Μετάβαση στο κύριο περιεχόμενο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

 Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς  θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,

καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


καὶ τὰ Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τὸν Ἐλεήμονα Θεὸν ἡ τεκοῦσα, ἐκ τῆς γαστρός σου, ἀγαθὴ Ἐλεοῦσα, πλουτεῖς εὐπαῤῥησίαστον πρεσβείαν πρὸς Αὐτόν· ὅθεν τοὺς τιμῶντάς σου τὴν ἁγίαν εἰκόνα, φύλαττε ἀείποτε, ἐκ κινδύνων παντοίων, καὶ τῷ ἐλέει θείας σου στοργῆς, ἡμῖν συγχώρει, τὰ ἄπειρα πταίσματα.

Δόξα... Καὶ νῦν..

Οὐ σιωπήσομέν ποτε, Ἐλεοῦσα, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους


ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλέους τεκοῦσα Θεόν, Ἁγνή, Αὐτὸν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τιμώντων τὴν θείαν σου εἰκόνα, τὴν ἐκπηγάζουσαν ῥεῖθρα ἰάσεων.

Λιμένα εὑρίσκομεν, Ἀγαθή, σεπτήν σου εἰκόνα, ἐν κινδύνοις καὶ πειρασμοῖς, εἰδότες ὡς πάντοτε ἐκβλύζει, θείου ἐλέους ἀείζωα νάματα.

Ἐλέησον πάντας τοὺς εὐλαβῶς, καταπροσκυνοῦντας, Ἐλεοῦσα, τὴν σὴν μορφήν, καὶ δίδου ἑκάστῳ τὸ συμφέρον, πρὸς σωτηρίας ψυχῆς τὴν ἐπίτευξιν.

Δόξα..

Οὐράνιον δῶρον παρὰ Θεοῦ, ἡμῖν ἐχαρίσθη, Ἐλεοῦσα, ἡ σὴ εἰκών, ἐν ταύτῃ γὰρ ᾤκησεν ἡ χάρις, ἣν διανέμεις τοῖς πόθῳ τιμῶσί σε.

Και νυν και αει..

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὕψωσόν σου τὰς χεῖρας, πρὸς τὸν Θεὸν, Πάναγνε, καὶ ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν προσκυνούντων σε, εἰ γὰρ καὶ σφάλλομεν, ὅμως εἰς σὲ τὴν ἐλπίδα, Ἐλεοῦσα, ἔχομεν, ἐπανορθώσεως.

Στῆσον, ὦ Ἐλεοῦσα, τὰ τοῦ ἐχθροῦ σκάνδαλα, καὶ ψυχαῖς εἰρήνην σου δίδου, ἀπαρασάλευτον, ὅπως δοξάζωμεν,
τὴν ἀνυπέρβλητον χάριν, ἣν παρέσχε Κύριος, σοὶ τῇ Μητρὶ Αὐτοῦ.

Ἀσθενοῦντας ἐν κλίνῃ, καὶ νοσεροῖς πάθεσι, ἴασαι, σεμνὴ Ἐλεοῦσα, ταῖς ἱκεσίαις σου· ὅπως εὐγνώμονα, εὐχαριστίαν καρδίας, πάντοτε προσφέρωμεν, ὡς εὐεργέτιδι.

Δόξα...

Νικητάς, Ἐλεοῦσα, κατὰ παθῶν ἅπαντας, δεῖξον τοὺς αἰτοῦντας ἀπαύστως, τὴν σὴν βοήθειαν, ὅτι ὑπέρκειται,
ἡμῶν τὸ βάρος τοῦ ἔθους, ὅπερ προσεγένετο, φύσις δευτέρα τις.

Και νυν και αει..

Διάσωσον, ἀπὸ κινδύνων καὶ βλάβης ἀντικειμένου, τοὺς προστρέχοντας πίστει ἁγία εἰκόνι σου, καὶ δίδου χάριν μητρικὴν, Ἐλεοῦσα Παρθένε.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου ἄλγος.

