Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
†Εορτάζετε στις 28 Φεβρουαρίου
Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσασα πολλῇ καρτερίᾳ, Παρθενομάρτυς Ἀθληφόρε Κυράννα, τὴν τῶν θαυμάτων ἔλαβες ἐνέργειαν· ὅθεν τοὺς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, καὶ νοσημάτων ῥῦσαι χαλεπῶν, τοὺς τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Σοῖς βοήθει ἱκέταις Κυράννα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων θείοις χοροῖς, ὡς Μάρτυς Κυρίου, καὶ παρθένος πανευκλεής, δυσώπει Κυράννα μακαρία, ὑπὲρ τῶν πίστει θερμῇ προσιόντων σοι.
Ὁ νύμφην οἰκείαν σε ἐκλεκτήν, Χριστὸς ἀναδείξας, προστασίαν σε ἀσφαλῆ, παρέσχεν ἡμῖν Μάρτυς Κυράννα, διὸ θερμῶς τῇ πρεσβείᾳ σου σπεύδομεν.
Ἰάματα βλύζει παντοδαπά, ὁ θεῖος ναός σου, χορηγίᾳ τῇ θεϊκῇ, καὶ λύει Κυράννα Ἀθληφόρε, πολυειδῶν νοσημάτων ἐπήρειαν.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ὁ Σωτήρ, ἐκ Σοῦ ὤφθη κόσμῳ, καὶ ἀνέπλασε τὸν Ἀδάμ, διὸ τῆς σαρκός μου Θεοτόκε, καὶ τῆς ψυχῆς τὰς ὀδύνας θεράπευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Βασιλέως θυγάτηρ, τῶν οὐρανῶν πέφηνας, τοῖς μαρτυρικοῖς σου ἀγῶσι, Κυράννα πάνσεμνε, Ὃν καθικέτευε, τῶν τοῦ Βελίαρ παγίδων, ῥύεσθαι ἑκάστοτε, τοὺς σὲ γεραίροντας.
Ὀδυνώμενοι σφόδρα, ταῖς πολλαπλαῖς θλίψεσι, τῇ σῇ καταφεύγομεν σκέπῃ, καὶ πίστει κράζομεν· τῆς συνεχούσης ἡμᾶς, ῥῦσαι ἀνάγκης Κυράννα, ἴασιν καὶ λύτρωσιν, ἡμῖν βραβεύουσα.
Ἡ θερμή σου πρεσβεία, τεῖχος ἡμῖν γένοιτο, πᾶσαν ἀποτρέπουσα βλάβην, τοῦ πολεμήτορος, Κυράννα ἔνδοξε, ὅτι τῇ σῇ προστασίᾳ, χαρμονῆς πληρούμεθα, καὶ παρακλήσεως.
Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, σωματικῶς Ἄχραντε, ἔλυσας Ἀδὰμ τὴν κατάραν, καὶ πάντας ἔσωσας, τοὺς Θεοτόκον Σε, ὁμολογοῦντας Παρθένε· διὸ κἀμὲ Δέσποινα, σῶσον τὸν δείλαιον.
Διάσωσον, Παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, προστρέχουσα ἑκάστοτε, Κυράννα σεμνή, λαμβάνει τὰ αἰτήματα, Ὄσσα ἡ σὲ βλαστήσασα, καὶ βοᾷ σοι ἀεὶ μετὰ πίστεως· ἐκ συμφορῶν με ἐν βίῳ πικρῶν, ἀπήμαντον Μάρτυς διαφύλαττε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπιβλέψασα ἄνωθεν, ἐπὶ τῶν μητέρων Μάρτυς τὰ δάκρυα, πᾶσαν βλάβην ἐξαφάνισον, ἐκ τῶν τέκνων τούτων τῇ σῇ χάριτι.
Ἰατρεύουσα πάνσεμνε, πᾶσαν καχεξίαν τῶν προσιόντων σοι, ἀθυμίας καὶ κακώσεως, λῦσον ὦ Κυράννα τὴν κατήφειαν.
