Μετάβαση στο κύριο περιεχόμενο

Ο Παρακλητικός Κανών και οι Χαιρετισμοί εις τον Άγιο Γρηγόριο τον Παλαμά, Αρχιεπίσκοπο Θεσσαλονίκης του Θαυματουργού

†Εορτάζεται στις 14 Νοεμβρίου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τοὺς παρεστῶτας τῇ σορῷ τῶν λειψάνων σου, καὶ ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους σου, ἐν συμπαθείᾳ οἴκτειρον σοὺς δούλους ἡμᾶς, κράζοντας καὶ λέγοντας· τὰς ἡμῶν ἱκεσίας, δέξαι καὶ ἀνάγαγε, εἰς τὸν Κτίστην τῶν ὅλων· μὴ ἀποστρέψῃς Ἅγιε κενούς, τοὺς σὲ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών.  

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς ὄργανον θεῖον τοῦ Παντουργοῦ, Γρηγόριε Πάτερ, ἱκετεύομεν σαῖς λιταῖς, ἀξίως ἀξίωσον ὑμνεῖν σε, τοὺς τὴν σορόν σου κυκλοῦντας τὴν πάντιμον.

Ψυχῶν καὶ σωμάτων τοὺς πειρασμούς, ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνῃ διαβιοῦν, τὴν ποίμνην σου ταύτην ἧς προέστης, ἀδιαλείπτως Γρηγόριε πρέσβευε.

Χριστὸν ὁλοψύχως ἠγαπηκώς, παντὸς ἀντηλλάξω, μεγαλέμπορος γεγονώς· διὸ μιμητάς σου ἡμᾶς πάντας, τοὺς προσιόντας σοι πίστει ἀνάδειξον.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσάν Σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, Σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγίας ἐκείνης τῆς ὑπὲρ νοῦν ἄνωθεν, ἧσπερ ἐνεπλήσθης ἀῤῥήτως, καὶ ὑπερέλαμψας, ὡς ἄλλος ἥλιος, ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καὶ ἡμᾶς ἀξίωσον, Πάτερ Γρηγόριε.

Τρικυμίαις τοῦ βίου κατακλυσθείς κράζω σοι· σοῦ τῇ μεσιτείᾳ παμμάκαρ, δεῖξον ἀνώτερον, τῆς καταιγίδος με, καὶ ἀγαθὸς κυβερνήτης, τοῦ λοιποῦ με γένοιο, Πάτερ Γρηγόριε.

Ὑψηλός σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δὲ σὴ σοφία ὑπέρλαμπρος, ὡς οὐράνιος· ὅθεν ἡ χάρις σε, εἰς τὴν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἅπασιν, εἴης Γρηγόριε.

Θεοτοκίον.
Ἱκετεύω Παρθένε τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, Σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, Θεομακάριστε.

Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν θερμὴν καὶ κραταιὰν βοήθειαν, αἰτοῦμεν ἐκ σοῦ, οἱ θλίψεσι πυρούμενοι, ἐκτενῶς βοῶντες καὶ λέγοντες· εὐσυμπάθητε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς πόθῳ τιμῶντας τὴν μνήμην σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σοὶ προσπίπτομεν Ἅγιε, καὶ τὴν προστασίαν σου ἐξαιτούμεθα, δίδου πᾶσι τὰ αἰτήματα, καὶ πταισμάτων λύσιν Χριστομίμητε.

Παραμύθιον ἔχει σε, ὁ Θεσσαλονίκης λαὸς καὶ καύχημα· τὴν γὰρ μνήμην σου γεραίροντες, τοὺς ἐχθροὺς τροποῦνται τοὺς τῆς Δύσεως

Ῥωμαλαίῳ φρονήματα, πρὸς τοὺς ἐκ τῆς Ἄγαρ ἀχθεὶς ἐνήθλησας, καὶ ὡς Μάρτυρα ἀναίμακτον, ὁ Χριστὸς δοξάζει σε Γρηγόριε.

Θεοτοκίον.
Ἀπολαύοντες Πάναγνε, τῶν Σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές Σε Θεομήτορα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρησον ἡμῖν, ὑετοὺς τοὺς τῶν θαυμάτων σου, καὶ τὰς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἵνα καρπόν, προσάγωμέν σοι τὴν εὐλάβειαν.

Ξένα καὶ φρικτά, ἡ πανίερος διήγησις, ἀνακηρύττει σου τὰ θαυμάσια, ἐξ ὧν μετάδος, τοῖς δούλοις σου Δέσποτα.

Νέον σε πλουτεῖ, κατὰ Παῦλον ἀρχιτέκτονα, ὁ λογικὸς τῆς Ἐκκλησίας ναός· ὅθεν κραυγάζω σοι· θεῖον κἀμὲ δεῖξον τέμενος.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ Σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μωρίαν, τοῦ Βαρλαὰμ ἀπέδειξας, καὶ σαθρὰν τὴν ἐπιστήμην θεόφρον, τὴν ἐν Θαβώρ, καταστρέφουσαν δόξαν, καὶ τῷ φωτὶ τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου ἐκτενῶς, τὴν ψυχήν μου ἀξίαν ἀνάδειξον.

Λαλεῖταί σου, πανταχοῦ τὸ ἔνθεον, καὶ πανίερον καὶ ἔνδοξον τέλος· καὶ γὰρ τὸ φῶς, ᾧ συνεῖπας εὐσθενῶς, τὴν σὴν σκηνὴν καταλάμψαν ἐδόξασε, καὶ ἔδειξεν ὡς ἀληθῶς, Πρωτομάρτυρος χρῶτα τὸ εἶδός σου.

