Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Οικονόμισσαν
Ποίημα Καθηγουμένις Ἰσιδῶρας μοναχῆς Ἀγιεροθεϊτίσσης
Ἧς ἡ Ἱερὰ καὶ σεβασμία Εἰκών, ἐκ τῆς Μελασοῦ τῆς Μικρασίας εἰς τὴν νῆσον Κῶ, κακεῖϑεν ἐν ᾿Αϑήναις πάλαι μετεφέρϑη, ἔνϑα πλεῖστα ϑαύματα τελοῦσα, εἰκότως νῦν, ἐν εὐλαβείᾳ τιμᾶται.
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τἧς ψυχικῆς ἡμῶν ἀνάγκης τὸ κέρδος, βιοτικῶν τε περιστάσεων λύσιν, ἐν συμπαϑείᾳ ὄρεξον, Παρϑένε Ἁγνή· δίδου Οἰκονόμισσα, Παναγία σὴν χάριν, ἔκτεινον τὴν χεῖρα σου, ᾿Αγαϑὴ οὐρανόϑεν· καὶ τὸ συμφέρον πᾶσιν εὐμενῶς, ταῖς μητρικαῖς σου, εὐχαῖς οἰκονόμισον.
Δόξα. Ὅμοιον.
Η ἱερὰ τῶν Μοναζόντων χορεία, πρὸ τῆς εἰκόνος σου σεμνὴ Παναγία, ἱκετικῶς προσπίπτουσα, βοᾷ ἐκτενῶς· σκέπε καὶ διάσωζε, Οἰκονόμισσα Κόρη, ποίμνην σου ϑεόλεκτον, τὴν ἐν Ἄϑωνος Ὄρει καὶ ἐν τῇ Σκήτῃ Ἄννης σῆς Μητρός, μεϑ᾽ ἧς ἀπαύστως, Θεὸν δυσωπήσατε.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Οὺ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευϑέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ’ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.
Οὗ ἡ ἀκροστιχίς
«Κηδεμών μου σὺ εἶ, Παναγία Οἰκονόμισσα. Ἰσιδώρας».
Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Κυρία καὶ Δέσποινα τοῦ παντός, βροτῶν σωτηρία καὶ ᾿Αγγέλων ἡ χαρμονή, σὺ εἶ ἀληϑῶς εἰς τοὺς αἰῶνας· ὦ Παναγία σεμνὴ Οἰκονόμισσα.
Ἠλίου νεφέλη ὡς παμφαής, ἀπέλασον σκότος τῆς ἀγνοίας μου τὸ βαϑύ, καὶ φῶς Οἰκονόμισσα Παρϑένε· τὸ ἱλαρὸν καὶ γλυκὺ μοι ἐγκαίνισον.
Δαἱμόνων ἡ ἔκπτωτος συντριβή, ἀνόρϑωσις Εὔας καὶ ἀνάκλησις τοῦ ᾿Αδάμ, καλῶν τε σφραγὶς ἐν ἐξουσίᾳ· ὑπάρχεις σὺ Οἰκονόμισσα Δέσποινα.
Ἐδραίωμα μέγα Χριστιανῶν, καὶ τεῖχος τοῦ κόσμου Οἰκονόμισσα Μαριάμ, σὺ εἶ τῶν ἐχϑρῶν ἀποσοθοῦσα· τῶν αἰσϑητῶν νοητῶν τε τὰς φάλαγγας.
Μονῆς Οἰκονόμισσα Μαριάμ, τῆς ϑείας σου πέλεις σὺ προστάτης καὶ κηδεμών, τροφός τε καὶ ἔφορος καὶ Μήτηρ· εὐεργεσίας ἀπείρους παρέχουσα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὠραιότητος κάλλει, ὑπερφυῶς Δέσποινα, λάμπεις ἐν τῇ κτίσει ἁπάσῃ, ὦ Οἰκονόμισσα, καὶ καταυγάζεις ψυχάς, τῶν μελωδούντων σοι χαῖρε, καὶ αἰνούντων ἄσμασι, τὰ μεγαλεῖα σου.
