Πάντων προστατεύεις, Ἀγαθή,
τῶν καταφευγόντων ἐν πίστει
τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν
ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν,
ἀεί μεσιτείαν, οἱ κατακαμπτόμενοι
ὑπό πταισμάτων πολλῶν,
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου·
ὅθεν σοι προσπίπτομεν·
Ῥῦσαι πάσης περιστάσεως
τούς δούλους σου.
Πάντων θλιβομένων η χαρά,
και αδικουμένων προστάτις,
και πενομένων τροφή,
ξένων Τέ παράκλησις,
και βακτηρία τυφλών,
ασθενούντων επίσκεψις,
καταπονουμένων, σκέπη και αντίληψις,
και ορφανών βοηθός,
Μητερ του Θεού του Ύψιστου,
Συ Υπάρχεις Αχραντε σπεύσον,
δυσωπούμεν ρύσασθαι τους δούλους Σου.
Δέσποινα, πρόσδεξε τας δεήσεις των δούλων Σου
και λύτρωσε ημάς από πάσης ανάγκης και θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ,
φύλαξόν με ὑπό τήν σκέπην Σου.
Εκ παντοίων κινδύνων τούς δούλους σου φύλαττε,
ευλογημένη Θεοτόκε, ίνα σε δοξάζωμεν,
τήν ελπίδα τών ψυχών ημών.
Τη πρεσβεία, Κύριε, πάντων των Αγίων και της Θεοτόκου
την σην ειρήνην δος ημίν και ελέησον ημάς ως μόνος οικτίρμων.
Δι' ευχών των Αγίων Πατέρων ημών,
Κύριε Ιησού Χριστέ ο Θεός,
ελέησον και σώσον ημάς.
Αμήν.
Σχόλια