Κακίστην, καὶ δυσσεβῆ ἀπήλεγξας, τὴν προσθήκην ἐν Συμβόλῳ τῷ θείῳ, θεολογῶν, καὶ δεικνύων ἀφύκτως, τὴν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι· διδάσκαλον οὖν ἡ σεπτή, Ἐκκλησία πλουτεῖ σε Γρηγόριε.

Θεοτοκίον.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν Σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί Σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους σου θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τὴν σορόν σου πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασίαν ἐν τοῖς πειρασμοῖς σὲ κεκτήμεθα, σὲ μεσίτην πρὸς τὸν Ποιητὴν προβαλλόμεθα, οἱ κατάκριτοι καὶ ὑπεύθυνοι κακῶν πολλῶν, καὶ νῦν πρόφθασον, θεῖε Πάτερ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ ῥῦσαι παθῶν παντοίων, ποίμνην ὅλην δεομένην σου.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μέγαν ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, Γρηγόριε Δέσποτα, ἡ σὴ ποίμνη ἔχουσα, τὴν σὴν λάρνακα, καὶ πιστῶς ᾄσμασι, τὴν σεπτὴν σήμερον, καταστέφει καὶ γεραίρει σου, μνήμην τὴν πάντιμον, καὶ τὴν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν τιμὴν τῶν λειψάνων σου· θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μὴ νῦν παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.

Σῶσον ὁ Θεός τόν λαόν σου …..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν σε προστάτην, ἐκ Θεοῦ εὑραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν κόλποις, ἐχέγγυον ἀγάπης, τὴν σορὸν τῶν λειψάνων σου, ἀναβοῶσα πιστῶς· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θελητὴν τοῦ ἐλέους, σὺ ἐκήρυξας πᾶσι Χριστὸν τὸν Κύριον, ῥυσθῆναι γοῦν κινδύνων, λοιμοῦ καὶ ἀνομβρίας, τοὺς βοῶντας ἱκέτευε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἡμέρας ἀνεσπέρου, καὶ φωτὸς ἀϊδίου υἱὸς γενόμενος, τοὺς πίστει προσιόντας, τῇ λάρνακί σου μάκαρ, ἀναμέλπειν καταύγασον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν Σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἐκκλησίας, τὸν οὐρανὸν καταλάμπων, ὡς ἀστὴρ ἀπλανὴς διασώζεις, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν ἰαμάτων, σὲ ἐνεργὸν πᾶς τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, τὰ λείψανά σου Πάτερ.

Θεσσαλονίκη, σὲ ὡς ποιμένα γεραίρει, Ἐκκλησία δὲ πᾶσα κηρύττει, καὶ ἀνακροτεῖ σοι, τοὺς θείους σου ἀγῶνας.

Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε· ὅθεν Σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐῤῥέτωσαν καθάπαξ, οἱ θεομαχοῦντες, καὶ τὴν σὴν δόξαν ἐκδίκως ἐκβάλλοντες· ὁ γὰρ Χριστὸς σὲ δοξάζει, φρικτοῖς ἐν θαύμασι.

Λαμπρῶς ἡ Ἐκκλησία, ἄγει σου τὴν μνήμην, τῶν γὰρ ἐχθρῶν ἀπελέγχει τὸ δύσφημον, ὡς προτιθεῖσα τὴν λάρνακα, τῶν λειψάνων σου.

Ἑκάστῳ τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τὴν ποίμνην σου, ἐλευθέρωσον.

Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἁγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, Σὲ καταγγέλλοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν θεῖον Γρηγόριον οἱ πιστοί, πάντες συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ὄντως ποιμένα, τοῖς πράγμασι φανέντα, καὶ στόμα ἀληθείας, καὶ φωτὸς κήρυκα.

Προσέλθωμεν ἄνθρωποι ἐκ ψυχῆς, ἁψώμεθα πάντες, μετὰ πίστεως τῆς σοροῦ, τῶν θείων λειψάνων, τὴν λύσιν ἐξαιτοῦντες, παντοίων ἀλγηδόνων, καὶ πάσης θλίψεως.

Φρούρησον τὴν ποίμνην σου ὁ καλός, ἄγρυπνος προστάτης, τὴν κυκλοῦσάν σου τὴν σορόν, καὶ ῥῦσαι κινδύνων, καὶ πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.

Ἵλεως γενοῦ μοι σοὶ ἐκβοᾷ, Θεσσαλονικέων, ὁ πιστότατός σου λαός, Γρηγόριε Πάτερ, ταῖς ἱεραῖς λιταῖς σου, μετὰ τοῦ Μυροβλήτου, ἡμᾶς περίσωζε.

Πᾶσαι  τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τὴν ἱερὰν θήκην τῶν λειψάνων σου, ἐν τῇ μνήμῃ σου αἴροντας σήμερον, μὴ καταισχύνῃς ἡμᾶς, ἀναξίους ὄντας τῆς σῆς ἁγιότητος, ἀλλ’ ἀξίωσον ἀκατακρίτως αὐτῆς ἐφάπτεσθαι, τὸν πόθον ἀφοσιουμένους, ὃν πρὸς σὲ ἀνατείνομεν πάντες, ἐκλιπαροῦντες καὶ λέγοντες· μὴ παύσῃ πρεσβεύων Ἱεράρχα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.