Ἦχος β΄. Πρεσβεία θερμή.

Ἐλέους πηγήν, τὸν Κύριον γεννήσασα, ἐλέους καὶ σύ,
παρέχεις τὰ χαρίσματα, Ἐλεοῦσα πάνσεμνε, τοῖς τιμῶσι σεπτὴν εἰκόνα σου, καὶ προστασία ἀῤῥαγής, ὑπάρχεις, Πάναγνε, τῆς Μάνδρας σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὅταν νέφη σκοτίζωσι, Μῆτερ Ἐλεοῦσα, ψυχὰς τῶν τέκνων σου, καὶ προβλήματα παράγωσιν, ἥλιον ἡμῖν δὸς τῆς ἀγάπης σου.

Ἰατρὸς ἐπιφάνηθι, ἐν ταῖς ἀσθενείαις ψυχῆς καὶ σώματος, Ἐλεοῦσα, τῶν τιμώντων σε, ῥῶσιν ἀδιάσειστον παρέχουσα.

Ξενωθέντας τοῖς πταίσμασι, αὖθις, Ἐλεοῦσα, ἡμᾶς ἐπίστρεψον, εἰς ἀγάπην θείου Τόκου σου, καὶ ἀεὶ ἀπτώτους διαφύλαξον.

Δόξα...

Οὐδαμόθεν βοήθειαν, ἄλλην, Ἐλεοῦσα, τῆς σῆς ἐλπίζομεν, ἐν κινδύνοις καὶ ἐν θλίψεσιν, ἃς γεννᾷ τοῦ βίου ἡ περίστασις.

Και νυν και αεί..

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νοῦν ἡμῶν ναόν, Ἐλεοῦσα, δεῖξον ἅγιον, ἔνθα τὸ ὄνομα Κυρίου Ἰησοῦ, παραμένον, ἁγιάσει πᾶσαν ὕπαρξιν.

Ἧς δόξης Θεοῦ, ἀπολαύουσιν οἱ Ἅγιοι, σεπταῖς εὐχαῖς σου καταξίωσον, Ἐλεοῦσα, τοῦς τιμῶντας τὴν εἰκόνα σου.

Δόξα...

Μεῖνον μεθ’ ἡμῶν, Ἐλεοῦσα, ἐν ταῖς θλίψεσι, καὶ ταῖς τοῦ βίου ἀδοκήτοις συμφοραῖς, χορηγοῦσα, τὴν ἐλπίδα τῆς ἀγάπης σου.

Και νυν και αεί..

Ἵνα σε ἀεί, Ἐλεοῦσα, μεγαλύνωμεν, σύντριψον βέλη τοῦ ἀλάστορος, τοῦ πολεμοῦντος, πειρασμοῖς ἡμᾶς ἀείποτε

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.

Νεότητα, ἐκ πολέμων φύλαττε, Ἐλεοῦσα παναμώμητε Κόρη, σκέπην τὴν σήν, μυστικῶς ἐφαπλοῦσα, καὶ προστασίαν διδοῦσά σου ἄμαχον, ἐν ὥρᾳ τῇ τῶν πειρασμῶν, οὓς ὡς νέφη ταχέως ἀφάνιζε.

Ἐλέησον, Ἐλεῆμον Δέσποτα, ταῖς πρεσβείαις Ἐλεούσης Μητρός σου, πάντας ἡμᾶς, τοῦς εἰς σὲ βαπτισθέντας, καὶ τὴν σὴν κλῆσιν πλουτοῦντας τὴν πάντιμον, εἰ γὰρ καὶ πίπτομεν ἀεί, ἐξαιτούμεθα μέγα σου ἔλεος.

Δόξα...

