Εἰς τὸ ὄνομα τοῦ Πατρός, Τοῦ Υἱοῦ
καὶ τοῦ ἁγίου Πνεύματος.
Ἀμήν.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,
καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς τὸν Δεσπότην τῶν ἁπάντων τεκοῦσα, Παραμυθία Παναγία Παρθένε, παραμυθίαν δίδου καὶ βοήθειαν, πᾶσι τοῖς προσπίπτουσι, τῇ σεπτῇ Σου Εἰκόνι, ἥνπερ ἐχαρίτωσας, ἐνεργείᾳ ἀΰλῳ· καὶ πειρασμῶν καὶ νόσων καὶ παθῶν, ἡμᾶς ἀπάλαττε πάντοτε Δέσποινα.
Δόξα...
Ὡς ἐλυτρώσω πειρατῶν τῆς μανίας, Βατοπαιδίου τὴν ἁγίαν Μονήν Σου, ἐκ τῆς σεπτῆς Εἰκόνος Σου φωνήσασα, οὕτω πάσης θλίψεως καὶ παντοίων κινδύνων, ῥύου ἡμᾶς Δέσποινα, τῇ θερμῇ ἀρωγῇ Σου· παραμυθίαν γάρ Σε ἀληθῆ, καὶ προστασίαν κεκτήμεθα, Ἄχραντε.
Καὶ νῦν..
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις
Ψαλμὸς 50
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς· Παραμύθει ἡμᾶς ὦ Παρθένε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, Κεχαριτωμένη, τὰς δεήσεις καὶ τὰς φωνάς, προσδέχου ἡμῶν Παραμυθία, καὶ πολυτρόπων ἡμᾶς ῥῦσαι θλίψεων.
Ἀγγέλων ὑπάρχουσα Βασιλίς, καὶ πάντων ἀνθρώπων, σωτηρία καὶ προσφυγή, καὶ παραμυθία, Θεοτόκε, ἐν πάσῃ θλίψει ἡμᾶς παραμύθησαι.
Ῥυσθέντες τῆς πάλαι ἐπιδρομῆς, Ἁγνὴ Θεοτόκε, ἐκβοῶμέν Σοι ἐκ ψυχῆς· πάσης ἀπειλῆς ἐπερχομένης, Παραμυθία ἡμᾶς ἀπολύτρωσαι.
Δόξα..
Ἀφθόρως τεκοῦσα τὸν Ποιητήν, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, φθορᾶς παθημάτων καὶ κινδύνων, ταύτην τὴν μάνδραν Σου φύλαττε ἄτρωτον
Και νυν και αει..
Πηγὴ ἀγαθῶν, Εἰκών Σου ἡ ὑπέρτιμος, τῇ Σῇ ἀρωγῇ, Παρθένε ἀναδέδεικται, παραμυθίαν βλύζουσα καὶ ψυχῶν σωτηρίαν καὶ ἔλεος, τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, καὶ αἶνόν Σοι θεῖον ἀναφέρουσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱερὸν παραμύθιον, ὡς παραμυθία πιστῶν καὶ στήριγμα, τῇ παρούσῃ ἔσο μάνδρᾳ Σου, τῇ ἀνακειμένῃ Σοι Πανύμνητε.
Ἡ Εἰκών Σου ἡ πάντιμος, ἐν ᾗ ἡ γλυκεῖα ὁρᾶται ὄψις Σου, μυστικὸν ἁγιαστήριον, ταύτῃ τῇ Μονῇ Σου πέλει Δέσποινα.
Μεγαλύνομεν Ἄχραντε, τὴν περὶ ἡμᾶς Σου πολλὴν προμήθειαν· δαψιλῆ παραμυθίαν γάρ, δίδως Θεοτόκε τοῖς ἱκέταις Σου.
Δόξα...
Ἀπὸ πάσης στενώσεως καὶ ἐπαγωγῆς κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Κεχαριτωμένη Μητροπάρθενε.
Και νυν και αεί..
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπη ἀσφαλής, τῆς ἐν Ῥόδῳ θείας μάνδρας Σου, Σὺ ὑπάρχεις Θεοτόκε ἀληθῶς· διὰ τοῦτο καὶ προστρέχει Σοι ἑκάστοτε.
Ὥσπερ λαμπηδών, τῆς πλουσίας Σου χρηστότητος, ἡ ἁγία Σου Εἰκὼν προσεφαπλοῖ, ἐν τῇ Ῥόδῳ Θεοτόκε τὰς Σὰς χάριτας.
Δόξα...