°°°°°°°°°°°°°°°°°°°°°°°°°°


Χαιρετισμοί εις τον Άγιο Γρηγόριο τον Παλαμά

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεολόγε, ἀλλ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν  ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν Χαῖρε, μύστα τῆς χάριτος.

Ἄγγελος τῶν ἀῤῥήτων ἐπὶ γῆς ἀνεφάνης, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλων (γ΄). Ταῖς τῶν Ἀσωμάτων φωναῖς, νοΐ ἐν ἀνθρωπίνῳ καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς καὶ βοᾶν σοι θεοῤῥῆμον ἔπεισας ταῦτα:

Χαῖρε, δι οὗ τὸ σκότος ἠλάθη
χαῖρε, δι οὗ τὸ φῶς ἀντεισῆλθε.
Χαῖρε, τῆς ἀκτίστου θεότητος ἄγγελε
χαῖρε, τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.
Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ δόξαν εἰπών
χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν δηλῶν.
Χαῖρε, ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας
χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.
Χαῖρε, φωστήρ, ὁ δείξας τὸν ἥλιον
χαῖρε, κρατήρ, τοῦ νέκταρος πάροχε.
Χαῖρε, δι οὗ ἡ ἀλήθεια λάμπει
χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος.

Χαίροις Πάτερ Γρηγόριε.

Βλέπων ἐπαιρομένους καὶ λαλοῦντας εἰς ὕψος, κατὰ Θεοῦ βλασφημίαν Βαρλαάμ, καὶ τοὺς περὶ αὐτόν, ζηλῶν ἐζήλωσας ζῆλον τὸν ἅγιον, ἐγερθεὶς οὖν πάντας ἀπέκτεινας, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ψάλλων

Ἀλληλούϊα

Γέγονας ἐν μεθέξει τῆς ἀΰλου οὐσίας, νοΐ καθαρωτάτῳ σου Πάτερ, διὸ εἶναι μεθεκτὴν αὐτήν, ἐν χαρίσμασιν μόνον διδάσκεις φιμῶν ἀντιδοξοῦντας, διὸ καὶ ἡμεῖς σοι ἀναβοῶμεν

Χαῖρε, ἐχθροῦ τοῦ κοινοῦ διῶκτα
χαῖρε, πιστῶν κατ αὐτοῦ ἀλεῖπτα.
Χαῖρε, κακοτρόπων ὁ τρέπων τὰς φάλαγγας
χαῖρε, τῶν πιστῶν ὁ φρουρῶν τὰ συστήματα.
Χαῖρε, ὄντως ναῦς μυρίολβε, φόρτον φέρουσα Χριστόν
χαῖρε, φάρε, ὁδηγῶν ἡμᾶς, εἰς λιμένας γαληνούς.
Χαῖρε, χριστομιμήτως πειρασμοὺς ὑπομείνας
χαῖρε, ὁ ἀριστεύσας, ἐν καιροῖς τοῖς ἐσχάτοις.
Χαῖρε, σκηπτός, ὁ φλέξας κακόφρονας
χαῖρε, πρηστήρ, τεφρώσας ἀσέβειαν.
Χαῖρε, δι οὗ Βαρλαὰμ ἀπεκτάνθη
χαῖρε, δι οὗ ὁ Ἀκίνδυνος θλᾶται.

Χαίροις Πάτερ Γρηγόριε.

Δόξαν τῆς Ἐκκλησίας, στόμα θεολογίας, καινὴν ὁμολογίας τε  γλῶσσαν καὶ δογμάτων ὁρθῶν, ποταμὸν σὲ κηρύττομεν πρὸς ὃν ἄρδην ἐντυχὼν Βαρλαὰμ ἀπεπνίγη, μὴ εἰδὼς προσάδειν

Ἀλληλούϊα

Ἔγνωσταί σοι θεόθεν, τὸ μακάριον τέλος, ὀφθεὶς γὰρ παραδόξως, καθ ὕπαρ ὁ Χρυσόστομος μάκαρ, καὶ πρὸς ἑαυτὸν σὲ καλῶν σαφῶς, ὡς φίλον καὶ ὁμότροπον, ἐν ὕμνοις καταστέφω δὲ εἰκότως σοι προσεῖπε

Χαῖρε, τερπνὸς τῆς Τριάδος οἶκος
χαῖρε, φαιδρὸς Ἐκκλησίας λύχνος.
Χαῖρε, τοῖς ἀγῶσι τῶν Μαρτύρων ἐφάμιλλε
χαῖρε, τῶν Ἀγγέλων Θεοῦ ὁμοδίαιτε.
Χαῖρε, ὅτι ἐκ νεότητος, Χριστοῦ ἦρας τὸν ζυγόν
χαῖρε, πάθος τὸ σωτήριον, κολπωσάμενος φαιδρῶς.
Χαῖρε, ὁ τῶν βαρβάρων τὴν μανίαν μὴ δείσας
χαῖρε, ὀ τῶν ἀνόμων τὰς ἑνέδρας συντρίψας.
Χαῖρε, δεινῶν αἰρέσεων πέλεκυς
χαῖρε, δριμὺς ἀνόμων ὁ ἔλεγχος.
Χαῖρε, θερμὴ πρὸς Θεὸν μεσιτεία
χαῖρε, κοινὴ τῶν πιστῶν προστασία.

Χαίροις Πάτερ Γρηγόριε.

