμένων ακρώρεια• χαίρε, αρετών το θεότευκτον οίκημα.
Χαίρε, φάρε τηλαυγέστατε αγωγής ασκητικής• χαίρε, λύχνε παμφαέστατε ενεργείας θεϊκής.
Χαίρε, ότι σοις τρόποις τοις απλάστοις διδάσκεις• χαίρε, ότι σοις πόνοις προς τελείωσιν ήχθης.
Χαίρε, κανών βιώσεως σώφρονος• χαίρε, εικών αόκνου στερήσεως.
Χαίρε, καρπών ουρανίων η πλήρης• χαίρε, ημών προς Θεόν ἡ μεσίτις•
Χαίροις, Μήτερ ισάγγελε.
Μένεα αποπνέων κατά σου ο του σκότους και πάσης φαύλης πράξεως άρχων
επειράτο δαμάσαι ψυχήν την σην θείαν, μήτερ, ην Θεού δύναμις εφύλαττεν αμόλυντον και ήγειρεν σε πόθω ψάλλειν•
Αλληλούϊα.
Νύκτωρ και καθ' ημέραν συν αγέλαις θηρίων σχολάζουσα εν βάθει ερήμου προσευχή και νηστεία πολλή τω Θεώ, Μαρία, αστραπών έμπλεως εφαίνου τελειότητος φωτίζουσα τους σοι βοώντας•
Χαίρε, το σέλας της ασιτίας• χαίρε, το κέρας της μετανοίας.
Χαίρε, λαμπηδὼν της Χριστού αγαπήσεως• χαίρε, αηδών Ιορδάνου γλυκύφθογγος.
Χαίρε, ότι ασκητεύουσα έσχες στέγην ουρανόν• χαίρε, ότι γυμνητεύουσα ενεδύθης τον Χριστόν.
Χαίρε, της αγρυπνίας ευωδέστατος κήπος• χαίρε, μεταμελείας ακλινέστατος στύλος.
Χαίρε, εχθρών βέβηλων ολέτειρα• χαίρε, ψυχών προς Κύριον πρέσβειρα.
Χαίρε πολλών κλονουμένων προστάτις, χαίρε παθών σαρκικών η ολέτις.
Χαίροις, Μήτερ ισάγγελε.
Ξενωθείσα του κόσμου τω Κυρίω των όλων εγνώσθης, τρισευδαίμον Μαρία, τω ισχύσαντι σὲ σθεναρώς τον Σατάν παλαίσαι,τον ψυχής θέλοντα της σης συλήσαι μάργαρον και παύσαι σε βοάν απαύστως•
Αλληλούϊα.
Όλος επλήσθη θάμβους Ζωσιμάς ο θεόπνους, ηνίκα την σην χάριν κατείδε τα εσόμενα βλέπειν καλώς και την σοι οικούσαν του Θεού δύναμιν Μαρία• όθεν χαίρων σοι εβόα μυστικώς τοιαύτα•
Χαίρε, ακρότης της εγκρατείας• χαίρε, σεμνότης της Εκκλησίας.
Χαίρε, η καλώς προορώσα τὰ μέλλοντα• χαίρε, η σαρκός τας ορμάς απορρίψασα.
Χαίρε, έμψυχον προοίμιον της μελλούσης αμοιβής• χαίρε, τίμιον διάδημα ισαγγέλου βιοτής.
Χαίρε ότι δαιμόνων την μανίαν καθείλες• χαίρε, ότι μερόπων τα ηδέα παρείδες.
Χαίρε, στερρόν της νήψεως έρεισμα• χαίρε, λαμπρόν ασκήσεως τείχισμα.
Χαίρε, ναπών ουρανών οδοιπόρος• χαίρε, ημών ὁδηγὸς φωτοφόρος•
Χαίροις, Μήτερ ισάγγελε.
Πόνοις σου νυχθημέροις εχαλίνωσας, μήτερ Μαρία, της σαρκός τας ορέξεις και κατέδειξας πάσι πιστοίς, Ιορδάνου κλέος, της ψυχής φρόνημα σης θείας το αδάμαστον, δι' ου πλησθείσα ανεβόας•
Αλληλούϊα.
Ρείθροις των σων δακρύων και απείρων ιδρώτων κατέσβεσας παθών σου την φλόγα και ανήψας ψυχής σου πυρσόν, ον καλώς βαστάζουσα Θεώ έδραμες, Μαρία, ικετεύουσα Αυτόν υπέρ των σοι φωνούντων•
Χαίρε, οσμή Χριστού ευωδίας• χαίρε, ροπή θεϊκής σοφίας.
Χαίρε, η εχθρού τας ορδάς αφανίσασα• χαίρε, η Θεού τους ανθρώπους ευφράνασα.
Χαίρε, κρήνη η καλλίρρυτος ύδωρ βλύσασα ζωής• χαίρε, στάθμη αρρυτίδωτος αρετής ασκητικής.
Χαίρε, ότι λαμπρύνεις τον χορόν των οσίων• χαίρε, ότι υπάρχεις ακτησίας ταμείον.
Χαίρε, ακτίς της θείας χρηστότητος• χαίρε, παγίς του πλάνου αλάστορος.
Χαίρε, αστήρ μετανοίας φωσφόρος• χαίρε, λαμπτήρ απαθείας πυρφόρος•
Χαίροις, Μήτερ ισάγγελε.
Στέφανον εκομίσω βιοτής αθανάτου, Μαρία, εκ χειρών του Κυρίου• της ασκήσεως γαρ την οδόν θεαρέστως, μήτερ, αρετών κύαθε, τελέσασα θεώσεως εδρέψω τους καρπούς βοώσα•
Αλληλούϊα.