Πλήρου συμπαθῶς, τὰς αἰτήσεις ἡμῶν πάντοτε, ὡς ἡμῶν παραμυθία ἀληθής, καὶ προστάτις Θεοτόκε καὶ ἀντίληψις.
Και νυν και αεί..
Ἄνωθεν Ἁγνή, συμπαθείας βλέψον ὄμματι, τοὺς προσπίπτοντας Ῥοδίους εὐλαβῶς, καὶ τιμῶντας, Θεοτόκε, τὴν Εἰκόνα Σου
ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Ῥημάτων Σου, τὴν εἰσήγησιν, Κόρη, ἐκπληρώσας τῆς Μονῆς ὁ ἡγέτης, ἐπερχομένη φθορὰ ἀπετράπη· διὸ καὶ νῦν ἀφ᾿ ἡμῶν ἀπομάκρυνον, Παραμυθία, τοῦ δεινοῦ, πολεμήτορος πᾶσαν ἐπίθεσιν.
Θαυμάτων, Παραμυθία τὰ ῥεῖθρα, ἀναβλύζουσα ἡ θεία Εἰκών Σου, τῶν εὐσεβούντων Ῥοδίων τὰς φρένας, πρὸς εὐκαρπίαν ἀρδεύει σωτήριον· διὸ τῇ θείᾳ Σου Μονῇ, Θεοτόκε πιστῶς καταφεύγομεν.
Δόξα...
Ἐῤῥύσθη, Βατοπαιδίου ἡ μάνδρα, παραδόξως τῇ φωνῇ Σου Παρθένε, πειρατικῆς ὀλεθρίου ἐφόδου· ἀλλὰ καὶ νῦν πάσης ῥύου κακώσεως, τὴν ἐν τῇ Ῥόδῳ Σου Μονήν, καυχωμένην ἐν πίστει τῇ κλήσει Σου.
Και νυν και αεί…
Ναῷ Σου, τῷ ἱερῷ Θεοτόκε, προσιόντες οἱ πιστοὶ μετὰ πόθου, παραμυθίαν καὶ ἔλεος θεῖον, καὶ παθημάτων λαμβάνουσιν ἴασιν, καὶ χαριστήριον ᾠδήν, τῇ πολλῇ Σου χρηστότητι ᾄδουσι.
Διάσωσον, Παραμυθία Παρθένε Θεοκυῆτορ, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς καταφεύγοντας πίστει τῇ Σῇ Εἰκόνι.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κάθισμα. Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Καταφυγὴ καὶ θερμὸν παραμύθιον, τὴν θαυμαστήν Σου κατέχοντες πρόνοιαν, Παραμυθίαν καλοῦμέν Σε Δέσποινα, παραμυθοῦσαν ἡμᾶς ἐν ταῖς θλίψεσι· διό Σου τὴν χάριν κηρύττομεν
Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα...
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Και νυν και αεί…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στ. Ἐλέησόν με, ὁ Θεός …
Μῆτερ Ἀειπάρθενε, τοῦ Ποιητοῦ τῶν ἁπάντων, Παναγία Δέσποινα, μέγα παραμύθιον καὶ διάσωσμα, τῶν βροτῶν, Ἄχραντε, κόπασον τὸν σάλον, πειρασμῶν καὶ περιστάσεων, καὶ πάσης θλίψεως, καὶ παραμυθίαν καὶ ἴασιν, χορήγει ταῖς ψυχαῖς ἡμῶν, τῇ σῇ ἀκενώτῳ χρηστότητι· ἐκ γὰρ τῶν πραγμάτων, Ἁγνὴ Παραμυθίαν οἱ πιστοί, Σὲ εὐλαβῶς ὀνομάζομεν, ὕμνους Σοι προσάγοντες.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξεπλάγη ἀκούσας, ὁ Ἡγούμενος, Κόρη, φωνῆς τῆς θείας Σου· ἰδὼν δὲ τήν μορφήν Σου, τὴν πλήρη οὖσαν οἴκτου, εὐλαβῶς Σοι ἐβόησε· παραμυθία ἡμῶν, Σὺ εἶ Παρθενομῆτορ.
Γεωργίᾳ ἀΰλῳ, τῆς θερμῆς Σου προνοίας, περὶ τὴν ποίμνην Σου, καρποὺς παραμυθίας, καὶ θείας εὐσπλαγχνίας, ἐκτρυγῶμεν κραυγάζοντες· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ προστασία.
Δόξα...