Ζηλωτὴς εὐσεβείας, μειωτὴς ἀσεβείας ἐφάνης ὦ Γρηγόριε Πάτερ, καὶ γὰρ τοὺς τολμήσαντας εἰπεῖν τῆς θεότητος, θείας ἐνεργείας εἶναι κτιστάς, ἀπεστόμωσας Συνόδων τετρακτύϊ κράζων

Ἀλληλούϊα

Ἤττηται κατὰ κράτος, θὴρ ἑσπέριος ὄντως, δυνάμει προσβαλών σου τῶν λόγων, τὸ γὰρ γλώττης σου πῦρ μὴ φέρων πρὸς Λατίνους, ὅθεν ἦκε φυγὰς ὤχετο, οὗ τῆς κακουργίας ῥύου Πάτερ τούς σοι ἐκβοῶντας

Χαῖρε, θηρὸς Βαρλαὰμ τὸ πλῆγμα
χαῖρε, διπλοῦν Ἀκινδύνου ξίφος.
Χαῖρε, τὴν ὀφρὺν ταπεινώσας τῆς Δύσεως
χαῖρε, τῆς ἑώας κρατύνας τὰ δόγματα.
Χαῖρε, γλῶσσα ἡ ἐλέγξασα, κακουργίας Δυτικῶν
χαῖρε, κῆρυξ ὁ νεοφανής, τἀληθῆ διατρανῶν.
Χαῖρε, ὅτι ὑπάρχεις, ἑσπερίων ἡ θραῦσις
χαῖρε, ὅτι ὑπάρχεις, τῆς ἑώας ἡ βάσις.
Χαῖρε, τοῦ σκότους πλήξας τὰ ἔκγονα
χαῖρε, φωτὸς υἱοὺς ὡς ἐλάμπρυνας.
Χαῖρε, δεινὰς ἐκτεμὼν γλωσσαλγίας
χαῖρε, σπορὰν ἐκριζῶν ζιζανίων.

Χαίροις Πάτερ Γρηγόριε.

Θεωθεὶς διανοίᾳ, θεοφόρος ἐγένου, διὸ καὶ καταλλήλως διδάσκεις, τὴν κρυπτὴν τῆς καρδίας εὐχήν, φυλακὴν νοός τε μυστικὴν θέωσιν, καὶ θεωρίαν ἄϋλον, βαβαί! Δι ἧς Θεῷ βοῶμεν

Ἀλληλούϊα

Ἰωάννης ὁ μέγας Θεολόγος, ὀφθείς σοι, Ἀγγέλων ἀρωγὴν τῆς Παρθένου, θεόθεν ἣν ἐζήτεις καμών, λύων τῆς ψυχῆς σου συνοχήν, καὶ θείας εὐφροσύνης ἐμπιπλῶν σε, ᾖδε ταῦτα, ὦ εὐλογήμενε

Χαῖρε, πτηνόν, τὸν πόλον βατεύων
χαῖρε, ἰχθύς, Ἰησοῦν συμβολίζων.
Χαῖρε, θεολόγων ἁπάντων ἀνάπτυξις
χαῖρε, τῶν κλεινῶν Ἀποστόλων ὁμότροπος.
Χαῖρε, πτόρθος ὁ τοῦ Ἄθωνος, μοναστῶν ἠ καλλονή
χαῖρε, Κόρης τῆς Θεόπαιδος, φίλος ὀ ἀγαπητός.
Χαῖρε, ὅτι ὑπάρχεις, τῶν δογμάτων ἡ στάθμη
χαῖρε, ὅτι ὑπάρχεις, ἁγιότητος τύπος.
Χαῖρε, ἀκίς, ἰχνεύων κακόφρονας
χαῖρε, λαμπτήρ, ἐκλάμπων τὰς χάριτας.
Χαῖρε, δι οὗ πιστῶν δῆμοι σκιρτῶσι
χαῖρε, δι οὗ ἐχθρῶν στίφη θρηνοῦσι.

Χαίροις Πάτερ Γρηγόριε.

Κύριλλον σὺν Μαξίμῳ, Ἀθανάσιον ὄντως, Βασίλειον σὺν τῷ Χρυσοστόμῳ, Γρηγορίους σὺν Δαμασκηνῷ, ἅπαντας Γραφῶν ἑρμηνευτάς, συνοδικῶς ἐκήρυξας, αἰσχύνας Βαρλααμίτας, κραυγάζων

Ἀλληλούϊα

Λόγοις σου θεοπνεύστοις, Παραδόσεις ἁγίας, κρατύνας Ἐκκλησίας στηρίζεις, κυρώσας δὲ πᾶσαν τῶν Ἱεραρχῶν Γραφήν, ἐξαίρεις τε συλλήβδην τὴν σεπτὴν θεολογίαν, διὸ νῦν ἀκούεις ταῦτα

Χαῖρε, ὁμότροπε Βασιλείου
χαῖρε, συνόμιλε τοῦ Κυρίλλου.
Χαῖρε, τὴν σοφίαν Μαξίμου κτησάμενος
χαῖρε, τοῦ Δουκὸς Δημητρίου συγκάθεδρε.
Χαῖρε, ὅτι τὸ χρυσόῤῥειθρον Χρυσοστόμου εὐμοιρεῖς
χαῖρε, των συνωνυμούντων σοι, τὴν ἀγχίνοιαν πλουτῶν.
Χαῖρε, Ἀθανασίῳ ὁ ὅμοιος ἀγῶσι
χαῖρε, τοῦ Δαμασκόθεν, ὁ ἐφάμιλλος ζήλῳ.
Χαῖρε, αὐτοὺς δοξάσας τοῖς λόγοις σου
χαῖρε, ὅτι αὐτῶν τὸν ζῆλον ἐζήλωσας.
Χαῖρε, τὸ θεῖον ἀντίτυπον τούτων
χαῖρε, τὸ κῦρος ἁπάντων Πατέρων.