Ναὐτιῶντα με σάλῳ, διοτικῶν ϑλίψεων, καὶ τῶν πειρασμῶν τῷ πελάγει, περιαντλούμενον, δός μοι τὴν σὴν ἀρωγήν, ὦ Οἰκονόμισσα Κόρη, καὶ εἰς ὅρμον ἴϑυνον, γαληνιῶντα με.
Μετανοίας ὑπάρχεις, τὸ ἀσφαλὲς ἔρεισμα, τὰς συντετριμμένας καρδίας, ἐπαναφέρουσα, εἰς τὰς εὐθείας ὁδούς, τῆς ἀληϑοῦς σωτηρίας, Παναγία Δέσποινα, ὦ Οἰκονόμισσα.
Οὑρανῶν πλατυτέρα, ἡ σὴ γαστὴρ δέδεικται, μόνη Οἰκονόμισσα Κόρη, Θεοχαρίτωτε, ἐν τῇ γαστρί σου καὶ γάρ, ὁ Βασιλεὺς τῶν ἁπάντων, ὑπὲρ νοῦν σεσάρκωται, δι᾽ ἀγαϑότητα.
‘Υλικῆς προσπαϑείας, καὶ κοσμικῆς σχέσεως, λῦσόν μου δεσμοὺς τοὺς χρονίους, ὦ Οἰκονόμισσα, ἐλευϑερίας Χριστοῦ, τὰς δωρεὰς δέ μοι δίδου, ἵνα ἄνω ἔχω μου, πᾶσαν
τὴν ἔφεσιν.
Κατεύθυνον ἡμῶν τὰς χεῖρας, εἰς ἔργα τῆς ἀληϑείας, ἱκεσίαις σου μητρικαῖς Ἁγνὴ Οἰκονόμισσα, σωτήριον χάριν οἰκονομοῦσα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αίτησις καὶ το Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Ἀγνείας λειμών, καὶ σκεῦος καϑαρότητος, καλῶν ϑησαυρός, καὶ πλοῦτος ἀνεξάντλητος, ἀγαϑῶν τε πλήρωμα’ τῆς τελείας χάριτος δώρημα, καὶ αἰωνίου πρόξενος ζωῆς, ὑπάρχεις Παρϑένε Οἰκονόμισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σεισμικής ἐκ δονήσεως, ἔσωσας τὴν νῆσον τῆς Κῶ τὸ πρότερον· Παναγία Οἰκονόμισσα, ἠχηρῶς μηνύσασα τὸν κίνδυνον.
‘Υψηλοῦ ἐκ φρονήματος, Κόρη Οἰκονόμισσα ὀλισϑαίνοντα· εὐμενῶς μὲ ἐπανόρϑωσον, καὶ τῇ ταπεινώσει μὲ στερέωσον.
Ἐναντίων τὰ σκάνδαλα, καὶ τοῦ διαβόλου τὰ πανουργεύματα· Οἰκονόμισσα Παντάνασσα, εὐχερῶς διάλυσον καὶ σῶσον με.
Ιἐρέων τὰ τάγματα, αἱ χοροστασίαι τῶν Μοναζόντων τε· τῶν πιστῶν τε τὰ συστήματα, σὲ ὑμνοῦσι Κόρη Οἰκονόμισσα..
Πὕρ δεινὸν Οἰκονόμισσα, ἐν καιροῖς προσφάτοις ἡμῖν ἐφέστηκε· σὺ δὲ ἤχῳ τῆς εἰκόνος σου, φανερῶς σοῖς τέκνοις προεγνώρισας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἃρτον χορηγεῖς, τοῖς πεινῶσιν Οἰκονόμισσα, καὶ τὸ ὕδωρ τοῖς διψῶσι ψυχικῶς, ὡς οἰκονόμος, ἀγαϑή τε καὶ φιλόστοργος.
Νεῦσον συμπαϑῶς, ταῖς δεήσεσι τῶν δούλων σου, καὶ παράσχου τὰ συμφέροντα ἡμῖν, φιλοπαρόχως, Παναγία Οἰκονόμισσα.
