Μετάβαση στο κύριο περιεχόμενο

11 ΦΕΒΡΟΥΑΡΙΟΥ, ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΒΛΑΣΙΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ

ΒΛΑΣΙΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. 

Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μουἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σουεἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σουΚαὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα  πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.  Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχθρῶν μου Κύριεπρὸς σὲ κατέφυγονδίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σουὃτι  σὺ εἶ ὁ Θεός μουΤὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.


Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Ως Ιεράρχης και κλεινός Αθλοφόρος, και πεπλησμένος ουρανίων χαρίτων, Ιερομάρτυς Βλάσιε μακάριε, πάσης ημάς λύτρωσαι, αλγηδόνος και λύπης, και παντοίων θλίψεων, και δεινών νοσημάτων, και ευπραγίαν δίδου εν παντί, τοις προσιούσι θερμώς τη πρεσβεία σου.

Δόξα. 

Και νύν. 

 

Θεοτοκίον.

Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.



Ο Ν´ (50ος) Ψαλμός.
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην· αγαλλιάσονται οστέα τεταπεινωμένα.Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον.
Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.Μη απορρίψης με από του προσώπου σου, και το πνεύμά σου το άγιον μη αντανέλης απ ἐμοῦ.Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ, πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει.Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

«Βλάσιε σκέπε τους σους ικέτας. Γερασίμου».


Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Βιαίας απάσης επιφοράς, παντοίων εν βίω, συμπτωμάτων και πειρασμών, απάλλαξον Βλάσιε παμμάκαρ, τους αδιστάκτω ψυχή προσιόντας σοι.

 

Λαμπρότητι Πάτερ των σων ευχών, παθών το ζοφώδες, διασκέδασον εξ ημών, και ρώσιν και χάριν και υγείαν, δίδου ημίν τοις τιμώσί σε Βλάσιε.

 

Απαύστως παρέχων τας δωρεάς, πλουσία χειρί σου, Πάτερ Βλάσιε τοις πιστοίς, προστάτης και μέγας αντιλήπτωρ, και αρωγός ημών ώφθης θερμότατος.

  

Θεοτοκίον.

Σωτήρα του κόσμου και Λυτρωτήν, τεκούσα Παρθένε, τον των όλων Δημιουργόν, πάσης ημάς λύτρωσαι ανάγκης, και αληθούς σωτηρίας αξίωσον.


Ωδή γ’. Ουρανίας αψίδος.

Ιαμάτων την χάριν, βλύζων αεί Βλάσιε, παύεις χαλεπάς ασθενείας, των προσιόντων σοι˙ διο θεράπευσον, την ασθενούσαν ψυχήν μου, και τον πόνον κούφισον, τον της καρδίας μου.

 

Εν τω Θείω ναώ σου, πίστει θερμή, σπεύδοντες, την σην σωστικήν εξαιτούμεν, Πάτερ βοήθειαν, ήν δίδου πάντοτε, ημίν εν πάση ανάγκη, Βλάσιε μακάριε, ως συμπαθέστατος.

 

Συμπαθώς τας δεήσεις, δέξου ημών Άγιε, οία μιμητής Ιεράρχα, του Πανοικτίρμονος, και πάσης θλίψεως, και συμφοράς και ανάγκης, αβλαβείς διάσωζε, ημάς εκάστοτε.


Θεοτοκίον.

Καταφύγιον κόσμου, Χριστιανών στήριγμα, Κεχαριτωμένη Παρθένε, τους καταφεύγοντας, υπό την σκέπην σου, επηρειών του Βελίαρ, και πάσης κακώσεως, ατρώτους φύλαττε.

 

Διάσωσον Ιερομάρτυς Κυρίου Βλάσιε Πάτερ, τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, εκ πάσης νόσου και θλίψεως και ανάγκης.

 

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος 

 

Αίτησις και το Κάθισμα.

Ήχος β’. Πρεσβεία θερμή.

Προστάτης θερμός, εδείχθης Πάτερ Βλάσιε, τοις πίστει θερμή προστρέχουσι τη σκέπη σου, κινδύνων εκλυτρούμενος και παντοίων εν βίω κακώσεων, δια τούτο βοώμέν σοι. Ημών τας αιτήσεις πλήρου πάντοτε.


