Χαιρετισμοί εις τους Θείους Αρχαγγέλους Μιχαὴλ καὶ Γαβριήλ
Χαιρετισμοί Εἰς τοὺς ϑείους ᾿Αρχαγγέλους ἀρχαῖοι, ἐπιϑεωρήϑέντες καὶ πάνυ καλῶς ἐσχάτως διορϑωϑέντες τῇ φιλοπὄνῳ χειρί, καὶ τῷ σοφῷ καλάμῳ τοῦ ἐν διδασκάλοις ἀρίστου καὶ ἀοιδίμου πατρὸς Κυρίου Νικοδήμου τοῦ Ναξίου
Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοὺς Ἀρχαγγέλους τῆς Τριάδος εὐφυμήσωμεν, Τὸν Μιχαὴλ καὶ Γαβριήλ, πάντες φιλέορτοι, Οἱ σκεπόμενοι ταῖς πτέρυξιν ἀμφοτέρων, καὶ δεινῶν παντοδαπῶν ἀπολυτρούμενοι, τῶ μὲν κράζοντες· Χαῖρε νόμου διάκονε Τῶ δέ λέγοντες· Χαῖρε χάριτος Ἀγγελε.
“Αγγελος ταγματάρχης τῶν ἀῦλων ᾿Αγγέλων, ἐκτίσθης πρὸς Θεοῦ πανταιτίου, ἐν σιγῇ νοερᾷ, Μιχαήλ, φωτὸς· ἐκ τοῦ πρώτου, φῶς ὄντως δεύτερον δι᾽ ὅσοι. ἀγαλλὸμενος, ἐφύμνια φωνῴ τοιαῦτα·
Χαἴρε, νοὸς κοσμογόνου χτίσμα.
Χαῖρἐ, φωτὸς πρωτοφότου χῦμα.
Χαῖρε, παραστάτα θεότητος πύρινε.
Χαῖρε, τῆς Τριάδος λειτουργὲ ἀκάματε.
Χαῖρε, πνεῦμα θεοείκελον, ἄῦλον περιφλεγές.
Χαῖρε, ζῷον τὸ ἀθάνατον Θεοῦ ὐμνολογικόν.
Χαῖρε, τοῦ ἐμπυρίνου οὐρανοῦ προστατεύων
Χαῖρε, τοῦ διακόσμου νοητοῦ ὁ ἐξάρχων.
Χαῖρε, φωστὴρ εὐγνωμόνων τάξεων.
Χαῖρε, πρηστὴρ ἀχαρίστου πνεύματος.
Χαῖρε, δι᾿ οὔ ἢ φύσις Αγγέλων ἔστη.
Χαῖρε, δι’ οὗ ὁ σατὰν κατεβλήθη.
Χαῖρε νόμε διάκονε.
Βλέπων τοὺς ἀχαρίστους ἐπαρθέντας Ἀγγέλοος, καὶ πίπτοντας ἐκ τοῦ ἐμπυρίνου οὐρανοῦ, ὥ θεῖε Μιχαήλ, ὡς εὐγνώμων δοῦλος στὰς ἀνεβόησας· Στῶμεν καλῶς καὶ πρόσχωμεν, ἄδοντες τῇ Τριάδι ὕμνον·
Ἀλληλούϊα.
Γνώσεων ἀποκρύφων, καὶ βουλῶν τοῦ ὑψίστου ἐφάνης, Γαβριήλ, μυστηπόλος, τῶν μελλόντων πρόγνωσιν δηλῶν, καὶ χαρᾶς εὐαγγέλια εἰσηγούμενος βροτοῖς, δι᾿ ὃ ἐπείγομαι, τοιάδε χελαδεῖν σοι πόθῳ·
Χαῖρε, φωτὸς ἀγνώστου δίοπτρα·
Χαῖρε, Θεοῦ μεστηρίων μύστα.
Χαῖρε, ἀποκρύφων βουλῶν τηλεσκόπιον·
Χαῖρε, τῶν ἀῤῥήτων Θεοῦ μυκτήριον.
Χαῖρε, γνῶσιν κρυφιόμυστον ἐλλαμπόμενος νοΐ·
Χαῖρε, ταύτην ὁμυούμενος τοῦς ἄνθρῴπους ἐν φῴτί.
Χαῖρε, εὐαγγελίων θείων ὃ ὑπηρέτης·
Χαῖρε, χαροπαρόχων πραγμάτων ὃ ὑποφήτης.
Χαῖρε, πολλῶν ἀδήλων ἢ δήλωσις·
Χαῖρε, συχνῶν μελλόντων ἣ πρόγνωσις.
Χαῖρε, δι᾿ οὗ ἣ χαρὰ εἰσῳκίσθη·
Χαῖρε, δι᾿ οὗ ἢ λύπη ἐξῳκίσθη.