Ἃνοιξον ἡμῖν, τὰς εἰσόδους τοῦ ἐλέους σου, Παναγία Οἰκονόμισσα ᾿Αγνή, καὶ μὴ ἐκπέμψῃς, ἀπὸ σοῦ κενοὺς τῆς χάριτος.
Γνώσεως ὁδούς, Οἰκονόμισσα διάνοιξον, τοῖς τιμῶσι τὴν ἁγίαν σου μορφήν, καὶ προσκυνοῦσι, τὴν εἰκόνα σου τὴν ἄχραντον.
Ἴασιν ψυχῶν, καὶ σωμάτων ἡμῖν δώρησαι, Οἰκονόμισσα Παρϑένε Μαριάμ, ὡς τετοκυῖα, τὸν τὰς νόσους ϑεραπεύοντα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὰπρόσκοπτον, τὴν ζωήν μου ποίησον, Παναγία Οἰκονόμισσα Κόρη ἡ τὸν Χριστόν, ἀπειράνδρως τεκοῦσα, τὸν τὰ συμφέροντα πᾶσιν εὐθύντα· καὶ ὄφελός μοι ψυχικόν· τῇ ῥοπῇ σου καλῶς οἰκονόμισον
Ὀμάλισον, τοὺς τραχεῖς ἀγῶνας μου, καὶ τὰ δάρη τὰ πολλὰ κούφισόν μου’ ὡς τὸν Θεόν, Οἰκονόμισσα Κόρη, τὸν ἀγαϑὸν καὶ φιλεύσπλαγχνον τέξασα· τὸν δόντα ἄνεσιν ἡμῖν· καὶ ζωῆς τὴν τρυφὴν ἐπαγγέλοντα.
Ἰλάρυνον, τῆς ψυχῆς τὸν λύχνον μου, ἀμελείᾳ τῇ δεινῇ ἐσθεσμένον᾽ καὶ ἀρετῶν, ἐν ἐλαίῳ ἁγίῳ, πεπληρωμένον καὶ πάλιν παράστησον: ταῖς σαῖς ἀγρύπνοις πρὸς Θεόν. ἱκεσίαις σεμνὴ Οἰκονόμισσα.
Κωδώνισμα ἱερὸν ἀκούεται, ἐξ εἰκόνος σου σεπτῆς Παναγία· ὥραν δεινήν, τῆς ἑκάστης ἀνάγκης, εἰδοποιοὔσα ἡμῖν Οἰκονόμισσα· ὡς ἂν ἑτοίμως δι᾽ αὐτήν· οἱ σοὶ δοῦλοι καλῶς εὑρεϑείημεν.
Ὀλόϑυμον, τῷ Θεῷ τὴν αἴνεσιν, καὶ λατρείαν λογικὴν τοῦ προσάγειν· δίδου ἡμῖν, Οἰκονόμισσα Κόρη, καὶ εὐωδίας γενέσϑαι ϑυμίαμα: ἀξίωσον σοὺς ὑμνητάς· προσευχαῖς τε σχολάζειν ἑκάστοτε.
Κατεύθυνον, ἡμῶν τὰς χεῖρας εἰς ἔργα τῆς ἀληϑείας, ἱκεσίαις σου μητρικαῖς Ἁγνὴ Οἰκονόμισσα, σωτήριον χάριν οἰκονομοῦσα.
Ἄχραντε, ἡ διὰ λόγῳ τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αῖτησις Καὶ εὐϑύς το Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Λἀμπηδόνος τῆς ἡλιακῆς πλέον λάμπουσι, τῆς ἁγνείας τῆς παρϑενικῆς σοὺ αἱ χάριτες, καὶ καρδίας τῶν εὐσεθῶν εὐφραίνουσι ἀεί: φωτὶ ϑείῳ σου καὶ ἱλαρῷ, τὰ αἰσϑητήρια ἡμῶν, Μαριὰμ Οἰκονόμισσα· αὔγασον Παναγία, τοῦ κόσμου ἡ εὐκληρία, ἡ κηδεμὼν τῶν εὐλαθῶς, προσκυνούντων τὴν εἰκόνα σου.
Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Τῆς Οἰκονομίσσης πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον ἐλέησόν με ὁ Θεὸς
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Πλοῦτον ἀναφαίρετον, καὶ ἱερὰν εὐκληρίαν, τὴν σεπτὴν εἰκόνα σου, Μαριὰμ κατέχομεν Οἰκονόμισσα· ἐξ αὐτῆς ϑείας γάρ, δωρεὰς ἀντλοῦμεν, καὶ ἰάσεις ἀναβλύζουσι· δεσμὰ στειρώσεως, πλείσταις γυναιξὶ διαλύονται· δεινά τε ἐπερχόμενα, κώδωνος ἐν ἤχῳ μηνύονται· ταύτην μετὰ δέους, πιστοὶ κατασπαζόμενοι ἀεί, ἀναβοῶμεν τὸ χαῖρε σοι, χαρᾶς ἐμφορούμενοι.
Σῶσον ὀ Θεός τὸν Λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νηπιόφρονα γνώμην, τοῦ ἐχϑροῦ τοῦ δολίου γελᾶν ἀξίωσον, συνέσει πολιτείας, σοφίας τε ἐν τρόποις, Μαριὰ Οἰκονόμισσα· τοὺς πεποιϑότας τῇ σῇ, μητρῴα ἀντιλήψει.
Ὀρφανῶν κηδεμόνα, τῶν πενήτων τροφέα τε καὶ ἐπίκουρον, χιτῶνα τῶν γυμνῶν τε, καὶ σκέπην ἔγνωμέν σε, Μαριὰμ Οἰκονόμισς·᾽ οἰκονομοῦσα ἡμῖν, κατ᾽ ἄμφω τὰ χρειώδη.
Μυριόπλουτον ὄλβον, τὰς πρεσβείας σου Δέσποινα Οἱκονόμισσα, πλουτοῦμεν καϑ᾽ ἑκάστην, οἱ ϑλίψεσι πενίας, ψυχικῆς ὀδυνώμενοι· καὶ πρὸς αὐτὰς ἐν σπουδῇ, προστρέχομεν καρδίας.
Ἰδιῶται τοῦ λόγου, καὶ οἱ εὔλαλοι ῥήτορες Οἰκονόμισσα, τελείως σιωπῶσι, τοῦ τόκου σου τὸν τρόπον, ἐξηγεῖν μὴ δυνάμενοι· Θεὸν τεκοῦσα καὶ γάρ, παρϑένος διαμένεις.
Συμφωνίαι ὀργάνων, μελῳδίαι ἀσμάτων αἱ παναρμόνιοι, ποσῶς οὐκ ἐξαρκοῦσι, αἰνέσαι σε ἀξίως, Μαριὰμ Οἰκονόμισσα᾽ παντὸς γὰρ ὕμνου σὺ εἶ, προφρόνως ὑπερτέρα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Συχνῶς σοι γόνυ, ἐν συντριθῇ τῆς καρδίας, Μαριὰμ Οἰκονόμισσα κλίνω, καὶ ἐπικαλοῦμαι, τὴν σὴν ἐπιστασίαν.
Ἀγγέλων ἄνω, αἱ στρατιαὶ σὲ ὑμνοῦσι, Οἰκονόμισσα Ἄχραντε Κόρη, κάτω δὲ τὰ πλήϑη, πιστῶν σὲ εὐλογοῦσιν.
Ἰδὼν ψυχῆς σου, τὸ ταπεινὸν ὁ Δεσπότης, Οἰκονόμισσα Δέσποινα πάντων, ἔστερξε φορέσαι, ἐκ σοῦ βροτείαν φύσιν.
Σοἱ πρέπει ὕμνος, σοὶ Οἰκονόμισσα πρέπει, ἡ τιμὴ καὶ ἡ ἔνϑεος δόξα, τῶν μακαρισμῶν τε, ἁρμόζει σοι ὁ αἶνος.