Λυποῦμέν σε, Ἐλεῆμον Κύριε, καθ’ ἑκάστην ταῖς πολλαῖς ἁμαρτίαις, ὅμως πρὸς σέ, προβαλλόμεθα πρέσβιν, τὴν Ἐλεοῦσαν καὶ Ἄχραντον Δέσποιναν, πιστεύοντες ὅτι πολύ, παρὰ σοὶ ἐξισχύει ὡς Μήτηρ σου.

Και νυν και αεί…

Εὑρήκαμεν, ἀσφαλὲς προσφύγιον, Ἐλεοῦσα, τὴν ἁγίαν μορφήν σου, ἐξ ἧς ἀεί, τῶν χαρίτων τὸ πλῆθος, διαβιβάζεται τοῖς προσκυνοῦσί σε, καὶ πίστει λύσιν τῶν πολλῶν, αἰτημάτων ζητοῦσιν ἑκάστοτε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Ἐλεοῦσα, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου ἄλγος.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τοῦ ἐλέους Κυρίου πεπλήρωνται, οὐρανός, Ἐλεοῦσα, καὶ γήϊνα, ἐξ οὗ ἔφυ·ὁ Ἐλεήμων ἐκ κοιλίας σου ἁγνῆς, διὸ Τοῦτον ἐκτενῶς, μὴ διαλίπῃς ἐκζητεῖν, αἰτημάτων ἐκπλήρωσιν, πάντων τῶν προσκυνούντων, θείαν μορφήν σου, Μῆτερ, καὶ ἀξιώσῃ μετασχεῖν, τῶν Ἁγίων θείας χάριτος.

Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

 

ΣτίχἌκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

 

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

 

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.

 

Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα...

Ταῖς τῆς Ἐλεούσης, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Και νυν και αεί…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον

Στίχ. Ἐλέησόν με ὁ Θεός…

Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ἐλεῆμον Κύριε, τῆς Ἐλεούσης Μητρός σου, ταῖς θερμαῖς δεήσεσιν, θύραν τοῦ ἐλέους σου πᾶσιν ἄνοιξον, τοῖς πιστῶς προσπίπτουσι τῇ αὐτῆς εἰκόνι, πᾶσαν νόσον ἐξιώμενος, ψυχῆς καὶ σώματος, καὶ ἐχθροῦ τὰ βέλη ἀφάνισον· εἰρήνην δὸς τὴν ἄσειστον, καὶ ἁμαρτιῶν τὴν συγχώρησιν.

Ἐν δὲ τῇ ἐσχάτῃ, ἡμέρᾳ καταξίωσον ἡμᾶς, τῆς ποθητῆς Βασιλείας σου, μετὰ τῶν Ἁγίων σου.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἁγνὴ Παρθένε Ἐλεοῦσα, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν βλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Ἐλεοῦσα Παρθένε, σῷζε Μάνδραν σου σεπτήν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανὸς καὶ ἡ γῆ τε, διηγοῦνται τὸ ἔλεος Παντοκράτορος, δι’ ὅπερ σε παρέσχε, ἡμῖν τοῖς χριστωνύμοις, Ἐλεοῦσα προσφύγιον, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ νόσοις πολυτρόποις.

Ὑπὲρ ποίμνης σου ταύτης, τῆς τιμώσης εἰκόνα τὴν σεβασμίαν σου, δυσώπει Ἐλεοῦσα, Φιλάνθρωπον Δεσπότην, ὅπως ἔλεος ἄπειρον, δείξῃ ἡμῖν τοῖς Αὐτόν, ἀεὶ δοξολογοῦσι.

Δόξα...

Σάλον κόπασον Μῆτερ, λογισμῶν ἀμφιβόλων τῶν ἀνυμνούντων σε, καὶ πάρεχε εἰρήνην, ψυχαῖς ταῖς κλονουμέναις, Ἐλεοῦσα ἐκ θλίψεων, χαρὰν δὲ δίδου ἡμῖν, πρεσβείαις σου ἁγίαις.

Καὶ νῦν...