Ἐντολῶν πρὸς τὴν τρίβον, τοῦ Σωτῆρος ὁδήγει, ἐπιστασίᾳ Σου, Ἁγνὴ Παραμυθία, Παρθένε Θεοτόκε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Και νυν και αεί…
Ῥαντισμῷ θείας δρόσου, τῶν θερμῶν πρεσβειῶν Σου, σβέσον τοὺς ἄνθρακας, παθῶν τῶν ἀκαθάρτων, Ἁγνὴ Παραμυθία, τῶν πιστῶς ἐκβοώντων Σοι· χαῖρε Παρθένε Ἁγνή, Ὑπερευλογημένη.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἀγγέλων δόξα, Παραμυθία Παρθένε, παραμύθησαι ἡμῶν τὰς διανοίας, τῶν ὑπερυψούντων, τὸν ἄφραστόν Σου τόκον.
Σκέπη καὶ τεῖχος, καὶ ἀκλυδώνιστος ὅρμος, ἔσο πάντοτε Παραμυθία Κόρη, ταύτης τῆς Μονῆς Σου, τῆς πόθῳ Σε τιμώσης.
Δόξα...
Ἴασαι πάντας, Παραμυθία Παρθένε, τοὺς προσπίπτοντας τῇ θείᾳ Σου Εἰκόνι, ἐκ παθῶν καὶ νόσων, σώματος καὶ καρδίας.
Καὶ νῦν...
Μεγίστην χάριν, ἐκ τῆς ἀχράντου μορφῆς Σου, ἀρυώμεθα Παραμυθία Κόρη, ὅτε τῇ σεπτῇ Σου, προσπίπτομεν Εἰκόνι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ θρόνος ὁ πυρίπνους, τοῦ πάντων Βασιλέως, τῆς εὐσπλαγχνίας πηγὴ ἡ ἀκένωτος, Παραμυθία Παρθένε, ἡμᾶς διάσῳζε.
Ὑφέρποντα ὑπούλως, κατὰ τῆς Σῆς ποίμνης, τὸν σκολιώτατον δράκοντα σύντριψον, Παραμυθία Παρθένε, ἐκδυσωποῦμέν Σε.
Δόξα...
Ὑπέρμαχος καὶ σκέπη, ἔσο τῇ Μονῇ Σου, Παραμυθία Παρθένε καὶ ἔφορος, τῇ ἀφορώσῃ ἀπαύστως, πρὸς τὴν πρεσβείαν Σου.
Καὶ νῦν...
Ὑμνοῦμέν Σου τὴν χάριν καὶ τὴν προστασίαν, Παραμυθία Παρθένε Πανύμνητε, ὅτι ἡμᾶς περιέπεις καὶ σῴζεις πάντοτε
Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
καὶ τὰ ἑξῆς Μεγαλυνάρια
Ἤνοιξας τὸ στόμα Σου τὸ σεπτόν, ἐκ τῆς Σῆς Εἰκόνος, καὶ διέσωσας θαυμαστῶς, Κόρη τὴν Μονήν Σου· ὅθεν τὴν Σὴν Εἰκόνα, Παραμυθίαν ἅπαντες, ὀνομάζομεν.
Ἔκπληκτος ἐγένετο τῆς φωνῆς, ἀκούσας Παρθένε, ἐξ Εἰκόνος Σου τῆς σεπτῆς, τῆς Μονῆς ὁ ἄρχων· ὅθεν Παραμυθία, εἰκότως παρὰ πάντων, Ἁγνὴ ὠνόμασται.
Χάριν ἡμῖν δίδου καὶ ἀρωγήν, ὦ Παραμυθία, ὡς προστάτις ἡμῶν θερμή, καὶ ὁδήγει πάντας, ἡμᾶς πρὸς σωτηρίαν, ὡς ἂν τῷ Θεῷ Λόγῳ, εὐαρεστήσωμεν.
Χαίρει ἡ Μονή Σου ἡ ἱερά, ἡ ἐν Ῥόδῳ οὖσα, τῇ θερμῇ Σου ἐπισκοπῇ, καὶ τὴν Σὴν Εἰκόνα, ὡς στέφος κεκτημένη, Παραμυθία Κόρη, ἀεὶ δοξάζει Σε.
τρσάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν...Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἦχος πλ. β'Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τῆς Θεοτόκου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια:
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ Σῇ παναγία Εἰκόνι, Παραμυθία Ἁγνή, πάσης περιστάσεως καὶ συμφορῶν καὶ παθῶν, ἀνωτέρους διάσῳζε, τῇ Σῇ προστασίᾳ, καὶ παράσχου ἅπασι παραμυθίαν τὴν Σήν, λύουσα πικρὰν ἀθυμίαν, καὶ χαρὰν βραβεύουσα θείαν, καὶ εἰρήνην, Δέσποινα, οὐράνιον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδά μου,εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον.
