Μετάβαση στο κύριο περιεχόμενο

Προσευχή όταν αναμένεται σεισμός


Εις το όνομα τού Πατρός και τού Υιού και τού Αγίου Πνεύματος. Αμήν.

Δόξα σοί ο Θεός ημών, δόξα σοί.

Βασιλεύ ουράνιε, παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών και τα πάντα πληρών, ο θησαυρός των αγαθών και ζωής χορηγός, ελθέ και σκήνωσον εν ημίν, και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον, Αγαθέ, τάς ψυχάς ημών.

Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Και νύν και αεί και εις τούς αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς, Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν. Άγιε, επισκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν τού ονόματός σου. Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.

Δόξα Πατρί, και Υιώ και αγίω Πνεύματι. Και νύν και αεί και εις τούς αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, έλθετω η βασιλεία σου, γενηθήτω το θέλημά σου, ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ο επιβλέπων επί την γην, και ποιών αυτήν τρέμειν, ρύσαι ημάς της φοβεράς του σεισμού απειλής, Χριστέ ο Θεός ημών, και κατάπεμψον ημίν, πλούσια τα ελέη σου, πρεσβείαις της Θεοτόκου, μόνε Φιλάνθρωπε.

Δι’ ευχών την αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.


ΨΑΛΜΟΣ 17 -Όταν γίνεται σεισμός ή θεομηνία, κατακλυσμός και κεραυνοί


Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυΐδ, ἃ ἐλάλησεν τῷ Κυρίῳ τοὺς λόγους 
τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ, ᾗ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων 
τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ, 2 καὶ εἶπεν·

ΑΓΑΠΗΣΩ σε, Κύριε, ἡ ἰσχύς μου. 
3 Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μου. ῾Ο Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ᾿ αὐτόν, 
ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου. 
4 αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 
5 περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με. 
6 ὠδῖνες ᾅδου περιεκύκλωσάν με,προέφθασάν με παγίδες θανάτου. 
7 καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα·
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου 
ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. 
8 καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν 
καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. 
9 ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται, 
ἄνθρακες ἀνήφθησαν ἀπ᾿ αὐτοῦ. 
10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. 
11 καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. 
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν 
ὕδωρ ἐν νεφέλαις ἀέρων. 
13 ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, 
χάλαζα καὶ ἄνθρακες πυρός. 
14 καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ· 
15 ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνε 
καὶ συνετάραξεν αὐτούς. 
16 καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης 
ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. 
17 ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν. 
18 ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, 
ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. 
19 προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου 
20 καὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ρύσεταί με, ὅτι ἠθέλησέ με. 
21 καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου 
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, 
22 ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου, 
23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ 
οὐκ ἀπέστησαν ἀπ᾿ ἐμοῦ. 
24 καὶ ἔσομαι ἄμωμος μετ᾿ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 
25 καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου 
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 
26 μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, 
27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 
28 ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. 
29 ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. 
30 ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. 
31 ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, 
ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ᾿ αὐτόν. 
32 ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου, καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; 
33 ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· 
34 καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με· 
35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· 
36 καὶ ἔδωκάς μοι ὑπερασπισμό σωτηρίας, καὶ ἡ δεξιά σου ἀντελάβετό μου, 
καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. 
37 ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. 
38 καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· 
39 ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 
40 καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς 
ἐπανισταμένους ἐπ᾿ ἐμὲ ὑποκάτω μου. 
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. 
42 ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων, πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. 
43 καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. 
44 ρύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν.λαός, 
ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, 
45 εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 
46 υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. 
47 ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου, 
48 ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπ᾿ ἐμέ, 
49 ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ᾿ ἐμὲ ὑψώσεις με,  
ἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με. 
50 διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, 
51 μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, 
τῷ Δαυΐδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