Ἰλαστηρίοις, πρὸς τὸν Υἱόν σου πρεσδείαις, Οἰκονόμισσα Κόρη παράσχου, ἄφεσιν πταισμάτων, τοῖς πίστει σε τιμῶσιν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δικαίων αἱ χορεῖαι, τάξεις τῶν ᾿Αγγέλων, τῶν εὐσεβῶν τε συνάμα, πληϑὺς ἱερά, τὴν Οἰκονόμισσαν Κόρην, ἐγκωμιάζουσιν.
Ὠς ϑείαν συμμαχίαν, τεῖχος τε καὶ σκέπην, σὴν Οἰκονόμισσα Κόρη, πλουτοῦμεν ἰσχύν, τὴν προστασίαν σου ὅϑεν, ἐπικαλούμεϑα.
Ρεόντων καὶ ματαίων, φίλτρον παριδόντες, τῆς σῆς στοργῆς τῇ ἀγάπῃ, οἱ δοῦλοι οἱ σοί, περικρατούμεϑα πόϑῳ, ὦ Οἰκονόμισσα.
Ἀμέσως ἐν ἀνάγκαις, πάσαις ἐπιφϑάνεις, πυρκαϊᾶς καὶ σεισμοῦ τε, κινδύνους ἡμῖν, ἠχητικῶς προμηνύεις, ὦ Οἰκονόμισσα.
Σπειρώσεως τὴν νόσον, λύεις Θεοτόκε, ὦ Οἰκονόμισσα τέκνα, διδοῦσα πολλά, σὺ γὰρ ὑπάρχεις τῆς στείρας, Ἄννης τὸ θλάστημα.
Καὶ εὐϑύς, τό’
Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια.
ὧν ἡ ἀκροστιχΐς:
«Χαῖρε τῆς Κῶ δόξα, Ἄϑωνος τιμή».
Χαίροις Οἰκονόμισσα Μαριάμ, τῆς ἀγαϑωσύνης ἀδαπάνητος ϑησαυρός, χαίροις ἡ πιστότης χρηστῆς φιλοστοργίας· ζωὴν οἰκονομοῦσα τὴν αἰωνίζουσαν.
Ἄνϑη πανευώδη καὶ ἱερά, φέρομέν σοι πόϑῳ Οἰκονόμισσα Μαριάμ, ἄνϑος παρϑενίας ὡραῖον γὰρ ὑπάρχεις· μητρῴας εὐπρεπείας πνέον τὰς χάριτας.
Ἴλαϑι εὐσπλάγχνοις σου οἰκτιρμοῖς, δούλοις σου πεσοῦσιν ἁμαρτήμασιν ἐν πολλοῖς, δίδου δὲ τὴν λύσιν πταισμάτων σοῖς ἱκέταις τὸ χαῖρε σοι φωνοῦσιν ὦ Οἰκονόμισσα.
Ράβδῳ τῶν εὐχῶν σου τῇ κραταιᾷ, ϑραύεις τῶν δαιμόνων Οἰκονόμισσα κεφαλάς, κέρας τῶν πιστῶν τε ὑψοῖς ἐν ἐξουσίᾳ ἀνοίγεις παραδείσου πύλας τε Δέσποινα.
Εἴχε σὴν Εἰκόνα ἡ Μελασός, Κῶ ἡ νῆσος σκέπην αἱ ᾿Αϑῆναι τε πλουτισμόν, Σκήτη δὲ τῆς Ἄννης ἐν Ἄϑωγος τῷ ὄρει· τροφὸν αὐτὴν κατέχει ὦ Οἰκονόμισσα.
Τεἶχος Οἰκονόμισσα Μαριάμ, μέγα σὺ ὑπάρχεις ἐν κινδύνοις τε καὶ δεινοῖς, ἔνεδρα νικῶσα ἐχϑρῶν τῶν πολεμίων· βουλάς τε τῶν δαιμόνων διασκεδάζουσα.
Ἤλιον ὡς τέξασα νοητόν, τῆς Δικαιοσύνης φυγαδεύεις ὦ Μαριάμ, σκότος τῶν εἰδώλων καινίζουσα τῇ κτισει· γλυκὺ καὶ ἱλαρόν τε φῶς Οἰκονόμισσα.