Χαίροις Πάτερ Γρηγόριε.

Μονάδα τῇ οὐσίᾳ, καὶ Τριάδα προσώποις, τὴν ἄκτιστον ἐκήρυξας φύσιν, διαιρῶν ἀχωρίστως σοφέ, καὶ ἑνῶν ἀσυγχύτως τῇ θεοσοφίᾳ σου, διὸ καὶ ἀπεμώρανας τὰ Ἑλλήνων φρονοῦντας, κράζων

Ἀλληλούϊα

Νέος ἀστὴρ ἐφάνης, θαυμαστῶς ἀνατέλλων, ἐν Ὄρει τῷ σεπτῷ τῆς Παρθένου, Μοναστῶν ἐκλαμπρύνων χορούς, ἀρετῶν σου φέγγει θεῖε Γρηγόριε, ὑφ οὗ καὶ φωτιζόμενοι, ὑμνοῦσί σε οὕτω βοῶντες

Χαῖρε, δι οὗ κομπάζει ὁ Ἄθως
χαῖρε, δι οὗ αὐχοῦσι μονῶται.
Χαῖρε, τὸ ἡδύπνοον ἄνθος τοῦ Ἄθωνος
χαῖρε, Θεοτόκου θεράπων ὁ γνήσιος.
Χαῖρε, ἄστρον τὸ ἐξ Ἄθωνος, ἀπαστράψαν φαεινῶς
χαῖρε, σφαῖραν τὴν περίγειον, τὸ φωτίσας τηλαυγῶς.
Χαῖρε, ὁ κλεινὸς ὄρπηξ, τῆς ὐπεράγνου Κόρης
χαῖρε, ὁ θερμὸς αὖθις τῆς Θεόπαιδος λάτρις.
Χαῖρε, εἰκὼν ἡ βρύουσα χάριτας
χαῖρε, μορφή, ἀΰλων ἐμπνεύσεων.
Χαῖρε, αὐγὴ φεγγοβόλε τοῦ Ἄθω
χαῖρε, αὖχος ἀσκητῶν τε καὶ κλέος.

Χαίροις Πάτερ Γρηγόριε

Ξενοτρόπως ἐνήργει, ἐπὶ σὲ θεοφόρε, ἡ χάρις τῶν θαυμάτων τοῖς πᾶσι, καὶ γὰρ πίστει τοὺς νοσοῦντας οἱ λαοί, πρὸ τῶν ποδῶν σου ῥίπτοντες ἐλάμβανον αὐτίκα ὑγιαίνοντας, ὦ χάριτος! Θεῷ βοῶντες

Ἀλληλούϊα

Οἶκον φωτὸς ἁγίου, καὶ πηγὴν θαυμασίων, καὶ βρύσιν ἱερῶν χαρισμάτων, καὶ κοινὸν ἰατρεῖον τὸν ναόν σου ἐγνωκότες οἱ πιστοί, προστρέχοντες λαμβάνουσι τὴν ἴασιν, ψυχῶν καὶ τῶν σωμάτων, βοῶντες

Χαῖρε, κοινὸν ἰατρεῖον πάντων
χαῖρε, ἀκέστωρ δοτὸς θεόθεν.
Χαῖρε, Βυζαντίου βλαστὸς ἁγιώτατος
χαῖρε, τῆς κρυπτῆς προσευχῆς, ὀ διδάσκαλος.
Χαῖρε, ὅτι τὸν παράφρονα κατεβάλου Βαρλαάμ
χαῖρε, ὅτι τὸν Ἀκίνδυνον, πολυκίνδυνον δηλοῖς.
Χαῖρε, Θεσσαλονίκης κραταιὲ πολιοῦχε
χαῖρε, τῆς Ἐκκλησίας, ἀδιάῤῥητον τεῖχος.
Χαῖρε, Χριστοὺ ὁ πάνυ ἐράσμιος
χαῖρε, Πατέρων ὁ πολυέραστος.
Χαῖρε, πιστῶν τὸ ἀνέδρευτον ἔρκος
χαῖρε, πιστῶν ἀδιάψευστος πρέσβυς.

Χαίροις Πάτερ Γρηγόριε.

Πᾶσας ἐν τῇ ἀΰλῳ, βιοτῇ σου φυλάξας, τὰς θείας ἐντολὰς τοῦ Κυρίου, γεγονὼς δ ἐγκρατείας κανών, καὶ στάθμη ἁγιωσύνης πάνσοφε, ἐξέπληξας ἅπαντας καὶ κραυγάζειν ἤγειρας τῷ Κυρίῳ

Ἀλληλούϊα  

Ῥητορεύων καθεῖλες, δεινοὺς ῥήτορας πλάνης, φρονοῦντας τὰ Μαρκίωνος, ὅθεν καὶ πολλοὺς πλανηθέντας ἔπεισας, ἀεὶ εὔχεσθαι καὶ μὴ μόνον τὸ Πάτερ ἡμῶν, ὡς οὗτοι οἴοντο, ἡμεῖς ὅμως βοῶμεν

Χαῖρε, ποιμὴν τῆς Θεσσαλονίκης
χαῖρε, τὸ θαῦμα τῆς Θετταλίας.
Χαῖρε, τοὺς κομψοὺς ὁ φιμώσας Μαρκίωνος
χαῖρε, ἑσπερίων φαυλίσας τὴν ἄνοιαν.
Χαῖρε, νήψεως διδάσκαλε, ἀνεφίκτων ἑρμηνεῦ
χαῖρε, πρόβολε τῆς πίστεως, εὐσεβείας ὁδηγέ.
Χαῖρε, χριστομιμήτως πειρασμοὺς ὑπομείνας
χαῖρε, ὁ ἀριστεύσας ἐν ἐσχάτοις τοῖς χρόνοις.
Χαῖρε, σκηπτός, ὁ φλέξας κακόφρονας
χαῖρε, χιτών, πενήτων σωτήριος.
Χαῖρε, σεπτὲ χρυσολόγε ὡς ὄντως
χαῖρε, σοφὲ χριστοκῆρυξ θεόφρων.

