Ο Παρακλητικός Κανών της Αγίας Άννης
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ψαλμός ρμβ΄ (142) Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄ . Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄ . Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῇ θεοφόρῳ ἐκτενῶς νῦν προσέλθωμεν, οἱ ταπεινοὶ ὡς ἀληθῶς καὶ προσπέσωμεν, ἐν κατανύξει κράζοντες θερμὼς ἐκ ψυχῆς, Ἂννα πολυΰμνητε, σπλαχνισθεῖσα σοῖς δούλοις’ πάσης ἡμὰς λύτρωσαι, προσβολῆς ἐναντίας, καὶ ἀπειλῇς δεινῶν παντοδαπὼν εἰς σὲ γὰρ πάντες, ἀεὶ ἐγκαυχώμεθα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν΄ (50) Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Ὠδή ἅ΄. Ἠχός πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐπίβλεψον ἄνωθεν εὐμενῶς προμῆτορ Κυρίου, καὶ ἐπόμβρησον δαψιλώς, τὰ ῥεῖθρα τοῦ θείου σοῦ ἐλέους, τοῖς προσιούσι θερμὼς ἐν τῇ σκέπῃ σου.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Παθῶν ἀκαθέκτων τὴν χαλεπὴν κατεύνασον ζάλην, καὶ παντοίων ἐπιφορῶν, τὴν ῥύμην ἀνάστειλον θέοφρον, σαῖς πρὸς Θεὸν ἱεραῖς παρακλήσεσιν
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἐν νόσοις σὲ εὕροιμεν ἰατρόν, φιλάγαθε Ἄννα, καὶ ἐν θλίψεσι πλατυσμόν, καὶ πύργον ἰσχῦος ἐν ἀνάγκαις, καὶ ἐν κινδύνοις ταχεῖαν ἀντίληψιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν .
Θεοτοκίον.
Ἐπίσκεψαι Δέσποινα συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, σὲ ὑμνούντας ἀνελλιπῶς, καὶ πᾶσι παρασχοὺ σωτηρίαν’ καὶ φωτισμὸν καὶ εἰρήνην καὶ ἔλεος.
Ὠδὴ γ’. Οὐρανίας ἄψῖδος.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Συμφορῶν καὶ κινδύνων, καὶ ἀναγκῶν ἔνδοξε, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ περιστάσεων, πάντας διάσωσον, τούς τῳ σεπτώ σου τεμένει, πόθῳ προσεδρεύοντας, καὶ σὲ γεραίροντας.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Ἐξ ἑφόδου παντοίας, βαρβαρικῆς πάνσεμνε καὶ δαιμονικὴς ἐπηρείας, καὶ ἐπιθέσεως, κακοποιούντων ἀνδρῶν, ῥυσαὶ τὴν ποίμνην σου ταύτην, τὴν ἐκ διαθέσεως, σὲ μεγαλύνουσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νοσημάτων παντοίων καὶ ἀλγεινῶν λύτρωσαι, τοὺς εἰλικρινῶς αἰτουμένους, τὴν σήν, ἀντίληψιν, Ἄννα φιλεύσπλαγχνε, ὅσα γὰρ θέλεις ἀνύεις, ὡς προμήτωρ ἔνθεος, τοῦ Παντοκράτορος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Ἡ ἐλπὶς ἢ βεβαία, τῶν γηγενῶν Ἄχραντε, καὶ ἡ ὀξυτάτη καὶ μόνη ἡμῶν βοήθεια, ῥυσαὶ δεόμεθα, τῆς πολυπλόκου κακίας, τοῦ δολίου δράκοντος, τοὺς σὲ δοξάζοντας
.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σοῦ, σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ θερμώς, ἀεὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἐπιβλέψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἦχος β’. Τὰ ἄνῳ ζητῶν. Πρεσβείαν τὴν σήν, ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ δοῦλοι σοῦ πανεύφημε, ἐκτενῶς βοῶμέν σοι, θεοδόξαστε Ἄννα προφθάσον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη προμήτωρ τοῦ ποιήσαντος.
Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Συνεχόμενοι πάντοθεν, καὶ δεινοῖς παντοίοις κλυδωνιζόμενοι, βοηθείας τῆς σῆς τύχοιμεν, Ἄννα οἱ προστρέχοντες τῇ σκέπῃ σου.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Τάς βουλὰς διασκέδασον, τῶν ὠρυομένων κατὰ τῆς ποίμνης σου, καὶ ματαίωσον δεόμεθα, τάς αὐτῶν ἐλπίδας Ἄννα πάνσεμνε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μὴ παρίδῃς θεόληπτε, τοὺς προσκαλουμένους σὲ εἰς βοήθειαν ἀλλὰ τάχυνον τοῦ ῥύσασθαι, τῆς παρενοχλούσης ἡμὰς θλίψεως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Συμφορῶν καὶ κακώσεων, καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, καὶ ποικίλων παραπτώσεων, Θεοτόκε σῷζε τοὺς ὑμνούντας σέ.
Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Ἴασαι ἡμῶν, τῶν σωμάτων τὰ συντρίμματα, καὶ τοῦ νοὸς τάς ἐκτροπὰς ἀγαθή, καὶ διανοίας διασκέδασον τὴν ζόφωσιν.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Αἴτησαι ἡμῖν, ἑπταισμένων τὴν συγχώρησιν, ἐλευθερίαν πολυτρόπων δεινῶν καὶ εἰρηναίαν παμμακάριστε κατάστασιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Πάσης ἀπειλῆς, καὶ παντοίας ἐλευθέρωσον, θέοφρον Ἄννα δυσχερείας ἡμᾶς, ὅπως ὑμνῶμεν ἀεὶ τὰ μεγαλεῖα σοῦ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Προστῆθι ἁγνή, τοῖς πιστῶς σὲ λιτανεύουσι, καὶ ἀσιγήτως σὲ γεραίρουσι, καὶ ὀρθοδόξως Θεοτόκον καταγγέλλουσιν.
Ὠδὴ ς’. Τὴν δέησιν
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Μὴ παύσῃ ὑπὲρ ἡμῶν πρεσβεύουσα, προνοοῦσά τε ἀεὶ καὶ φρουροῦσα πρὸς σὲ καὶ γὰρ παναοίδιμε Ἄννα, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοι σοῦ’ παντοίας οὖν ἐπιφοράς, ἀνωτέρους ἡμᾶς διατήρησον.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Ἐκ πάσης ἡμὰς ἀεὶ περισῷζε, συνοχῆς τε καὶ παντοίας ὀδύνης, καὶ χαλεπῆς ἐλευθέρωσον βλάβης, ψυχῆς ὅμου τε καὶ σώματος ἔνδοξε, ἰσχύεις γὰρ ὡς ἀληθῶς, ὡς προμήτωρ τοῦ πάντα ἰσχύοντος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐκ σάλου τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμὰς θεόληπτε Ἄννα, τῶν πονηρῶν λογισμῶν καταιγίδος, πρὸς γαληνότατον ὅρμον προσόρμισον, προνοία σου τῆς ἀγαθῆς, ἀγαθοῦ τε Δεσπότου προμήτορος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Θεοτοκίον.