Χαῖρε χάριτος Ἄγγελε.
Δανιὴλ τῷ Προφήτῃ, ὑπὲρ πάντας Προφήτας ἐδήλωσας μυστήριον ξένον ἐλεύσεως Χριστοῦ τῆς φρικτῆς καὶ οἰκονομίας, Γαβριὴλ μέγιστε, καὶ τοῦτον ἐσυνέτισας Θεῷ, σὺν εὐθυμίᾳ ψάλλειν·
Ἀλληλούϊα.
Ἔχων ἐπωνυμίαν, Μιχαὴλ θεῖε νόε, δυνάμεως Θεοῦ, ἀνεδείχθης, δυνατὸς ἐν πολέμοις ἀεί, καὶ Ἰαχὼβ ἐν τῇ πάλῃ ἐνίσχυσας, νικῶν ἔθνη ἀλλόφυλα· δι᾿ ὅσου δύναμιν γεραίρω·
Χαῖρε, πυρὸς δραστήριε μᾶλλον.
Χαῖρε, φλογὸς ὀξύτερος πέλων.
Χαῖρε, Αἰγυπτίων ποντίσας στρατεύματα.
Χαῖρε, χαναναίων τροπώσας συστήματα.
Χαῖρε, ὅτι ἐδυνάμωσας Μωῦσῆν καὶ ᾿Ααρών.
Χαῖρε, ὅτι ἐνεθάῤῥυνας Ἰησοῦν τὸν τοῦ Ναυῆ.
Χαῖρε, τῶν ᾿Ασσυρίων στρατιὰν ὃ συγκόψας.
Χαῖρε, τῶν ᾿Αμοῤῥαίων τὸν Σηὼν ὃ πατάξας.
Χαίρε, τοῦ Ὤγ τῆς Βασὰν ἀναίρεσις.
Χαῖρε, νεκροῦ Μωσέως ἢ λύτρωσις.
Χαῖρε, δι᾿ οὗ ἀσεβεῖς ἐκπορθοῦνται.
Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς ἀνυψοῦνται.
Χαῖρε νόμου διάκονε.
Ζῇν ἡμᾶς ἐναρέτως, Μιχαὴλ ᾿Αγγελάρχα, δυσώπησον ΙΘεὸν σαῖς προσβείαις, τοὺς τὴν σύνταξίν σου τὴν σεπτὴν πόθου τελοῦντας, καὶ καταξίωσον, ζωῆς τυχόντας κρείτονος, σὺν σοὶ Θεῷ τὸν ὕμνον ψάλλειν·
Ἀλληλούϊα.
Ἧλθες ἐκ τοῦ ὑψίστου, Γαβριὴλ θεῖε νόε, χαρᾶς ἐυαγγέλια φέρων, πρὸς τὴν Ἄνναν καὶ Ἰωακείμ, καὶ λύων τὴν τούτων ἄγονον στείρωσιν· δι᾿ ὅσοι εὐφραινόμενοι ἐκ πίστεως ἀναβοῶμεν·
Χαῖρε, καλῶν ἀγγελιαφόρε·
Χαῖρε, στειρῶν χαρὰ τεκνοφόρε.
Χαῖρε, τῶν ἀκάρπων δεόσδοτος καρπωσίς·
Χαῖρε, τῶν ἀτέκνων θεάρεστος τέκνωσις.
Χαῖρε, ὅτι τῷ θεοπράτορι γόνον ἤνεγκσς σἔπτον·
Χαῖρε, ὅτι τῇ θεοπρομήτορι γαστρός δέδωκας καρπόν
Χαῖρε, τῆς ἀπαιδίας τὰ δεσμὰ διαλύων·
Χαῖρε, τῶν γεννωμένων τὴν χάριν προμηνυων.
Χαῖρε, πολλῶν πατέρων ἣ καύχησις.
Χαῖρε, καλῶν μητέρων παράκλησις.
Χαῖρε, δι᾿ οὗ βροτῶν αὔξεται γένος.
Χαῖρε, δι᾽ οὗ προαγγέλλεται γόνος.
Χαῖρε χάριτος ᾿Αγγελε.
Θεοτόκου Μαρίας τῆς τοῦ κόσμου κυρίας ἐλθούσης ἐν ναῷ τοῦ Κυρίου, ἀπεστάλῃς σύ, ὦ Γαβριήλ, κομίζων προθύμως τροφὴν οὐράνιον, καὶ διεγείρων πάντοτε ταύτην Θεῷ κραυγάζειν οὕτως·
᾿Αλληλούϊα.