Ἄγχη λῦε ταχέως, Ἐλεοῦσα ὡς νέφη ταῖς ἱκεσίαις σου, τῆς νόσου δὲ καρκίνου, ἀπάλαττε τοὺς ὅσοι, ἐπὶ κλίνης κατάκεινται, ὅπως τιμῶσιν ἀεί, τὴν θείαν σου εἰκόνα.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Τοὺς δουλωθέντας, τῇ οὐσιῶν ἐξαρτήσει, Ἐλεοῦσα ἀπάλλατε ταχέως, καὶ ἐλευθερίαν, ψυχῶν τούτοις παράσχου.

Ἡ Μάνδρα αὕτη, πολυπληθῆ θαύματά σου, Ἐλεοῦσα κηρύττει διατόρως, ἣν ἀεὶ φυλάττοις, ἐκ θλίψεων παντοίων.

Δόξα...

Νίκην παράσχου, κατὰ παθῶν Ἐλεοῦσα, τῶν θλιβόντων ψυχὰς τῶν προσκυνούντων, θείαν σου εἰκόνα, ἐν πάσῃ εὐλαβείᾳ.

Καὶ νῦν...

Ποίαν ἑτέραν, καταφυγὴν Ἐλεοῦσα, πλήν σου εὕρωμεν ἐν δεινοῖς τοῦ βίου, οἱ τὴν σὴν εἰκόνα, πλουτοῦντες εὐγνωμόνως.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὑπὲρ παντὸς τοῦ κόσμου, εὔχου Ἐλεοῦσα, καὶ αἰτημάτων τὴν δέησιν πρόσδεξαι, λύσιν παρέχουσα τούτων, καὶ χάριν δίδουσα.

Λαόν σου Ἐλεοῦσα, καταφεύγοντά σοι, πλῆσον ἐλέους καὶ πάριδε πταίσματα, ὅπως τυχὼν Παραδείσου, ὑπερδοξάζῃ σε.

Ἡ χάρις σου μεγίστη, Ἐλεοῦσα Κόρη, καὶ ἡ ἰσχὺς τῶν εὐχῶν σου ἀπέραντος, ἃς τοῖς σεπτήν σου εἰκόνα, τιμῶσι δώρησαι.

Δόξα...

Νυκτός τε καὶ ἡμέρας, ὕψωσον τὰς χεῖρας, πρὸς τὸν Δεσπότην Πανύμνητε Δέσποινα, καὶ τοῦ ἐλέους τὴν χάριν, ἡμῖν κατάγαγε.

Καὶ νῦν...

Ἀγκάλαις σου κρατοῦσα, Ἐλεοῦσα Μῆτερ, Παντελεήμονα Κύριον αἴτησαι, ἁμαρτιῶν καὶ πταισμάτων, ἡμῶν τὴν ἄφεσιν.

Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

καὶ τὰ ἑξῆς Μεγαλυνάρια

Μῆτερ Ἐλεοῦσα θαυματουργέ, τοὺς ἀσπαζομένους, τὴν εἰκόνα σου τὴν σεπτήν, σκέπε καθ’ ἑκάστην, ἀπὸ παντὸς κινδύνου,
καὶ Βασιλείας πύλας, τούτοις ὑπάνοιξον.

Μὴ ἐλλίπῃς σκέπειν ἡμᾶς ἀεί, Ἐλεοῦσα Μῆτερ, ἀπὸ θλίψεων καὶ κακῶν, τοῦ ἀντικειμένου, παρέχουσα εἰρήνην, καὶ σταθερὰν ὑγείαν, ψυχῆς καὶ σώματος.

Θείῳ σου ἐλέει πληγὰς ἡμῶν, τὰς ἐξ ἁμαρτίας, Ἐλεοῦσα ὡς ἀγαθή, ἴασαι καὶ δίδου, μετάνοιαν πταισμάτων, καὶ ἀλλαγὴν τοῦ βίου, ψυχοσωτήριον.