Ὡς πάντων τὴν δεσποτείαν ἔχουσα, οἵα μήτηρ τοῦ τῶν πάντων Δεσπότου, δίδου ἡμῖν ἐγκλημάτων τὴν λύσιν, καὶ παθημάτων Ἁγνὴ ἀπολύτρωσιν, κινδύνων τε ἀπαλλαγήν, καὶ Θεοῦ βασιλείας οἰκείωσιν.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σοῦ σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ θερμὼς ἀεὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Κοντάκιον, ἦχος β’. Προστασία τῶν πιστῶν ἀκαταμάχητε, μεσιτεία πρὸς Θεὸν ἀμετακίνητε, μὴ παρίδῃς σῶν οἰκετῶν ἱκέσιον φωνήν, ἀλλ’ ἐπιβλέψον ὡς συμπαθής, εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς προστρεχόντων σοι, σῴζουσα ἐκ κινδύνων, καὶ σκέπουσα ἐκ παντοίων, πειρατηρίων χαλεπῶν, Ἄννα πάνσεμνε τοὺς δούλους σοῦ.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Ἀγαλλιάσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (ἡ΄. 16-21). Εἶπεν ὁ Κύριος• Οὐδείς, λύχνον ἄψας, καλύπτει αὐτόν σκεύει, ἤ ὑποκάτω κλίνης τίθησιν• ἀλλ’ ἐπί λυχνίας ἐπιτίθησιν, ἴνα οἱ εἰσπορευόμενοι βλέπωσι τό φῶς. Οὐ γάρ ἐστι κρυπτόν, ὁ οὐ φανερόν γενήσεται οὐδέ ἀπόκρυφον, ὁ οὐ γνωσθήσεται, καί εἰς φανερόν ἔλθη. Βλέπετε οὔν πώς ἀκούετε ὅς γάρ ἄν ἔχη, δοθήσεται αὐτῶ, καί ὅς ἄν μή ἔχη ,καί ὁ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτού Παρεγένοντο δέ πρός αὐτόν ἡ Μήτηρ καί οἱ ἀδελφοί αὐτοῦ, καί οὐκ ἠδύναντο συντυχεῖν αὐτῶ διά τόν ὄχλον. Καί ἀπηγγέλθη αὐτῶ, λεγόντων ἡ μήτηρ σου καί οἱ ἀδελφοί σου ἐστήκασιν ἔξω, ἰδεῖν σέ θέλοντες. Ὁ δέ ἀποκριθεῖς εἶπε πρός αὐτούς. Μήτηρ μου καί ἀδελφοί σου εἰσίν , οἱ τόν λόγον τοῦ Θεοῦ ἀκούοντες,καί ποιοῦντες αὐτόν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς σῆς Προγόνου, πρεσβείαις, ἐλεῆμον, ἐξαλεῖψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, ἐλεῆμον, ἐξαλεῖψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα. Ἐλέησον μὲ ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Μὴ παρίδῃς ἔνδοξε, τὴν ἀνυμνούσαν σὲ πίστει, καὶ πόθῳ γεραίρουσαν, καὶ ἀδιαλείπτως σὲ μεγαλύνουσαν, ἱερὰν ποίμνην σου, ἀλλ’ αὐτὴν Θέοφρον, ἀκοιμήτῳ προστασίᾳ σου, περιχαράκωσον, καὶ διαπαντὸς περιτείχισον, καὶ πάσαις ἀνεπιβατόν, ταῖς ἀντικειμέναις δυνάμεσιν, ἀνάδειξον ταύτην, πανεύφημε προμῆτορ τοῦ Χριστοῦ, ἐν σοὶ γὰρ αὔτη κρατύνεται, καὶ αὐχεῖ καὶ σῴζεται.
Ὠδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Πειρασμῶν ἀνηκέστων, συμφορῶν ἀδοκήτων, Ἄννα θεόκλητε μαστίγων πολυτρόπων, δεινῶν ὀλεθροτόκων, ῥυσαὶ πάντας τοὺς ψάλλοντας, ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Δυσμενείας παντοίας, καὶ δεινῆς προσδοκίας, καὶ πάσης ἔνδοξε, βουλῆς κακομηχάνου, περισῷζε τοὺς πίστει, εἰσαεῖ ἀναμέλποντας’ ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ψυχικὴν εὐεξίαν, καὶ σωμάτων τὴν ῥῶσιν, πᾶσι θεόληπτε, παρασχοὺ τοὺς ἐν πίστει, τῷ θείῳ σοῦ τεμένει, προσιούσι καὶ ψάλλουσιν? ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτόκιον.
Σηπεδόνας ψυχῆς μου, καὶ παθὼν ἀλγηδόνας, θᾶττον ἀφάνισον, καὶ ὅλον μὲ Παρθένε, ῥοπὴ τοῦ σου ἐλέους, σεσῳσμένον ἀνάδειξον, ὅπως ὕμνῳ σου ἀεί, τάς θείας δυναστείας.
Ὠδὴ η’. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Τοὺς ἐκ παντοίων, ἀνιαρῶν τρυχομένους, καὶ δεινοῖς ἀεὶ ἐταζομένους, λύτρωσιν θέοφρον, παρασχοὺ εἰς αἰῶνας.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπηνείας, προφθάσον καὶ ῥυσαί,, τοὺς σοῦς σεμνὴ οἰκέτας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τοὺς ἐν ποικίλοις, πειρατηρίοις τοῦ βίου, πολυτρόπως πάντοτε θέοφρον, περιστατουμένους, σῷζε εἰς αἰῶνας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
Θεοτοκίον.
Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ σου προστασίᾳ, ἀνεπηρέαστους, συντήρει εἰς αἰῶνας.
Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Τοὺς πίστει προσκυνοῦντας, τὴν σεπτὴν σορόν σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει, καὶ σῷζε Ἄννα φιλάγαθε.
Ἁγία Θεοπρομῆτορ Ἄννα πρέσβευε ὑπὲρ ἡμῶν
Ἐκ θείων ὑψωμάτων, μὴ ἐλλείπης ὅλως, θέοφρον Ἀννα ἡμᾶς ἐποπτεύουσα, καὶ τάς ἰάσεις ἀφθόνως πᾶσι βραβεύουσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μὴ παύσῃ συντηροῦσα ταύτην σοῦ τὴν ποίμνην, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων, Ἂννα πανθαυμαστέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον .
Ἐλπίς μου γλυκυτάτη, καὶ ἀναψυχή μου, καὶ τῆς ψυχῆς μου χαρὰ Παναγία, χαρὰς ἐκείνης μὲ δεῖξον πάναγνε μέτοχον.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ μεγαλυνάρια.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τὴν Ἁγίαν, τὴν προμήτορα τοῦ Χριστοῦ, τὴν ἀξιωθεῖσαν, γεννήσαι τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ Παναμώμητον.
Χαρίτων ὡς ἔμπλεως ἀγαθή, χαρίτωσον πάντας τοὺς ἐν πίστει σὲ ἀκλινεῖ, ἀνυμνολογούντας, καὶ πόθῳ προσκυνοῦντας, τῆς θείας κληρουχίας πάντας ἀξίωσον.
Τὸ θεῖον ἀγλάισμα τῶν πιστῶν, δικαίων τὸ κλέος, προπατόρων τὴν καλλονήν, τὴν ἐκλελεγμένην, καὶ κεχαριτωμένην, Προμήτορα τοῦ Λόγου, πάντες τιμήσωμεν.
Χαίροις χαριτώνυμε ἀληθῶς, χαίροις ἡ Προμήτωρ, τοῦ τῶν ὅλων Δημιουργοῦ, χαίροις ἡ τὰ κάτω, συνάψασα τοῖς ἄνω, τῷ θείῳ τοκετῷ σου, Ἅννα πανόλβιε.
Ταῖς θεοφεγγέσι μαρμαρυγαῖς, ἐκλελαμπρυσμένη, καὶ τοῦ κάλλους τοῦ νοητοῦ, κατεμφορουμένη, Θεοπρομῆτορ Ἄννα, μνημονεῦε τῶν πόθῳ, μνημονευόντων σοῦ.
Τοὺς περιπολούντας διηνεκῶς, τῷ θείῳ ναῷ σου, καὶ ὑμνούντας ἀνελλιπῶς, σοῦ τάς δυναστείας, Προμῆτορ τοῦ Κυρίου, παντοίας ἐπηρείας, πάντας διάσωσον.
Τὸν δεκαεξάριθμον καὶ σεπτόν, δῆμον τῶν Ὁσίων, εὐφημήσωμεν εὐλαβῶς, χαίρετε βοῶντες, τοῦ Ἄθω σεπτὰ κρίνα, καὶ Σκήτης τῆς Προγόνου Χριστοῦ οἱ φοίνικες.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
Τ ρισάγιον Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα... Καὶ νῦν..
.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα... Καὶ νῦν.. .
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἦχος πλ. β' Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα. ..
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα
Καὶ νῦν...
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Πάντων μνημονεύεις ἀγαθή, τῶν μνημονευόντων σοῦ πόθῳ, καὶ εὐφημούντων σέ, καὶ ἐκλιπαρούντων σὲ Θεοπρομῆτορ θερμώς, καὶ πρὸς σὲ μετὰ πίστεως, ἀεὶ ἀφορώντων, καὶ πρὸς τὴν ἀντίληψιν καταφευγόντων τὴν σὴν πάσης οὖν ἡμὰς ἐπηρείας, νόσων συμφορῶν καὶ κινδύνων, καὶ δεινῶν ἁπάντων ἐλευθέρωσον.