Ἰησοῦν τὸν Νυμφίον σου, ἐκτενῶς δυσώπει Κυράννα ἔνδοξε, ἱλασμὸν ἡμῖν δωρήσασθαι, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Καθαρὸν οἰκητήριον, Κόρη ἐπιπνοίας τοῦ θείου Πνεύματος, τὴν καρδίαν μου ἀνάδειξον, ἀρετῶν Παρθένε τῇ λαμπρότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφερες στεῤῥῶς, μαστιγώσεις ὥσπερ ἄσαρκος, διὰ τοῦτο τῶν ἀσάκρων δυσμενῶν, καθ’ ἡμῶν Μάρτυς ἐκνεύρισον τὴν δύναμιν.
Τίς σου τῷ ναῷ, προσφυγὼν Μάρτυς οὐκ ἔτυχε, τῶν πολλῶν σου ὦ Κυράννα δωρεῶν; Σὺ γὰρ πᾶσι βοηθεῖς τοῖς πικρῶς πάσχουσι.
Ἄλυπον ζωήν, καὶ εἰρήνην ἀστασίαστον, εὐκαρπίαν καὶ πᾶν ἄλλον ἀγαθόν, τῇ πατρίδι σου τῇ Ὄσσῃ δίδου πάνσεμνε.
Θεοτοκίον.
Ἵνα τὴν πολλήν, μεγαλύνω Σου χρηστότητα, δυναστείας τῆς πικρᾶς με τοῦ ἐχθροῦ, Θεοτόκε ὡς φιλάγαθος ἀπάλλαξον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σαρκός σου, τάς ἀφορήτους ὀδύνας, ὡς ὑπέμεινας ἀθλοῦσα Κυράννα, οὕτως ἡμῶν, τοὺς τοῦ σώματος πόνους, καὶ τῆς καρδίας τὴν θλῖψιν θεράπευσον, καὶ λύπην πᾶσαν ἀφ’ ἡμῶν, τῇ σῇ χάριτι Μάρτυς διάλυσον.
Κυρίῳ, τῷ Βασιλεῖ τῶν αἰώνων, νυμφευθεῖσα Ἀθληφόρε Κυράννα, ταῖς πρὸς Αὐτόν, ἱκεσίαις σου Μάρτυς, τοῦ οὐρανίου νυμφῶνος ἀξίωσον, τους μεγαλύνοντας σεμνή, τοὺς στεῤροὺς καὶ ἁγίους ἀγῶνάς σου.
Ὑψόθεν, μὴ διαλίπῃς Κυράννα, ἐποπτεύουσα τοὺς πίστει τελείᾳ, τῷ σῷ ἁγίῳ ναῷ προσιόντας, καὶ πλήρου τούτων ἀεὶ τὰ συστήματα, ὡς δεδεγμένη ἐκ Θεοῦ, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ῥυσθῆναι, τῶν πονηρῶν βουλευμάτων, καὶ ποικίλων συστροφῶν τοῦ Βελίαρ, ενίσχυσόν με τῇ Σῇ δυναστείᾳ, Θεογεννῆτορ Παρθένε Πανάμωμε, καὶ δίδου μοι ἰσχὺν πατεῖν, τῆς αὐτοῦ πανουργίας τὰ ἔνεδρα.