Σκεῦος ἁγιότητος καϑαρόν, μόνη σὺ ἐδείχϑης Οἰκονόμισσα Μαριάμ, πάντιμον δοχεῖον τῆς χάριτος Παρϑένε· καὶ οἶκος τοῦ Ἁγίου Πνεύματος πάνσεπτος.
Κἤπος ὁ ὡραῖος καὶ εὐθαλής, πνέων θαρυτίμου εὐωδίας τὰς ἀπαρχάς, σὺ Παρϑενομῆτορ ὑπάρχεις Παναγία· καὶ ϑέλγεις σοὺς ἱκέτας ὦ Οἰκονόμισσα.
Ὤ ρᾳ ἐν τῆς Κρίσεως τῇ φρικτῇ ὅτε τῷ Δικαίῳ παραστήσομαι Δικαστῇ, δὸς ἀπολογίαν καλὴν καὶ ἀγαϑήν μοι τῇ σῇ συμπαραστάσει ὦ Οἰκονόμισσα.
Δίψαν Οἰκονόμισσα Μαριάμ, σβέσον τῆς ψυχῆς μου σῶν ὑδάτων τῷ δροσισμῷ, πλήρωσον δὲ πόϑον καρδίας μου ἐνθέως· τῇ σῇ ἀγαϑωσύνῃ τῇ ὑπὲρ ἔννοιαν.
Ὀργανον τὸ μέγα καὶ ϑαυμαστόν, τῆς οἰκονομίας Οἰκονόμισσα Μαριάμ. τοῦ πολυευσπλάγχνου Θεοῦ καὶ φιλανϑρώπου· ὑπάρχεις ὑπηχοῦσα μέλος οὐράνιον.
Ξίφος τὸ ὀξύτομον καὶ δεινόν, κάρας τὸ συγκόπτον αἰϑιόπων τῶν νοητῶν, μάχαιρα εἰς τέλος ἐχϑρῶν ἀποσοβοῦσα· τὰ ϑράση σὺ ὑπάρχεις ὦ Οἰκονόμισσα.
Ἃνες μοι καὶ ἄφες ἐκδυσωπῶ, πᾶσαν ὀφειλήν μου Οἰκονόμισσα Μαριάμ, δός μοι ἱκετεύω τὴν λύσιν τῶν χρεῶν μου τὸ σὸν ὡς ἂν δοξάζω ἄφατον ἔλεος.
Ἄνωϑεν αἱ τάξεις τῶν προφητῶν, κάτω ἱερέων τῶν πιστῶν τε αἱ πατριαί, δέει ὑπερμέτρῳ ἀπαύστως ἀνυμνοῦσιν· τῆς δόξης σου τὸ πλῆρες ᾿ὦ Οἰκονόμισσα.
Θαύμα Οἰκονόμισσα Μαριάμ, μέγα ἐτελέσϑη ἐν ἐσχάτοις ἡμῖν καιροῖς, ἦχος γὰρ ἠκούσϑη εἰκόνος ἐκ σεπτῆς σου· πυρὸς μηνύων φλόγα τὴν ἀκατάσχετον.
Ὠ τῶν μεγαλείων σου τῶν φρικτῶν, ὦ τῶν ὑπὲρ νοῦν τε ϑαυμασίων τῶν πολλαπλῶν, οἷς ἐπισφραγίζεις τὴν χάριν ἥνπερ ἔχεις· ὡς Μήτηρ τοῦ Κυρίου ὦ Οἰκονόμισσα.
Νεύσει συμπαϑείας σου μητρικῆς, βλέπεις εἰς λαόν σου τὸν ἐλπίζοντα ἐπὶ σέ, ῥύεις δὲ ἐκ πάσης ἀνάγκης τοὺς σοὺς δούλους: παρέχουσα σὴν χεῖρα ὦ Οἰκονόμισσα.
Ὀλβον νῦν πλουτοῦμεν ὡς ἱερόν, σὴν σεπτὴν εἰκόνα Οἰκονόμισσα Μαριάμ, ταύτην εὐλαβείᾳ ἀμέτρῳ προσκυνοῦντες· εὑρίσκομεν τὴν λύσιν ὧν ἐξαιτούμεϑα.