Χαίροις Πάτερ Γρηγόριε.

Σώζεις τὴν Ἐκκλησίαν, δυτικῶν ἐκ τῆς πλάνης, καὶ ἐκ πάσης αἰρέσεως Πάτερ, πάνσοφα συγγράμματα αὐτῇ καταλελοιπώς, ἅπερ κατέχουσα, ἐνδυναμοῦται τρέπουσα ἐχθρῶν παρεμβολάς, καὶ ἐκβοῶσα

Ἀλληλούϊα

Τοῦ σοφοῦ Δημητρίου ὦ Γρηγόριε Πάτερ, ἐπλούτησας τὴν χάριν θεόθεν, καὶ τῷ μύρῳ σοφὲ νοητῶς, χρισθεὶς ἀρχιερεύς, τὴν ποίμνην αὐτοῦ ἄριστα ἐποίμανας πανάγιε, ὑφ ἧς ἱερουργὲ ἀκούεις

Χαῖρε, ὀσμὴ ἐξ Ἐδὲμ χυθεῖσα
χαῖρε, ῥοή, πανευόσμου μύρου.
Χαῖρε, λογογράφε, λογίων τοῦ Πνεύματος
χαῖρε, ἀρετῶν ἀπασῶν τὸ κειμήλιον.
Χαῖρε, ὅτι ἀνατέθεικας, Θεοτόκῳ σὴν ζωήν
χαῖρε, ὅτι ὡς ἐπόθησας, Αὐτὴν ἔσχες βοηθόν.
Χαῖρε, ὁ τὰς ἑνέδρας Βαρλαάμ, διαῤῥήξας
χαῖρε, ὁ σοφιστείας Ἀκινδύνου ἐλέγξας.
Χαῖρε, ζωῆς ἀμείνονος μέτοχε

χαῖρε, τρυφῆς ἀκηράτου ἐχέγγυε.
Χαῖρε, δι οὗ ἐναβρύνεται Ἄθως
χαῖρε, δι οὗ ἐπαινεῖται τὸ Ὄρος.

Χαίροις Πάτερ Γρηγόριε.

Ὑετὸν ἡμῖν ῥάνον, τῶν χαρίτων σου Πάτερ, καὶ δρόσον Ἀερμώνειον θείαν, καὶ γὰρ ὄρη Σιὼν νοητά, ἀρετῶν ὑψωθῆναι, οὐκ ἰσχύομεν ὡς δεῖ, ἐγκωμιάσαι σε οἱ τλήμονες ἡμεῖς, ὅμως βοῶμεν

Ἀλληλούϊα

Φωτὸς θείου πληροῦται, οἱ καλῶς μελετῶντες, τὰς θείας καὶ πανσόφους σου δέλτους, καὶ γὰρ ἄλλος καθάπερ Μωϋσῆς, ἔλιπες Δεκάλογον ἡμῖν, ὑφ οὗ πρὸς ζωὴν καθοδηγούμενοι, ὑμνοῦμέν σε βοῶντες οὗτω

Χαῖρε, τοῦ οὐρανοῦ ἡ διόπτρα
χαῖρε, τοῦ Πόλου ὁ πολυπράγμων.
Χαῖρε, ταπεινώσεως βάθος ἀμέτρητον
χαῖρε, τίμιον ἀρετῶν τὸ θησαύρισμα.
Χαῖρε, ὅτι τὸ Θαβώριον φῶς, ἀπρόσιτον σὺ φής
χαῖρε, ὅτι ἀπεστόμωσας, τοὺς ληροῦντας ὡς κτιστόν.
Χαῖρε, ὅτι ὑπάρχεις, Ἀρχιερέων τὸ κλέος
χαῖρε, ὅτι ὑπάρχεις, μοναζόντων προστάτης.
Χαῖρε, ψυχῶν ἡμετέρων, ἴασις
χαῖρε, παθῶν τῶν ἐχθίστων μείωσις.
Χαῖρε, λαῶν ἀταξίαν στορέσας
χαῖρε, εἰρήνην τοῖς πᾶσιν βραβεύσας.

Χαίροις Πάτερ Γρηγόριε.

Χάριν σὴν οἱ Λατίνων ποτὲ μάταιοι παῖδες, ὑβρίζοντες κατήλεγχον ἅμα, ἀγιότητα Πάτερ τὴν σήν, ἀλλ ἡ θεία δίκη ἐνδίκως φθάσασα, βυθῷ τούτους παρέδωκε, διδάξασα πολλοὺς Κυρίῳ ᾄδειν

Ἀλληλούϊα

Ψάλλει σοι θεῖον ὕμνον, ἡ σὴ ποίμνη θεόφρον, κυκλοῦσα τὴν σορὸν τῶν λειψάνων, ἀσπαζομένη τε πιστῶς, αἰτεῖ τὴν σεπτήν σου χάριν, Πάτερ Γρηγόριε, ἣν δαψιλῶς νῦν δώρησαι, ἵνα βοᾶ σοι σωζομένη ταῦτα