Ἱκέτας γενομένους τῷ Θεῶ ταξιάρχα, πρόπατορας τοὺς πάλαι ἐῤῥύσω ἐκ πολλῶν κακῶν, ὦ Μιχαήλ καὶ του Ἰουδαίου λαοῦ γεγένησε, ἀεὶ προπορευόμενος· δι᾿ ὅσοι προσφωνῶ τοιαῦτα·
Χαἴρε, σφαγῆς Ἰσαὰκ λυτρώσας·
Χαἶρε, χαρᾶς ᾿Αβραὰμ πληρώσας.
Χαἶρε, του διψῶντος Ἰσμαὴλ ἣ ἀνάψυξις.
Χαἵρε, τῆς κλαιούσης Ἄγαρ ξένη παράκλησις.
Χαἴρε, στύλος ὃ περίμορφος ὀδηγῶν τὸν Ἰσραηλ
Χαῖρε, νέφος χρυσοσύνθετον τοῦτον σκέπον ἐν ὁδῷ,
Χαῖρε, ὀ διασώσας πρωτότοκα Ἐβραίων.
Χαἶρε, ὃ ἀποκτείνας πρωτότοκα Αἰγύπτου.
Χαἵρε, λαμπρὸν Ἰουδαίων καύχημα.
Χαἶρε, στεῤῤόν τοῦ νόμου περίφραγμα.
Χαῖρε, λαόν ἐξ Αἰγύπτου ἐξάξας.
Χαῖρε, εἰς γῆν καλὴν τοῦτον εἰσάξας.
Χαῖρε. νόμου διάκονε.
Κἀταβὰς ἐν τῷ ὄρει τῷ Σινᾷ Θεὸς μέγας, καὶ μέλλων νόμον δοῦναι Ἐβραίοις, διὰ διακονίας τῆς σῆς καὶ μεσιτείας, Μιχαὴλ μέγιστε, τοῦτον Μωσῇ λελάληκε καὶ ἐδίδαξε μέλπειν οὕτως·
Αλληλούϊα.
Λύτρωσον ἐξαιτοῦντι καὶ λαοῦ σωτηρίαν ποτὲ τῷ ἴερῷ Ζαχαρίᾳ ἐν ναῷ Θεοῦ, ὦ Γαβριήλ, ἐμύνησας θείου Προδρόμου γέννησιν· δι᾽ ὅσου ἐξιστάμενος τὰ εὐαγγέλια κραυγάζω·
Χαῖρε, βροτῶν μείζονα μηνύσας·
Χαῖρε, ποτρὸς τὸν ᾿Αγγελον δείξας.
Χαῖρε, Ζαχαρίου τερπνότατον λάλημα·
Χαῖρε, Ἔλισάβετ γλυκύτατον ἄκουσμα.
Χαῖρε, ὅτι εὐηγγέλισας τὸν βαπτιστὴν τοῦ Χριστοῦ·
Χαῖρε, ὅτι προκατήγγειλας τὸν δεύτερον Ἡλιοῦ.
Χαῖρε, τῆς μετανοίας τοῦ κήρυκος ὃ κήρυξ·
Χαῖρε, φωτὸς τοῦ λύχνου ἣ πανεύηχος σάλπιγξ.
Χαῖρε, ἀρχῆς τῆς χάριτος φώνημα·
Χαῖρε, αὐγῆς ἡμέρας τό μύνημα.
Χαῖρε, βαλβὶς τῆς βροτῶν σωτηρίας·
Χαῖρε, κρηπὶς οὐρανῶν βασιλείας.
Χαῖρε χάριτος ᾿Αγγελε.
Μέλλων ὃ Θεὸς λόγος δι᾿ ἡμᾶς σαρκωθῆναι, σοὶ μόνῳ τὸ μυστήριον τοῦτο ἐνεθάῤῥυσεν, ὦ Γαβριήλ, καὶ σὲ ὕπηρέτην τούτου προέκρινε, τὸ θαῦμα λογιζόμενον καθ᾽ ἕαὺτόν, καὶ ψάλλοντα οὕτως·
Ἄλληλούϊα.
Νεανίας τρεῖς πάλαι ἐκ φλογός τῆς καμίνου ἐῤῥύσω, Μιχαὴλ ταγματάρχα, ἐν αὐτῇ φανεὶς διαπρεπής, τῶ εἴδι λαμπρός τε καὶ θεοκείλος, ὡς ἐξίστασθαι τύραννον τῷ Θαύματι δι᾽ ὃ βοῶσοι·
Χαῖρε, πυρὸς ἀκαμάτου σβέσις·
Χαῖρε, φλογὸς ἀειζῴου ψύξις.
Χαῖρε, τῶν παρθένων παίδων ἀπολύτρωσις·
Χαῖρε, τῶν ἀσπίλων σωμάτων ἣ φύλαξις.
Χαῖρε, ὅτι σὺ ἐξέπληξας τὸν τύραννον σῇ μορφῇ·
Χαῖρε, ὅτι σὺ ἐνίσχυσας τὸν προφήτην Δανιήλ.