Παραμυθία τῇ Σῇ Θεοκυῆτορ, Γεράσιμος ῥύεται θλίψεως πάση
Ακούστε τον παρακλητικό κανόνα στην Παναγία την Παραμυθία:
Ιστορία της εικόνας της Παναγίας της Παραμυθίας
Ανεβαίνοντας τη σκάλα που βρίσκεται στα αριστερά της κεντρικής πύλης του καθολικού της Ιεράς Μεγίστης Μονής Βατοπαιδίου υπάρχει παρεκκλήσιο αφιερωμένο στην Παναγία την Παραμυθία. Μέσα σ’ αυτό μεταφέρθηκε μετά την τέλεση του θαύματος, που θα περιγράψουμε, η θαυματουργή εικόνα της Παναγίας, τοιχογραφία του 14ου αι. που βρισκόταν άλλοτε στη δεξιά άκρη του εξωνάρθηκα.
Παλαιά υπήρχε η συνήθεια, βγαίνοντας οι πατέρες από το Καθολικό, μετά το τέλος της ακολουθίας του Όρθρου, να ασπάζονται την εικόνα της Παναγίας που υπήρχε στον εξωνάρθηκα. Εκεί ο Ηγούμενος έδινε τα κλειδιά της κλεισμένης για τις βραδυνές ώρες πύλης της Μονής στον θυρωρό για να ανοίξει.
Κάποια χρονιά, αρχές του 14ου αι., στις 21 Ἰανουαρίου, τελείωσε ο Όρθρος. Οι πατέρες αποσύρθηκαν στα κελλιά τους για να αναπαυθούν, μέχρι να αρχίσουν τα καθημερινά τους διακονήματα. Τότε θα ανοιγόταν και η πύλη της Μονής. Δεν γνώριζαν ότι έξω από αυτήν παραμόνευαν πειρατές,- τότε ήταν μάστιγα στο Αιγαίο πέλαγος-, που την είχαν περιλυκλώσει, έτοιμοι να εισβάλλουν για να καταστρέψουν τα πάντα.
Στο ναό βρισκόταν μόνος ο Ηγούμενος, αφοσιωμένος στην προσευχή του. Πετάχτηκε ξαφνικά ακούοντας μια φωνή, που δεν έμοιαζε με φωνή ανθρώπου. Έντρομος κοίταξε γύρω του. Δεν είδε κανένα. Έξάλλου κανένας δεν ήταν μέσα στό ναό. Και όμως κάποιος μίλησε. Συγκέντρωσε την προσοχή του και γεμάτος φόβο κατάλαβε ότι η φωνή προερχόταν από την εικόνα της Θεομήτορος. Με ευλάβεια τέντωσε το αυτί του για να ακούσει. Άκουσε τότε τη φωνή της Παναγίας να λέει: «Μην ανοίξετε σήμερα την πύλη της Μονής, αλλά αφού ανεβείτε στα τείχη, να διώξετε τους πειρατές».
Κατάπληκτος ο Ηγούμενος προσήλωσε τα μάτια του στην εικόνα της Θεοτόκου. Αντίκρυσε τότε ένα εκπληκτικό θαύμα.
Η μορφή της Παναγίας ήταν ζωντανή. Το βρέφος Ιησούς που κρατούσε στα χέρια της πήρε και αυτό ζωή. Κίνησε το δεξί του χέρι και έκλεισε το στόμα της αγίας Μητέρας του, στρέφοντας προς αυτήν το φωτεινό πρόσωπό του.
Μια γλυκιά παιδική φωνή ακούστηκε να λέει: «Μη, Μητέρα μου, μην τους το λες. Άφησε τους να τιμωρηθούν, όπως τους αξίζει, γιατί αμελούν τα μοναχικά τους καθήκοντα».
Τότε η Κυρία Θεοτόκος με μεγάλη μητρική παρρησία προς τον μονογενή Υιόν της, σήκωσε ελαφρά το χέρι, συγκράτησε το χεράκι του, έκλινε λίγο προς τα δεξιά το θείο της πρόσωπο και επανέλαβε πιο έντονα : «Μην ανοίξετε σήμερα την πύλη της Μονής, αλλά αφού ανεβείτε στα τείχη, να διώξετε τους πειρατές…Και κοιτάξτε να μετανοήσετε, γιατί ο Υιός μου είναι οργισμένος μαζί σας». Επανέλαβε δε και για τρίτη φορά την προειδοποίηση: «Σήμερα, μην ανοίξετε την πύλη της Μονής…». Μετά το διάλογο η Κυρία Θεοτόκος και το Πανάγιο Βρέφος της αποκαταστάθηκαν πάλιν σαν εικόνα.