Διάσωσον, Παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις και το Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Παρθενομάρτυς Κυράννα πανόλβιε, νύμφη Χριστοῦ ἀληθῶς καλλιπάρθενε, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας, παντοίων νόσων καὶ θλίψεων λύτρωσαι, καὶ δίδου ἡμῖν χαρὰν ἄληκτον.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων
Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἥνυσας στεῤρότατα, τὸ τῆς ἀθλήσεως σκάμμα, καὶ ὡς θῦμα ἄμωμον, προσηνέχθης πάνσεμνε τῷ Νυμφίῳ σου, Ὧ ἀεὶ πρέσβευε, Κυράννα θεόφρον, τῶν ἐν βίῳ περιστάσεων, ἀτρώτους σώζεσθαι, τοὺς εἰλικρινῶς σὲ γεραίροντας, ὑγείαν τε καὶ ἴασιν, πᾶσι τοῖς παισὶ καὶ νηπίοις τε, ἅμα καὶ ἐφήβοις, διδόναι καὶ μητράσι ταῖς αὐτῶν, χαρὰν ὁρᾷν τῇ σῇ χάριτι, ταῦτα ἀναθάλλοντα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰωρήσεις ὑπέστης, καὶ πικρὰς ἀλγηδόνας Χριστοῦ τῷ ἔρωτι, διὸ ἡμῶν τὰς θλίψεις, καὶ τὰς πικρὰς ὀδύνας, εἰς χαρὰν ἀναφαίρετον, Κυράννα θαυματουργέ, μετάβαλε λιταῖς σου.
Ναὸν θεῖον ἡ Ὄσσα, ἡ πατρίς σου Ἁγία σοὶ ἐδομήσατο, ἐν ᾧ ὡς ἐν λιμένι, ἀκλύστῳ προσιόντες, τῆς γαλήνης τῆς κρείττονος, ἐπισκιάσει τῇ σῇ, πληρούμεθα Κυράννα.
Νέους παῖδας Ἁγία, πάσης βλάβης λυτροῦσαι ἅμα καὶ νήπια, καὶ νέμεις εὐρωστίαν, εἰς πᾶσαν ἡλικίαν, καὶ ζωῆς ἀνθηρότητα, διὸ τὴν χάριν τὴν σήν, κηρύττομεν εὐσήμως.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, θεράπευσον τὸ ἄλγος, ψυχῆς μου τῆς ἀθλίας, καὶ φωτί με καταύγασον, τοῦ προελθόντος ἐκ Σοῦ, βροτῶν εἰς σωτηρίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην δίδου, καὶ ἀληθῆ εὐπραγίαν, τῇ πατρίδι σου Κυράννα μακαρία, τῇ σὲ κτησαμένη, θεόθεν πολιοῦχον.
Ἔχοντες Μάρτυς, τὴν σὴν ἁγίαν Εἰκόνα, ἀναβλύζουσαν τὴν θεϊκήν σου χάριν, ταύτῃ πάσῃ θλίψει, προσφεύγομεν Κυράννα.
Ῥείθροις ἀΰλοις, τῶν πρεσβειῶν σου Ἁγία, τῶν παθῶν ἡμῶν τὴν πικρὰν σβέσον φλόγα, εὐφροσύνης δρόσον, παρέχουσα τῆς θείας.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ σωτηρία ἀνθρώπων, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι τὴν ψυχήν μου, παθῶν τῆς ἀδοξίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, καθωραϊσμένη, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ τιμῶντας Κυράννα καὶ μεγαλύνοντας.
Ἰάτρευσον Ἁγία, τοὺς ἀλγυνομένους, ἐν ἀλγηδόσι καὶ πόνοις καὶ πάθεσιν, ὡς ἐκ Θεοῦ δεδεγμένη χάριν ἐξαίρετον.
Μαρτύρων τῇ εὐκλείᾳ, ἀγλαϊζομένη, τὰς καθ’ ἡμῶν ἐπιθέσεις του δράκοντος, μαρτυρικῇ σου πρεσβείᾳ Μάρτυς ἀπότρεπε.
Ὁλόφωτον παστάδα, Μάρτυς κατοικοῦσα, φωτιστικαῖς σου πρεσβείαις διάλυσον, τὴν ἐπελθοῦσαν ὀμίχλην ἐν τῇ καρδίᾳ μου.