Χαῖρε, ὁ μύστης Θεοῦ σοφίας
χαῖρε, τῆς κρείττω θυσίας θῦτα.
Χαῖρε, ῥιζοτόμε αἰρέσεων ἄριστε
χαῖρε, φυτοκόμε ἐσθλῶν περιδέξιε.
Χαῖρε, θεῖον οἰκητήριον, προσευχῆς καρδιακῆς
χαῖρε, ἔσοπτρον ἐμφάσεων, τῆς Τριάδος ἀκραιφνές.
Χαῖρε, τοῦ φιλοσόφου Γρηγορᾶ καθαιρέτα
χαῖρε, θεομαχίαν τὴν αὐτοῦ, καταστρέψας.
Χαῖρε, ψυχὰς πλουτίζων ἐν πνεύματι
χαῖρε, πιστούς, ὁ ἄρδων χαρίσμασι.
Χαῖρε, ψυχῶν ἡμετέρων γαλήνη
χαῖρε, φρενῶν κακοτρόπων ἡ ζάλη.

Χαίροις Πάτερ Γρηγόριε.

Ὤ Γρηγόριε Πάτερ, θεολόγων ἀκρότης, κανὼν ἱερωσύνης καὶ δόξα (γ΄), τόνδε ὕμνον πενιχρὸν ἡμῶν, προσδεξάμενος λύτρωσαι ἡμᾶς.

Καὶ αὐθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε Θεολόγε, ἀλλ ὡς νοῦς νοΐ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν  ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν Χαῖρε, μύστα τῆς χάριτος.

Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, διάνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με τὰ λόγιά Σου καὶ συνιέναι καὶ ποιῆσαι τὸ θέλημά Σου, ὅτι πάροικός εἰμι ἐν τῇ γῇ.

Μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὰς ἐντολάς Σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ Νόμου Σου. Ἐπὶ σοὶ γὰρ ἐλπίζω ὁ Θεός μου, ἵνα Σύ μου φωτίσεις τὴν διάνοιαν· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

ΠΗΓΗ: https://www.proseyxi.com/

___________________________________________________

Άγιος Γρηγόριος ο Παλαμάς: Ο Θεμελιωτής της Ορθοδόξου Πνευματικότητος.

ΛΑΜΠΡΟΥ Κ. ΣΚΟΝΤΖΟΥ Θεολόγου – Καθηγητού

Η δεύτερη Κυριακή των Νηστειών είναι αφιερωμένη σε μια από τις μεγαλύτερες πατερικές μορφές της Εκκλησίας μας, στον άγιο Γρηγόριο τον Παλαμά, αρχιεπίσκοπο Θεσσαλονίκης (1347-1359). Ο μεγάλος αυτός άνδρας έζησε σε μια πολύ ταραγμένη ιστορική περίοδο για την Εκκλησία μας, κατά την οποία ο κίνδυνος νοθεύσεως της αλήθειας υπήρξε μεγάλος και όπου η ορθόδοξη πνευματικότητα κινδύνευε να αλωθεί από τον δυτικό σχολαστικισμό και η υπεράσπισή της έλαχε στην μεγάλη αυτή πνευματική μορφή.        

     Γεννήθηκε στην Κωνσταντινούπολη το 1296 από ευσεβείς γονείς, οι οποίοι ασκούσαν την νοερά προσευχή. Έλαβε σπουδαία μόρφωση κοντά στον ονομαστό δάσκαλο και θεολόγο Θεόδωρο Μετοχίτη. Ο αυτοκράτορας Ανδρόνικος Β΄ εκτίμησε τις ικανότητές του και τον προόριζε για υψηλά κρατικά αξιώματα. Όμως ο Γρηγόριος αδιαφόρησε για τα σχέδια του αυτοκράτορα, διότι από νέος αγάπησε τη μοναχική και ασκητική ζωή. Κατέφυγε καταρχήν στο όρος Παπίκιο στη Θράκη και κατόπιν στο Άγιο Όρος, όπου πέρασε αρκετά χρόνια της ζωής του. Ακόμη και μετά την εκλογή του ως αρχιεπίσκοπος Θεσσαλονίκης το 1347, ζούσε ως ασκητής. 

     Το 1335 ο μοναχός, θεολόγος και φιλόσοφος Βαρλαάμ τον Καλαβρός, ήρθε από την Ιταλία στην ορθόδοξη ανατολή για να αντικρούσει το κίνημα του ησυχασμού. Βαθύτατα επηρεασμένος από αριστοτελισμό, τη λατινική θεολογία και τον σχολαστικισμό, δίδασκε πως ο άνθρωπος είναι αδύνατον να γνωρίσει, να προσεγγίσει και να ενωθεί με το Θεό. Επίσης δίδασκε πως ο Θεός είναι «κλεισμένος στον εαυτό του» και δε μπορεί να ενωθεί με τους ανθρώπους.

Αντίθετα οι ορθόδοξοι Πατέρες, κάνοντας τη διευκρίνιση μεταξύ της ουσίας και των ενεργειών του Θεού, δίδασκαν πως η γνώση της ουσίας του Θεού είναι μεν αδύνατος, όχι όμως οι άκτιστες θείες ενέργειες, οι οποίες δίνονται ως ύψιστες δωρεές στους ανθρώπους και γίνονται φανερές σε όσους κατορθώνουν να καθαρθούν από τα πάθη τους. Κύριο μέσο φωτισμού και προσωπικής εμπειρίας των ακτίστων ενεργειών του Θεού είναι η αδιάκοπη νοερά προσευχή, στην οποία ασκούνταν οι ησυχαστές μοναχοί, δια της αδιάκοπης προσευχής: «Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού, ελέησόν με», κατόρθωναν να βλέπουν με τα σωματικά τους μάτια το Άκτιστο Φως, δηλαδή τη δόξα του Θεού.