Ο Ηγούμενος γεμάτος θαυμασμό συγκάλεσε όλους τους Πατέρες, διηγήθηκε σ’ αυτούς τα υπερφυσικά γεγονότα που συνέβησαν και τους επανέλαβε τα λόγια που είχε ακούσει από τα χείλη της Παναγίας και του Θείου Βρέφους προς την Μητέρα του.
Όλοι με κατάπληξη στράφηκαν προς το μέρος της θαυματουργού εικόνας. Και η κατάπληξη τους αυξήθηκε. Η παράσταση της εικόνας είχε μεταμορφωθεί. Η σύνθεση μεταβλήθηκε ολοκληρωτικά και δεν έμοιαζε καθόλου με την παλαιά εικόνα. Διατηρήθηκε η μορφή όπως φαίνεται σήμερα. Η Παναγία να κρατά το χέρι του Χριστού κάτω από το στόμα της και να κλίνει το κεφάλι της δεξιά για να το αποφύγει. Η έκφραση του προσώπου της είναι γεμάτη απέραντη επιείκεια, αγάπη, συμπάθεια και μητρική στοργή. Ο Χριστός παρόλο που παριστάνεται ως βρέφος έχει αυστηρό πρόσωπο ως Κριτής.
Η εικόνα αυτή είναι πράγματι αχειροποίητος, διότι κατασκευάστηκε στη μορφή που είναι σήμερα, όχι από ανθρώπινο χέρι, αλλά από τη Χάρη του Θεού, μετά τη θαυματουργική επέμβαση της Παναγίας μας για τη διάσωση της Μονής. Ονομάστηκε «Παναγία Παραμυθία», δηλαδή Παρηγορήτρια. Και δικαίως· διότι όπως λένε οι προσκυνητές της Μονής, που δεν χορταίνουν να την βλέπουν, η θέα της γλυκιάς έκφρασης του προσώπου της Παναγίας ξεκουράζει, αναπαύει, γαληνεύει και παρηγορεί τη ψυχή του ανθρώπου.
Με το θαύμα αυτό φανερώνεται για άλλη μια φορά η μητρική παρρησία της Θεοτόκου στο να μεσιτεύει για τις αμαρτίες των ανθρώπων «προς τον Υιόν και Θεόν της» και οι σωτήριες πρεσβείες της με τις οποίες απαλάσσονται από τα δεινά που δίκαια τους αξίζουν για το πλήθος των αμαρτιῶν τους.
Η εικόνα μεταφέρθηκε στο ιδιαίτερο παρεκκλήσιο της Παραμυθίας. Μπροστά σ’ αυτήν οι μοναχοί διατηρούν ακοίμητο κανδήλι, ψάλλουν καθημερινά Παράκληση και τελείται κάθε Παρασκευή Θεία Λειτουργία. Παλαιότερα υπήρχε η συνήθεια οι κουρές των μοναχών να γίνονται σ’ αυτό το παρεκκλήσιο.
Με αυτή την εικόνα συνδέεται και ο βίος του Ὁσίου Νεοφύτου, ο οποίος διετέλεσε «προσμονάριος», δηλαδή φύλακας και διακονητής του παρεκκλησίου της Παραμυθίας.
Ο Ὅσιος βρισκόταν σε αποστολή και υπηρεσία εκ μέρους της Μονής για ένα χρονικό διάστημα σε κάποιο μετόχι της, στην Εύβοια. Εκεί αρρώστησε βαρειά. Παρακάλεσε τότε την Παναγία να τον αξιώσει να πεθάνει στη μονή της μετανοίας του. Άκουσε αμέσως τη φωνή της Παναγίας να του λέει: «Νεόφυτε, πήγαινε στη μονή σου και μετά από ένα χρόνο να ετοιμασθείς για την έξοδο σου από τη ζωή». Ευχαριστώντας θερμά την Παναγία ο Όσιος για την παράταση της ζωής που του δόθηκε, είπε στον υποτακτικό του να ετοιμασθούν για την επιστροφή στη μονή.
Πράγματι, μετά την παρέλευση ενός έτους, μια μέρα αφού κοινώνησε τα άχραντα μυστήρια, ανεβαίνοντας τη σκάλα μπροστά από το παρεκκλήσιο της Παραμυθίας, άκουσε πάλι τη φωνή της Παναγίας: «Νεόφυτε, ο καιρός της εξόδου σου έφθασε». Όταν πήγε στο κελλί του αδιαθέτησε και αφοῦ έλαβε συγχώρηση από όλους τους πατέρες της αδελφότητας, παρέδωσε το πνεύμα του στον Κύριο.
Σχόλια