Μητρικήν σου χάριν δίδου Ἁγνή, τοῖς ἐν ἀσθενείαις, καὶ παντοίοις βίου δεινοῖς, ὅπως Ἐλεοῦσα, εἰκόνα σου τὴν θείαν, τιμῶμεν ἐκ καρδίας, καὶ σὲ δοξάζωμεν.

Ὥσπερ ἔχομέν σε ἐν τῇ ζωῇ, Ἐλεοῦσα σκέπην, καὶ προσφύγιον ἀσφαλές, οὕτως ἐν ἡμέρᾳ, Δευτέρας Παρουσίας, γενοῦ πρὸς τὸν Δεσπότην, ἡμῶν μεσίτρια.

Πάντες οἱ χριστώνυμοι εὐλαβῶς, σὲ δοξολογοῦμεν, Ἐλεοῦσα Μῆτερ Θεοῦ, καὶ παρακαλοῦμεν, συγχώρησιν παράσχου, ἐν γνώσει καὶ ἀγνοίᾳ, ἐξαμαρτάνουσι.

Τὴν Μονήν σου φύλαττε ἀσινῆ, Μῆτερ Ἐλεοῦσα, ἐξ ἀλάστορος προσβολῶν, τὰς δὲ μοναζούσας, αὐτῆς μὴ διαλίπῃς, κρατεῖν ἐν τῇ ἀγάπῃ, Υἱοῦ φιλτάτου σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς

τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ') 
 
Δόξα... Καὶ νῦν... 
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 
 
Δόξα... Καὶ νῦν... 
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν. 
 
Ἦχος πλ. β' 
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

 Δόξα... 

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

 Καὶ νῦν... 

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.

Δεῦτε Ἐλεούσης τὴν μορφήν, καταπροσκυνήσωμεν πόθῳ ἵνα ληψώμεθα, ἔλεος ἀμέτρητον τοῦ Φιλανθρώπου Χριστοῦ, νόσων σώματος ἴασιν, καὶ λύσιν ἀνάγκης, ἄρσιν πάσης θλίψεως, καὶ πειρασμοῦ τοῦ ἐχθροῦ. Αὕτη γὰρ ὡς Μήτηρ δωρεῖται, τοῖς ἐξαιτουμένοις ἐν πίστει, τάχιστα δεήσεων τὴν πλήρωσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδά μου,εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Διστίχον·

Τέξασα πηγὴν ἐλέους, Ἐλεοῦσα,
Τοῦτο πάρεχε τοῖς σὲ τιμῶσι πόθῳ.

πηγή: proseyxi 

ΣΥΝΤΟΜΟ ΙΣΤΟΡΙΚΟ ΤΗΣ ΕΙΚΟΝΑΣ

Παναγία η Ελεούσα

    Η θαυματουργή εικόνα της Παναγίας της Ελεούσας κρυβόταν, σε βάθος ενάμισι μέτρο επί αιώνες και βρέθηκε με θαυμαστό τρόπο. Η Υπεραγία Θεοτόκος εμφανίστηκε στον οκτάχρονο τότε Αθανάσιο Σύρο, την ώρα που έπαιζε με άλλα παιδιά στην πλαγιά ενός λόφου, ως μία άγνωστη μαυροφόρα γυναίκα ξυπόλητη να κάνει μετάνοιες. Και παρόλο που το σημείο εκείνο ήταν ξερό, με τις μετάνοιες που έκανε η άγνωστη αυτή μαυροφόρα γυναίκα, έγινε μαλακό και βούλιαζε σαν το ζυμάρι. Στα τρία σημεία που προσκύνησε η γυναίκα, άρχισε ο τόπος να αναδύει μια γλυκιά ευωδία. Ωστόσο, κανείς δεν πίστεψε στα λόγια του μικρού Αθανασίου ότι έβλεπε μπροστά του μια μαυροφόρα γυναίκα.