Ωδή δ’. Εισακήκοα Κύριε.

Ενεργών εν τοις θάυμασι, πάθη θεραπεύεις Πάτερ ανίατα, και παρέχεις τα αιτήματα, τοις ειλικρινώς σε μακαρίζουσι.

 

Πάσης βλάβης απάλλαξον, και οργής και λύπης γεννώσης θάνατον, τους καλούντας εις βοήθειαν, Βλάσιε παμμάκαρ το σον όνομα.

 

Εμφανής πέλει άπασιν, η σωτηριώδης σου χάρις Βλάσιε, δωρεάν πάσι παρέχουσα, της σης προστασίας τα γνωρίσματα.

 

Τω αγίω τεμένει σου, Πάτερ προσιόντες αεί καρπούμεθα, της ευνοίας σου τας χάριτας, και τα σα κηρύττομεν θαυμάσια.

 

Θεοτοκίον.

Ολοτρόπως δεδούλωμαι, πάση αμαρτία ο ασυνείδητος˙ αλλά συ με ανακάλεσαι, προς ειλικρινή Κόρη μετάνοιαν.


Ωδή ε’. Φώτισον ημάς.

Ύψωσον ημάς, εκ βυθού παθών μακάριε, προς υψώσεις ουρανίων αρετών, ιεραίς σου προς Ύψιστον δεήσεσι.

 

Σκέπη ασφαλής, βοηθός και καταφύγιον, έσο πάντοτε ημίν θαυματουργέ, τοις προστρέχουσι τη θεία αντιλήψει σου.

 

Όρμος νοητός, ο ναός σου ώφθη Βλάσιε, ώ προστρέχοντες κυμάτων χαλεπών, των του βίου περιστάσεων λυτρούμεθα.


Θεοτοκίον.

Ύπουλον εχθρόν, δολερώς μοι επερχόμενον, κατασύντριψον τη ση επισκοπή, Θεοτόκε σωτηρία μου και λύτρωσις.


Ωδή ς’. Την δέησιν.

Σωμάτων και των ψυχών ιατήρα, ο των όλων σε ανέδειξε Κτίστης, θαυματουργέ ιερώτατε Πάτερ˙ όθεν ημών τα δεινά πάθη ίασαι, και άφεσιν αμαρτιών, τον Χριστόν ημίν δούναι ικέτευε.

 

Ιάσεις παντοδαπάς αναβλύζων, εκ πηγών του σωτηρίου αφθόνως, τας των βροτών θεραπεύεις οδύνας, και εκδιώκεις ακάθαρτα πνεύματα, και ασθενείας φθαρτικάς, ισχυρώς απελαύνεις μακάριε.

 

Κακίας της του κακίστου Βελίαρ, ελευθέρωσον ημάς Ιεράρχα, και της αυτού επηρείας και βλάβης, δια παντός ανωτέρους διάσωζε, ώ Βλάσιε θαυματουργέ, τους προς σε αφορώντας εκ πίστεως.


Θεοτοκίον.

Ετέχθη εκ των αγνών σου αιμάτων, ο τα πάντα εκ μη όντων ποιήσας, δίχα τροπής και συγχύσεως Κόρη, και της φθοράς τους ανθρώπου απήλλαξε˙ όθεν καμέ φθοροποιών, λογισμών και παθών ελευθέρωσον.

Διάσωσον Ιερομάρτυς Κυρίου Βλάσιε Πάτερ, τους εν πίστει τη σοι πρεσβεία προστρέχοντας, εκ πάσης νόσου και θλίψεως και ανάγκης.

 

Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον.

Ήχος β’. Τοις των αιμάτων σου.

Της των παθών καταιγίδος απάλλαξον, και συνοχής χαλεπών περιστάσεων, τους πίστει αιτούντας την χάριν σου, ως πρεσβευτής προς Χριστόν ημών μέγιστος, ώ Βλάσιε Πάτερ Θεόσοφε.


Προκείμενον.

Οι ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην…

Στίχ. Δίκαιος ως φοίνιξ ανθίσει…


ΕΥΑΓΓΕΛΙΟΝ 

ΚΑΤΑ ΜΑΡΚΟΝ Ζ´ 24 – 30
 Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.  ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχε τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ·  ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.  ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.  ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· Ναί, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.  καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.  καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρε τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.