Ἕτερον ὅμοιον.
Πάντες σοὶ προσπίπτομεν πιστῶς, πάντες σὲ θερμὼς δυσωποῦμεν, Ἂννα φιλεύσπλαγχνε, πάντας ἡμὰς λύτρωσαι τῇ μεσιτεία σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων δεινῶν ἐπιθέσεων, καὶ ἀλγηδόνων πικρῶν, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ ἀρρωστημάτων ποικίλων, καὶ πολυειδῶν ἑτέρων θλίψεων.
Ἕτερον ὅμοιον.
Πάσης τῶν ἐθνῶν ἐπιδρομῆς, πάσης τῶν ἐχθρῶν κακουργίας, πάσης στενώσεως, πάσης περιστάσεως, πάσης κακώσεως, πάσης ἄλλης συμπτώσεως, παντοίας ἀνάγκης, ἐκ πάσης τε θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ πειρατηρίων τοῦ βίου, ῥυσαὶ τοὺς σοῦς δούλους Ἄννα ἔνδοξε.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Ακούστε την παράκληση εδω:
VIDEO
Το αριστερό πόδι της Αγίας Άννας
Η Ορθόδοξη Εκκλησία μας, τιμά τρεις φορές την Αγία Άννα κατά τη διάρκεια του εορταστικού κύκλου:
Στις 9 Δεκεμβρίου, τη Σύλληψή της,
στις 25 Ιουλίου την Κοίμησή της
και στις 9 Σεπτεμβρίου, μαζί με τον σύζυγό της Ιωακείμ.
Απολυτίκιον (Κατέβασμα)
Ἦχος δ’.
Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ᾽ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται θεόπαιδα· ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι᾽ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης Σύλληψιν, γεγενημένην ἐκ Θεοῦ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Οικία Αγίων Θεοπατόρων Ιωακείμ Άννας-Ιερουσαλήμ VIDEO
ΟΙΚΙΑ ΑΓΙΩΝ ΘΕΟΠΑΤΟΡΩΝ ΙΩΑΚΕΙΜ & ΑΝΝΑΣ - ΓΕΣΘΗΜΑΝΗ (ΙΕΡΟΣΟΛΥΜΑ) VIDEO
Αγία Άννα (Η μητέρα της Παναγίας)
Εορτάζει στις 9 Δεκεμβρίου
Βιογραφία
Για τη μητέρα της Θεοτόκου Άννα, δεν αναφέρουν τίποτα σχετικό τα Ευαγγέλια, ούτε τα υπόλοιπα βιβλία της Καινής Διαθήκης. Σύμφωνα όμως με την παράδοση της Εκκλησίας, ο Ιερέας Ματθάν, κάτοικος της Βηθλεέμ, απέκτησε τρεις θυγατέρες: τη Μαρία, τη Σοβή και την Άννα.
Η Μαρία, αφού παντρεύτηκε στη Βηθλεέμ, γέννησε εκεί την Ελισάβετ, τη μητέρα του Ιωάννη του Βαπτιστή.
Η Άννα παντρεύτηκε τον Ιωακείμ από τη Γαλιλαίο. Μετά από πολλά χρόνια ατεκνίας, απέκτησε κόρη, την Παρθένο Μαρία.
Η παράδοση αναφέρει ότι οι γονείς της την αφιέρωσαν στην υπηρεσία του Ναού της Ιερουσαλήμ, σε ηλικία τριών ετών. Αυτοί δε μετά από λίγα χρόνια πέθαναν.
Την Αγία Άννα τιμούσαν από τα αρχαία χρόνια. Το συμπεραίνουμε αυτό από διάφορους Πατέρες της Εκκλησίας, αλλά και από αρχαίους εκκλησιαστικούς ύμνους, που υπάρχουν προς τιμήν της μητέρας της Θεοτόκου. Επίσης, το έτος 550 μ.Χ., ο αυτοκράτωρ Ιουστινιανός, αφιέρωσε ναό στην Κωνσταντινούπολη...
Σχόλια