Θεοτοκίον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, Τοῦτον κρατοῦσα ἀγκάλαις ὡς νήπιον, Ὧ τὴν ζωήν μου κατεύθυνον ἱκετεύω Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις Ὄσσης βλάστημα ἱερόν, Κυράννα θεόφρον, νύμφη ἄμωμε τοῦ Χριστοῦ, ᾧ καὶ προσαχθεῖσα, ἀγῶσι μαρτυρίου, μαρτυρικῆς εὐκλείας ὤφθης συμμέτοχος.
Ἔχουσα ἁγνείας τὸν θησαυρόν, ἐν τῇ σῇ καρδίᾳ, τοῦτον ἄσυλον τῷ Χριστῷ, ἤγαγες Ἁγία, καὶ ἤσχυνας εἰς τέλος, ἐχθροῦ τοῦ παλαιμναίου δεινὰ βουλεύματα.
Ἔστης ἐν τῇ πέτρᾳ τῇ ἀῤῥαγεῖ, ἀκλόνητος Μάρτυς, ἐν τῇ πνεύσει τῶν δυσχερῶν, τῆς ὁμολογίας, Χριστοῦ τῆς παναγίας, καὶ ἤθλησας Κυράννα στεῤῥῷ φρονήματι.
Ἤνεγκας ῥαβδίσματα χαλεπά, εἱρκτῆς τὰς κακώσεις, αἰωρήσεις τε τὰς πικράς, καὶ Χριστὸν ἐν ἄθλοις, δοξάσασα ἁγίοις, λαμπρῶς ἐμεγαλύνθης, Κυράννα ἔνδοξε.
Φέγγει οὐρανίῳ καταλαμφέν, τὸ σῶμά σου Μάρτυς, μετὰ τελός τὸ ἱερόν, θείᾳ εὐωδίᾳ, ἐξέπληξε Κυράννα, πιστούς τε καὶ ἀπίστους, τοὺς ταῦτα βλέποντας.
Σκέπε τὴν πατρίδα σου, ὦ σεμνή, ἐκ πάσης ἀνάγκης, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, καὶ τοῖς σὲ τιμῶσι, δίδου ἀεὶ Κυράννα, τάς δωρεὰς τῆς θείας σου Μάρτυς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, καλλιπάρθενε Χριστοῦ, Παρθενομαρτύρων τὸ κλέος, Κυράννα ἔνδοξε, πάῤῥησίαν ἔχουσα, πρὸς τὸν Νυμφίον σου, ἐκτενῶς καθικέτευε, ῥυσθῆναι κινδύνων, καὶ παντοίων θλίψεων, καὶ πειρασμῶν χαλεπῶν, πάντας, τοὺς πιστῶς προσιόντας, τῷ σεπτῷ καὶ θείῳ ναῷ σου, καὶ τὴν ἄθλησίν σου μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Δίστιχον·
Παθῶν με κύριον ἔργασαι Κυράννα,
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.
πηγή: proseyxi.com
Ποια ήταν η Αγία Κυράννα από την Όσσα Θεσσαλονίκης
Μαρτύρησε στα χρόνια της Τουρκοκρατίας
Μία σχετικά άγνωστη Αγία, η οποία μαρτύρησε στα χρόνια της Τουρκοκρατίας, σε ένα χωριό της Θεσσαλονίκης, τιμά αύριο 28 Φεβρουαρίου, η εκκλησία. Η ιστορία της Αγίας Κυράννας και τα βασανιστήρια, που υπέστη συγκινούν, ωστόσο ο τρόπος που στάθηκε απέναντι στους βασανιστές της και αρνήθηκε να αλλαξοπιστήσει αποτελεί παράδειγμα. Η Αγία Κυράννα τιμάται ως η προστάτιδα της Όσσας στο Λαγκαδά Θεσσαλονίκης, καθώς εκεί γεννήθηκε και μαρτύρησε, ενώ η εκκλησία του χωριού όπου βρέθηκαν και τα ιερά της λείψανα είναι αφιερωμένη στο όνομα της.