Δόξα. Ταις του Ιεράρχου…

Και νύν. Ταις της Θεοτόκου…


Προσόμοιον.

Ήχος πλ. β’. Όλην αποθέμενοι.

Στίχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου…

Μύστης ιερώτατος, και αληθής Ιεράρχης, και Μάρτυς αήττητος, του Σωτήρος πέφηνας Πάτερ Βλάσιε, ώ και νύν πρέσβευε, εκτενώς Άγιε, πάσης βλάβης ημάς ρύεσθαι, και πάσης μάστιγος, και οδυνηρών περιστάσεων, τους πίστει καταφεύγοντας, τω σεπτώ ναώ σου εκάστοτε. Συ γαρ ημών ώφθης, θερμότατος μεσίτης προς Θεόν, διο την σην εξαιτούμεθα, χάριν την σωτήριον.


Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Των θαυμάτων τη αίγλη, των παθών διαλύεις δεινήν σκοτόμαιναν˙ και νύν ημών των νόσων, κατάσβεσον την φλόγα, πρεσβειών σου τοις νάμασι, Βλάσιε Πάτερ σοφέ, των ευσεβών προστάτα.

 

Ασθενούσι την ρώσιν, και τοις πάσχουσι Πάτερ νέμων την ίασιν, ταχύτατος προστάτης, και ρύστης εν ανάγκαις, τοις κραυγάζουσι πέφηνας˙ ο των Πατέρων ημών, Θεός ευλογητός ει.

 

Σωτηρίας λιμένα, και αχείμαστον όρμον ευρόντες Άγιε Μονήν σου την αγίαν, προστρέχομεν εν ταύτη, και γαλήνην ευρίσκομεν, εν τρικυμίαις πικραίς, και ζάλαις του βίου.


Θεοτοκίον.

Γνούς το θέλημα Κόρη, του Υιού σου αφρόνως αυτό ούκ έπραξα˙ διο με της μελλούσης, εκλύτρωσαι βασάνου, και μετάνοιαν δίδου μοι, καν εν υστάτη ροπή, Χριστώ ευαρεστήσαι.


Ωδή η’. Τον Βασιλέα.

Έχει σε Πάτερ, των ευσεβών η χορεία, ετοιμότατον εν πάσι προπρομηθέα˙ όθεν των θαυμάτων, κηρύττει σου την χάριν.

 

Ρύου απαύστως, επιστασία σου θεία, την περίοικον ταύτην Ιερομάρτυς, πάσης δυσπραγίας και συνοχής και βλάβης.

 

Αρρωστημάτων, επιφοράς ολεθρίους, αναχαίτισον τη χάριτί σου Πάτερ, εκ των προσιόντων, τη θεία σου πρεσβεία.


Θεοτοκίον.

Σύντριψον Κόρη, τη κραταιά σου πρεσβεία, τον υπούλως με συλώντα καθ’ εκάστην, πονηραίς εννοίαις εχθρόν τον παλαμναίον.


Ωδή θ’. Κυρίως Θεοτόκον.

Ισχύν ημίν παράσχου, Βλάσιε παμμάκαρ, εν ταις του βίου δειναίς περιστάσεσιν, ως αν ανώτεροι απάσης οφθώμεν θλίψεως.

 

Μονή σου τη αγία, τους προσερχόμενους, της σης χαράς  Πάτερ Βλάσιε πλήρωσον, και αθυμίας την λύπην μακράν απέλασον.

 

Οδύνης ολεθρίου, και πάσης ανάγκης, και νοσημάτων ατρώτους διάσωζε, τους σε θερμόν κεκτημένους προστάτην Βλάσιε.


Θεοτοκίον.

Υπερδεδοξασμένη, μόνη Θεοτόκε, της των παθών αδοίας απάλλαξον, τους ορθοδόξω καρδία σε μεγαλύνοντας.


Το Άξιόν εστί και τα μεγαλυνάρια.