Των Αγγέλων την θείαν πολιτείαν, Μαρία, ποθήσασα σαυτήν τω Κυρίω ως θυμίαμα ηδυτερπές τω κρατύναντί σε επί γης ήνεγκας• διο σοι πάντες σπεύδομεν αισίαις ταις φωναίς βοήσαι•
Χαίρε, συνέσεως εκμαγείον• χαίρε, της χάριτος σκεύος θείον.
Χαίρε, Ζωσιμά την ψυχήν η ηδύνασα• χαίρε, Μαμωνά την δουλείαν η λύσασα.
Χαίρε, μήτερ αξιάγαστε, Ιορδάνου καλλονή• χαίρε, νύμφη Κτίστου πάγκαλε, των Αγγέλων χαρμονή.
Χαίρε, ότι ζευγνύεις πράξιν και θεωρίαν• χαίρε, ότι ελαύνεις του Σατάν την κακίαν.
Χαίρε, δι' ης η πίστις κρατύνεται• χαίρε, δι' ης φθορά απαμβλύνεται.
Χαίρε, χαράς κοινωνέ της αγήρω• χαίρε, λαμπάς κοινωνίας της άνω•
Χαίροις, Μήτερ ισάγγελε.
Ύμνων σε ηδυμόλπων καταστέφομεν κρίνοις τους άθλους σου, οσία Μαρία• επιγνώσεως γαρ αρχηγός και σοφών εδείχθης γυναικών άγαλμα, ασκήσασα ως άσαρκος και πόθω τω Θεώ βοώσα•
Αλληλούϊα.
Φως Χριστού κατιδούσα εν Υψίστοις, Μαρία, το άδυτον εξαίτει τον θείον φωτισμόν τοις τιμώσι λαμπρώς τους τιμίους, μήτερ, επί γης μόχθους σου, ίνα εκθύμως ψάλλωμεν σοι χείλεσιν αμώμοις ταύτα•
Χαίρε, θεάμων των αθεάτων• χαίρε, αρρήτων επόπτις ξένων.
Χαίρε, κοινωνέ της αΰλου λαμπρότητος• χαίρε, φρυκτωρέ της αδύτου φαιδρότητος.
Χαίρε, ότι εκοινώνησας Ζωσιμά εκ των χειρών• χαίρε, ότι κατηγλάϊσας την ομήγυριν πιστών.
Χαίρε, σάλπιγξ αλήκτου ευφροσύνης εν πόλω• χαίρε, φόρμιγξ οσίας βιοτής εν ερήμω.
Χαίρε, πιστών γλυκύτατον ψέλλισμα• χαίρε, ψυχών το ήδιστον μέλισμα.
Χαίρε, Χριστού το θειότατον εύχος• χαίρε, εχθρού το οξύτατον κάρφος•
Χαίροις, Μήτερ ισάγγελε.
Χαίρουσα νυν εν δόμοις θεϊκοίς συν Αγγέλων τοις δήμοις και οσίων απάντων τοις χοροίς εκτενώς τω Χριστώ καταπέμψαι πάσι τοις πιστοίς πρέσβευε ελέους πλήθος άμετρον Αυτού τοις εκβοώσι πίστει•
Αλληλούϊα.
Ψάλλοντές σου των πόνων την πληθύν εν ερήμω υμνούμεν σε, οσία Μαρία• συ γαρ δείξασα ειλικρινή, ευψυχίας βάθρον και βαλβίς νήψεως, μετάνοιαν διέλαμψας ως άστρον τοις βοώσι φαίνον•
Χαίρε, μελώδημα των οσίων• χαίρε, απήχημα των αγίων.
Χαίρε, κιβωτέ ησυχίας πολύτιμε• χαίρε, θησαυρέ σιωπής αδαπάνητε.
Χαίρε, στήλη ακαθαίρετος κοσμικής αποταγής• χαίρε, κρήνη νέκταρ βρύουσα αθανάτου βιοτής.
Χαίρε, θεία σαμβύκη εν Χριστώ μετανοίας• χαίρε, πάγχρυσε θήκη νυχθημέρου νηστείας.
Χαίρε, κιθάρα πίστεως πάντερπνος• χαίρε, κινύρα εύλαλος νήψεως.
Χαίρε, χορού μονοτρόπων ηδύτης• χαίρε, καμού εν κινδύνων η ρύστις•
Χαίροις, Μήτερ ισάγγελε.
Ω Μαρία, πυξίον διαυγές μετανοίας και Κτίστου αγαπήσεως λύχνε, (εκ γ')
την σκοτίαν μου παύσον παθών απαθείας ήμαρ σω πιστώ πρόσφυγι λιταίς σου ανατέλλουσα, ως αν πανευλαβώς κραυγάζω•
Αλληλούϊα.
Και αύθις το Κοντάκιον. Ήχος πλ. δ'.Τη Υπερμάχω.
Της μετανοίας οχετοίς σαυτήν αρδεύσασα και ψυχοκτόνους του εχθρού ορμάς ξηράνασα, συνεργεία θεία έρημον Ιορδάνου τη ασκήσει σου, Μαρία, καθηγίασας και τοις ρείθροις των δακρύων σου επίανας• όθεν κράζομεν• Χαίροις, Μήτερ ισάγγελε.
Δίστιχον
Χαίρε, βοά σοι Χαραλάμπης, Μαρία, ακηλίδωτον έσοπτρον μετανοίας.
ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ
ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ
Σχόλια