Η ζωή της Αγίας Κυράννας
Σύμφωνα με την παράδοση η Αγία Κυράννα γεννήθηκε στο χωριό Αβυσσώκα ή Βυρσόκα, στη σημερινή Όσσα της Θεσσαλονίκης και όπως αναφέρεται ήταν εξαιρετικά όμορφη. Αυτή η ομορφιά της στάθηκε αφορμή κάποιος γενίτσαρος, εισπράκτορας φόρων στο χωριό της, να την ξεχωρίσει από τις άλλες κοπέλες και να προσπαθήσει επανειλημμένα να την πείσει να αλλαξοπιστήσει, ώστε να μπορέσει να την παντρευτεί. Η Αγία Κυράννα, ωστόσο, δεν αποδεχόταν τις κολακείες, ούτε τα δώρα του Τούρκου, ο οποίος στη συνέχεια άρχισε να την απειλεί ότι θα την βασανίσει και θα την θανατώσει. Πιστεύοντας ότι με τον τρόπο αυτό θα την έπειθε να αλλάξει την πίστη της και να τον ακολουθήσει.
Τα μαρτύρια
Βλέποντας ότι δεν μπορούσε να κάμψει την αντίσταση της την οδήγησε στον κριτή της Θεσσαλονίκης. Εκεί ψευδομαρτύρησε εναντίον της, αναφέροντας ότι η κοπέλα είχε δηλώσει πως θα αλλαξοπιστήσει για να παντρευτούν, αλλά τελικά δεν τήρησε την υπόσχεση της. Η Αγία Κυράννα χωρίς να φοβηθεί στιγμή ομολόγησε την πίστη της στον Χριστό και έτσι οι Τούρκοι την έριξαν στη φυλακή. Μάλιστα, ο γενίτσαρος που την οδήγησε εκεί πήρε άδεια να την επισκέπτεται στη φυλακή όπου με κολακείες, αλλά και βασανιστήρια προσπαθούσε να την μεταπείσει. Μάλιστα, όταν έφευγε εκείνος συνέχιζε τα βασανιστήρια ο δεσμοφύλακας.
Ωστόσο, κάποια στιγμή ο ένας δεσμοφύλακας άρχισε να προδίδει τον άλλο και ένας από αυτούς ξέσπασε την οργή του πάνω στην Κυράννα, την οποία κρέμασε και άρχισε να χτυπά αλύπητα. Τελικά, την άφησε κρεμασμένη μέσα στη φυλακή και έφυγε. Ήταν 28 Φεβρουαρίου του 1751 μ.Χ. Τις πρώτες πρωϊνές ώρες εκείνης της ημέρας ένα θείο φως κάλυψε ξαφνικά το σώμα της Αγίας Κυράννας, η οποία άφηνε την τελευταία της πνοή.
Η εύρεση των λειψάνων της
Ωστόσο, είναι χαρακτηριστικό ότι στην Όσσα η Αγία Κυράννα εορτάζεται στις 8 Ιανουαρίου. Αιτία αυτής της εορτολογικής μετατοπίσεως ίσως είναι το ότι ο εορτασμός της, κατά τις 28 Φεβρουαρίου, συχνά συνέπιπτε με την περίοδο της Μεγάλης Σαρακοστής. Στο χωριό Όσσα, βρίσκεται και ο Ιερός Ναός της Μεγαλομάρτυρος Αγίας Κυράννας, ο οποίος κτίστηκε το 1840 μ.Χ. Σε αυτόν φυλάσσεται η θαυματουργή εικόνα της Αγίας φιλοτεχνημένη γύρω στο 1870. Ωστόσο, πριν από μερικά χρόνια και συγκεκριμένα το 2011, 260 χρόνια μετά το μαρτυρικό της θάνατο, τμήμα του τιμίου λειψάνου της Αγίας Κυράννας βρέθηκε θαμμένο σε μία κρύπτη κάτω από το Ιερό Βήμα του παλαιού ιερού ναού των Ταξιαρχών στην Όσσα.
Σχόλια