Χαίροις Ιεράρχα θαυματουργέ, Βλάσιε τρισμάκαρ, Αθλοφόρων ο κοινωνός˙ χαίροις Σεβαστείας, ο θείος ποιμενάρχης, και Εκκλησίας πάσης μέγα προπύργιον.

 

Χλαίναν ενδυσάμενος ιεράν, των αρχιερέων, ανεδείχθης τύπος λαμπρός, και σοφώς ποιμάνας, την σοι λαχούσαν ποίμνην, υπέρ Χριστού νομίμως, ήθλησας Βλάσιε.

 

Χάριτι θαυμάτων μεγαλυνθείς, άπασι παρέχεις, τα αιτήματα συμπαθώς, και ιάσαι νόσους, ψυχών τε και σωμάτων, Χριστού Ιερομάρτυς, Βλάσιε Όσιε.

 

Πάντας τους προστρέχοντας, ευλαβώς, τη σεπτή Μονή σου, Πάτερ Βλάσιε ιερέ, φύλαττε ατρώτους, εκ πάσης επηρείας, και πλήρου τας αιτήσεις, τούτων εκάστοτε.

 

Λόγοις σου θαρρύνας τοις ιεροίς, τας σεμνάς γυναίκας, προς αγώνας αθλητικούς, ομού και τους παίδες, συν τούτοις εκδυσώπει, υπέρ των σε τιμώντων, Βλάσιε ένδοξε.

 

Χαίρει ευσεβούντων πάσα πληθύς, τη ση αντιλήψει, λυτρουμένη πάσης οργής, διο και βοά σοι˙ εκ πάσης δυσχερείας, ατρώτους ημάς σώζε, αεί ώ Βλάσιε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείας εις το σωθήναι ημάς.


ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 Ἀμήν

 

Ήχος β’. Ότε εκ του ξύλου.

Έχων παρρησίαν προς Χριστόν, οία θαυμαστός Ιεράρχης, και Αθλητής ιερός, Βλάσιε μακάριε, απαύστως πρέσβευε, πάσης θλίψεως ρύεσθαι, και ασθενημάτων, και πικρών συμπτώσεων, και συμφορών χαλεπών, πάντας τους προστρέχοντας Πάτερ, τη ση κραταιά προστασία και τους σους αγώνας μακαρίζοντας.


Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.


ΑΠΟΛΥΤΙΚΙΟΝ

Φερωνύμως βλαστήσας ως δένδρον εύκαρπον, Ιεράρχα Κυρίου Βλάσιε ένδοξε, μαρτυρίου τους καρπούς κόσμω προήγαγες, και θαυμάτων δωρεάς αναβλύζεις δαψιλώς, ως θείος Ιερομάρτυς τοις καταφεύγουσι, Πάτερ, τη αντιλήψει της πρεσβείας σου.


ΑΠΟΛΥΤΙΚΙΟΝ ήχος πλ. α’. Τον Συνάναρχον Λόγον.

Των θαυμάτων ακτίσι καταλαμπόμενος, και αιμάτων τοις ρείθροις επισταζόμενος, τους την σεπτήν σου εορτήν εορτάζοντας, ελευθέρωσον παθών και κινδύνων χαλεπών, ώ Βλάσιε Ιεράρχα, και νύν δυσώπει Κυρίω ελεηθήναι τας ψυχάς ημών. 

 

ΑΠΟΛΥΤΙΚΙΟΝ ΕΤΕΡΟΝ ήχος δ’ . Υψωθείς εν τω Σταυρώ εκουσίως.

Τον αθλοφόρον του Χριστού Ιεράρχην, και αθλητήν παναληθή του Σωτήρος, και ιατρόν πανάριστον των νόσων, εν ωδαίς, άπαντες τιμήσωμεν προς αυτόν εβοώντες, πρόφθασον και λύτρωσαι ψυχικής αρρωστείας, της αφορήτου, ίνα Σε αεί, ως ευεργέτην γεραίρωμεν Βλάσιε.


Δι' ευχών των Αγίων Πατέρων ημών, κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν

Δίστιχον.

Βλαστάνεις με Βλάσιε καρπούς αγίους

Γεράσιμον αξίωσον σε υμνούντα.


  

 Η/Υ επιμέλεια Σοφίας Μερκούρη.

 

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