Σκότος τῶν εἰδώλων τὸ ζοφερόν, πέρας ἐν σοὶ εὗρεν Οἰκονόμισσα Μαριάμ, τῆς Δικαιοσύνης τὸν Ἥλιον τὸν μέγαν, ἀνέτειλας τῇ κτίσει δι᾽ ἀγαϑότητα.
Τάξεις τῶν ᾿Αγγέλων ἐν οὐρανοῖς, δῆμος τε Ἁγίων καὶ τὸ πλήρωμα τῶν πιστῶν, ἄδουσι συμφώνως ἐν ὕμνοις ἐγκωμίων· τὴν σὴν μεγαλωσύνην ὦ Οἰκονόμισσα.
Ἴϑυνον εἰς ὅρμον με γαληνόν, ϑείῳ σου ἱστίῳ Οἰκονόμισσα Μαριάμ, τὸν ἐν τρικυμίαις ποντούμενον τοῦ βίου· καὶ δός μοι τὴν σὴν χάριν τὴν εἰρηνόδωρον.
Μἥτερ τοῦ Δεσπότου καὶ Ποιητοῦ, ϑύγατερ καὶ δούλη τοῦ Κυρίου σου καὶ Θεοῦ, δέχου τὰς δεήσεις τῶν δούλων σου καὶ δίδου τῷ κόσμῳ τὰ ἐλέη σου Οἰκονόμισσα.
Ἤρα Οἰκονόμισσα Μαριάμ, ὄμματα ψυχῆς μου καὶ καρδίας μου νῦν πρὸς σέ, δοῦλος ὡς πιστός σοι αἰτούμενος σὴν σκέπην΄ καὶ πλῆϑος οἰκτιρμῶν σου τὸ ἀνεξάντλητον.
Χαίροις Οἰκονόμισσα Μαριάμ, πρόξενος τῆς πάντων σωτηρίας καὶ ἱλασμός, τῶν ἀσπαζομένων εἰκόνα σου ἁγίαν· ἐξ ἧς ἡμῖν ἐκπέμπεις ἦχον οὐράνιον.
Πἄσαι τῶν ᾿Αγγέλων αἱ στρατιαΐ, Πρόδρομε Κυρίου, ᾿Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωϑῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων
.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
᾿Απολυτίκιον. Ἦχος α΄ Τῆς Ἐρήμου.
Τῶν ἀνθρώπων τὸ γένος, Παναγία ἠλέησας, μόνη ὡς τεκοῦσα ἀφράστως, σωτηρίας τὸν αἴτιον. λυτροῦσαι δὲ λαόν σου ἐκ δεινῶν, Παρϑένε Οἰκονόμισσα σεμνή, καὶ τῷ κρότῳ τῆς εἰκόνος σου προδηλοῖς, τὰ δυσμενῶς ἐσόμενα. Χαίροις τῆς νήσου Κῷ περιωπή, χαίροις τιμὴ τοῦ Ἄλϑωνος· χαίροις τῆς Μελασοῦ ὁ ϑαυμασμός, Μικρᾶς ᾿Ασίας σέμνωμα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις Οἰκονόμισσα σεμνή, Χαίροις Παναγία Παρϑένε, ἀπηλπισμένων ἐλπίς, τεῖχος καὶ κραταίωμα, τῶν πεποιϑότων σοι σωτηρίας πραγμάτωσις, τῆς ϑείας ἀγάπης, μέγι-
στον κεφάλαιον, καὶ ἀναφαίρετον” χαίροις δωρεῶν οὐρανίων, ἡ χρηστοειδὴς χορηγία· ἐν οἰκονομίᾳ ἀγαϑότητος.