     Για τους δυτικούς, και εν προκειμένω για τον εκπρόσωπό τους μοναχό Βαρλαάμ, η δια της νοεράς προσευχής και της νίψεως θεοπτία ήταν ακατανόητη και βλάσφημη. Κατηγορούσαν τους ησυχαστές για αιρετικούς (μεσσαλιανιστές) και τους μέμφονταν ως «ομφαλοσκόπους», επειδή οι μοναχοί αυτοί επικέντρωναν το βλέμμα τους, κατά τη διάρκεια της προσευχής, στο στέρνο, στο μέρος της καρδιάς. Η σύγκρουσή τους με τον άγιο Γρηγόριο υπήρξε σφοδρή και προκάλεσε πνευματική θύελλα, εφάμιλλη της εικονομαχίας.     

     Ο άγιος Γρηγόριος υπήρξε υπερασπιστής του ησυχασμού, της πνευματικότερης έκφρασης του ορθοδόξου μοναχικού ιδεώδους, διότι ήταν απόλυτα πεπεισμένος πως η θεοπτία μέσω της ασκήσεως και της νοεράς προσευχής είναι σύμφωνη με τη διδασκαλία της Εκκλησίας. Γι’ αυτό υπήρξε δάσκαλος και εμπνευστής του ησυχασμού. Συνεχίζοντας ο ίδιος την μακραίωνη παράδοση των αρχαίων Πατέρων και ασκητών της Εκκλησίας, δίδασκε πως ο άνθρωπος, με την άσκηση και τη νίψη, μπορεί να δει και από αυτή τη ζωή, με τα φυσικά του μάτια, το άκτιστο φως του Θεού, αυτό το φως που είδαν οι μαθητές του Χριστού κατά τη Μεταμόρφωσή Του στο όρος Θαβώρ. 

        Ο άγιος Γρηγόριος ανάλαβε να υπερασπίσει τον ησυχασμό και να τον διασώσει από την επέλαση των σχολαστικών της Δύσεως. Τον αγώνα του ξεκίνησε από τη Θεσσαλονίκη, όπου έγραψε το περισπούδαστο έργο του: «Περί των Ιερώς  Ησυχαζόντων», με το οποίο αποδεικνύει ότι η θεοπτία του ησυχασμού είναι σύμφωνη με την αγία Γραφή και την Παράδοση της Εκκλησίας. Αναπτύσσοντας τη θεολογία των προγενέστερων μεγάλων Πατέρων, δίδαξε πως ο Θεός υπάρχει ως θεία Ουσία, η οποία είναι απόλυτα απρόσιτη στον άνθρωπο. Απορρέουν όμως από Αυτόν οι άκτιστες ενέργειες, οι οποίες αυτές μπορούν να γίνουν μεθεκτές από τον άνθρωπο. 

Τρεις μεγάλες σύνοδοι συγκροτήθηκαν στην Κωνσταντινούπολη, το 1341, το 1347 και το 1351, επικύρωσαν τη θεολογία του αγίου Γρηγορίου, δικαίωσαν τους ησυχαστές και καταδίκασαν τον Βαρλαάμ και τους μαθητές του. Παρ’ όλα αυτά όμως ο φιλοδυτικός πατριάρχης Ιωάννης Καλέκας τον κατηγόρησε το 1343 για στάση και κατόρθωσε να το στείλει στην εξορία τέσσερα χρόνια. Το 1347 δικαιώθηκε και εξελέγη αρχιεπίσκοπος Θεσσαλονίκης. Το 1350 συνελήφθη από τους Τούρκους και απελευθερώθηκε το 1355. Κοιμήθηκε στις 14 Νοεμβρίου του 1359 στη Θεσσαλονίκη και το 1368 ανακηρύχτηκε άγιος.

       Ο μεγάλος αυτός άνδρας κατέστη πρότυπο και δάσκαλος της άσκησης και ενσαρκωτής των χριστιανικών αρετών. Είτε ως αρχιεπίσκοπος Θεσσαλονίκης, είτε ως μοναχός στο Άγιο Όρος, δίδασκε τον αέναο αγώνα κατά του κακού και της αμαρτίας. Προτρέπει την καθολική κάθαρση από τα ψυχοκτόνα πάθη, η οποία ονομάζεται στην ασκητική ορολογία νίψη και δείχνει το δρόμο της ασκήσεως, ως μονόδρομο της σωτηρίας και της θεώσεως. 

      Η μεγάλη αυτή πατερική μορφή λειτουργεί αναμφίβολα ως φωτεινό ορόσημο για μας τους πιστούς αυτή την κατανυκτική περίοδο. Τα βαθυστόχαστα ορθόδοξα συγγράμματά του, όχι μόνο αποπνέουν άρωμα ευσέβειας, αλλά είναι πρακτικός οδηγός για την ψυχοσωματική μας άσκηση. Είναι ο μεγάλος δάσκαλος της πνευματικής πορείας και του αγώνα μας για νίψη και κάθαρση από τα ψυχοκτόνα πάθη μας, ώστε δι’ αυτής να λαμπρύνουμε το χιτώνα της ψυχής μας για να έχει έτσι τη δυνατότητα της μεγάλης συνάντησής της με τον Νυμφίο Χριστό! 

ΠΗΓΉ: https://orthopraxia.gr/


 

 

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