    Το ίδιο βράδυ η άγνωστη γυναίκα εμφανίζεται στον ύπνο του μικρού Αθανάσιου, αλλά αυτή τη φορά έχει ένα φωτεινό στεφάνι στο κεφάλι της. Ο μικρός Αθανάσιος την ρωτά: «Γιαγιά ποια είσαι εσύ; και τι θέλεις από μένα; Φοβάμαι!». Και τότε η μαυροφόρα του λέει: «Μη φοβάσαι μικρέ μου, εγώ είμαι η μητέρα του Χριστούλη, που τόσο τον αγαπάς, και μ’ έστειλε να αποκαλύψω σε σένα που έχεις καθαρή καρδιά και αγνή ψυχή, ότι στο μεσαίο σημείο που με είδες να προσεύχομαι, εκεί να σκάψετε και θα βρείτε την Εικόνα μου. Εκείνο το σημείο να γίνει τόπος λατρείας, να γίνει ένας ναός, ένας άγιος τόπος». Με τα λόγια αυτά, χάθηκε η Παναγία από τον μικρό Αθανάσιο.

    Το επόμενο πρωί ο Αθανάσιος διηγήθηκε στους γονείς του με κάθε λεπτομέρεια την δεύτερη εμφάνιση της Θεοτόκου και τους παρακάλεσε να σκάψουν εκεί που του υπέδειξε η Παναγία. Όμως και πάλι υπήρξε δυσπιστία απέναντι στα λόγια του Αθανασίου και μάλιστα από όλο το χωριό. Ο ίδιος όμως ακλόνητος στο θαύμα που του είχε συμβεί αποφάσισε να χτίσει μόνος του ένα μικρό εκκλησάκι με πέτρες στο σημείο που του είχε υποδείξει η Υπεραγία και να φυλάξει εκεί μία εικόνα της Παναγίας.

    Η δυσπιστία των κατοίκων του χωριού κράτησε για χρόνια, όταν στις αρχές Ιουνίου του έτους 1962 μ.Χ. πήγε στην Ξυνιάδα ένα εκσκαπτικό μηχάνημα για να ανοίξει τους δρόμους του χωριού. Αφού ολοκληρώθηκε αυτό το έργο, οι κάτοικοι του χωριού παρακάλεσαν τον οδηγό να σκάψει ώστε να βρουν την εικόνα της Παναγίας. Και πραγματικά αυτό έγινε! Χρειάστηκαν μόλις τρεις εκσκαφές για να φανερωθεί η θαυματουργή εικόνα δίπλα στη ρίζα ενός πουρναριού. Έτσι, φανερώθηκε η εικόνα που φέρει την επιγραφή "Μήτηρ Θεού Ελεούσα". Η εικόνα φαίνεται να ανήκει στην εποχή της εικονομαχίας, διατηρείται σε καλή κατάσταση παρά την επί αιώνες παραμονή της στο χώμα

    Από τότε η προσέλευση των προσκυνητών ήταν τόσο μεγάλη που οδήγησε στην θεμελίωση ενός μεγαλύτερου ναού το 1965. Κοντά στο ναό ανοικοδομήθηκαν κελιά και τα άλλα απαραίτητα κτίσματα. Το 1972 έγιναν τα εγκαίνια της νέας Μονής, η οποία σύντομα απέκτησε μεγάλη φήμη.

    Ο υμνογράφος Γεράσιμος μοναχός Μικραγιαννανίτης συνέθεσε την ακολουθία της Ευρέσεως της εικόνας, η οποία εορτάζεται την 21η Ιουνίου. Στο Μοναστήρι με την άοκνη φροντίδα του ηγουμένου και την πρόθυμη συμπαράσταση των προσκυνητών, ανηγέρθη Γηροκομείο για την περίθαλψη των απόρων γερόντων της περιοχής. Σήμερα η εικόνα της «Παναγίας Ελεούσας» έχει σκεπασθεί με ασήμι και χρυσό κι έχει τοποθετηθεί σ’ ένα όμορφο προσκυνητάρι

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