Σἔβω τὴν ἁγίαν σου μορφήν, πίστει προσκυνῶ σὴν εἰκόνα, τὴν ἱερὰν καὶ σεπτήν, δέει συνεχόμενος, αὐτὴν ἀσπάζομαι Οἰκονόμισσα Δέσποινα, τῆς Κῶ εὐκληρία, κάλλιστον ὡράϊσμα, τῶν ᾿Αϑηναίων τε: Σκήτης τῆς προμήτορος Ἄννης, ἐν Ἁγιωνύμῳ δὲ ὄρει· Ἄϑωνος τὸ πάντιμον ϑησαύρισημα.
Σκέπε στοργικῶς ἀντιλαβοῦ, ῥῦσαι ἐκ παντοίων κινδύνων, καὶ ἐξ ἐχϑρῶν ἐξελοῦ, φύλαττε τοὺς δούλους σου, καὶ τὰ ἐλέη σου τὰ μεγάλα ϑαυμάστωσον, ἡμῖν Παναγία, Κόρη Οἰκονόμισσα, Θεομακάριστε· δίδου μητρικῇ δὲ χειρί σου, σῆς οἰκονομίας τὸν πλοῦτον: καὶ τῆς σῆς ἐγγύτητος τὴν εὔνοιαν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.
ΔΙΣΤΙΧΑ ΑΚΡΟΤΕΛΕΥΤΙΑ
Τὴν σήν μοι οἰκονόμισσον σωτηριώδη χάριν,
Δέσποινα Οἰκονόμισσα Παρϑένε Παναγία,
βοᾷ σοὶ παρακλήσεσιν ἡ πένης Ἰσιδώρα,
εἰκόνα σου τὴν ἄχραντον ἀεὶ εὐλαβουμένη,
ἠχητικῶς τὴν κρούουσαν ἡμῖν τὰς περιστάσεις,
εὐεργεσίας ϑαυμαστὰ ἐκβλύζουσαν δὲ πλήϑη,
ἐκ νήσου Κῶ τὸ πρότερον ἐλϑοῦσαν ἐν ᾿Αϑήναις,
ἐν Σκήτῃ Ἄννης ἄρτι δὲ τῆς ἐν Ἁγίῳ Ὄρει,
Φυλαττομένην εὐλαδῶς ὡς ϑησαυρὸς εὐώδης,
παρέχουσάν τε χάριτας καὶ ἔλεος τὸ μέγα
ὅσοις Θεὸν δοξάζουσι τὸν ἐν Τριάδι Ἕνα.
Πατέρα ἅμα σὺν Υἱῷ καὶ Πνεύματι Ἁγίῳ,
Ὧ πρέπει ἡ προσκύνησις καὶ ἡ τιμὴ καὶ αἶνος
λατρεία τε ἡ καϑαρὰ αἰῶνας εἰς αἰώνων. ᾿Αμήν.
ΤΕΛΟΣ ΚΑΙ ΘΕΩ ΤΩ ΣΩΣΑΝΤΙ ΗΜΑΣ ΔΙ ΑΚΡΑΝ ΕΥΣΠΛΑΧΝΙΑΝ,
ΦΟΡΕΣΑΝΤΙ ΤῊΝ ΣΑΡΚΑ ΤΕ ΕΚ ΤῊΣ ΑΓΝῊΣ ΠΑΡΘΕΝΟΥ,
ΟΙΚΟΝΟΜΙΑΣ ΟΥ̓ΤΩ ΤΕ ΜΎΣΤΗΡΙΟΝ ΠΛΗΡΟΥΝΤΙ,
ΠΡΟΣΗΚΕΙ ΔΟΞΑ ΚΡΑΤΑΙΑ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.
ΑΜΉΝ.
ΠΑΝΑΓΙΕΣ ΜΙΚΡΑΣ ΑΣΙΑΣ
https://mikrasiatwn.wordpress.com/2014/07/16/%CF%80%CE%B1%CE%BD%CE%B1%CE%B3%CE%AF%CE%B5%CF%82-%CF%84%CE%B7%CF%82-%CE%BC%CE%B9%CE%BA%CF%81%CE%AC%CF%82-%CE%B1%CF%83%CE%AF%CE%B1%CF%82-%CE%BA%CE%B1%CE%B9-%CF%84%CE%B7%CF%82-%CE%B8%CF%81%CE%AC%CE%BA/
Σχόλια