Χαῖρε, ὃ τὸν προφήτην ᾿Αββακοὺμ ἐξαρπάσας·
Χαῖρε, εἰς Βαβυλῶνα τοῦτον ταχυκομίσας.
Χαῖρε, στεῤῥὸν Γεδεὼν ἐκνίκημα·
Χαῖρε, λαμπρὸν τοῦ Μαδιὰμ. ἥττημα.
Χαῖρε, δι᾽ οὗ βασιλεῖς δυναμοῦνται·
Χ δι᾿ οὗ τύραννοι ἐκπτοοῦνται.
Χαῖρε νόμου διάκονε.
Ξένον θαῦμα ἰδόντες, Βαλαάμ τε ὃ μάντις, καὶ ὕστερον Δαβὶδ ὃ προφήτης, σὲ ᾧ θεῖε Μιχαήλ, ταχέως πεσόντες, σοὶ προσεκύνησαν· ὃ μὲν φόβῳ δεσμούμενος, ὃ δὲ Θεῶ κραυγάζων οὕτως·
Ἀλληλούϊα.
Ὅλός ἀστραπηφόρος, ὅλος ἠγλαϊσμένος, καὶ ὅλος χαρἱέστατος ἤλθε ς πρὸς τὴν Κεχὰριτωμένη Γαβριήλ, τῆς χαρᾶς κομίσων τὰ εὐαγγέλια· δι᾿ ὅσου καὶ γαννύμενος χαιρετισμῷ σε χαιρετίζω·
Χαῖρε, χαρᾶς ἀλήκτου ὃ κήρυξ.
Χαῖρε, ἀρᾶς τῆς πάλαι ὃ πέλυξ.
Χαῖρε, πεπτωκότος ᾿Αδὰμ ἡ ἀνόρθωσις.
Χαῖρε, ἀθυμίας τῆς Εὔας παράκλησις.
Χαῖρε λόγου ἐνσαρκώσεως ὑψηγόρε ἑρμηνεῦ.
Χαῖρε, Θεοῦ καταβάσεως ἔνδοξε μυσταγωγέ.
Χαῖρε, ὃ χαίρων Χαῖρε χαριτωθείσῃ λέξας.
Χαῖρε, ὃ λύπην πᾶσαν τῇ Χαῖρε διαλύσας.
Χαῖρε, ἀστὴρ μηνύσας τὸν ἥλιον.
Χαῖρε, φωστὴρ φῶς δείξας ἀπρόσιτον.
Χαῖρε, δι᾿ οὗ ὁ κόσμος ἐφωτίσθη.
Χαῖρε, δι᾽ οὔ τὸ σκότος ἠφανίσθη.
Χαῖρε, χάριτος Ἄγγελε.
Ποιμέσιν ἀγραυλοῦσι γέννησιν τοῦ σωτῆρος ἐμήνυσας, Γαβριήλ, χαίρων· καὶ τοὺς μάγους, ὡς ἀστὴρ λαμπρός, ὡδήγησας τούτου εἰς τὴν προσκύνησιν, καὶ πάντας ἐσυνέτῆσας τῷ γεννηθέντι κράζων οὕτως·
Ἀλληλούϊα.
Ῥωμαλέος προστάτης τῆς νέας διαθήχης ἐδείχθης, Μιχαὴλ φαεσφόρε· καὶ λαοῦ πιστῶν χριστιανῶν ὑπέρμαχος μέγας γνωρίζῃ πάντοτε, δεινῶν πολλῶν λυτρούμενος καὶ συγκινῶν αὐτοὺς βοᾶν σοι·
Χαῖρε, λαοῦ τοῦ νέου τὸ τεῖχος·
Χαῖρε, ἐθνῶν χρυστωνύμων σθένος.
Χαἴρε, ᾿Αποστόλους πολλάκις ῤωσάμενος·
Χαῖρε, ἀθλοφόρους στεῤῤούς εργασάμενος.
Χαῖρε, ὄτι Πέτρον ἔσωσας ἐκ δεσμῶν καὶ φυλακής·
Χαῖρε, ὅτι σὺ ἀπέκτεινας τὸν Ἡρώδην παρευθύς.
Χαἴρε, τῆς ἐκκλησίας ἀπροσμάχητος φύλαξ·
Χαἴρε, αἱρετιζόντων ὃ ἀμφίτομος πέλυξ.
Χαῖρε, στεῤεόν ὀσίων ἐνίσχυμα·
Χαῖρε, λαπρῶν ίεραρχών ἔρεισμα.
Χαῖρε, δι’οὗ ἡ πίστις ἐδαπλούται·
Χαῖρε, δι’οὗ ἣ πλάνη ἐκμειοῦται.
Χαἵρε νόμου διάκονε.
Συντελείας τοῦ κόσμου, Μιχαήλ, γενομένης, σάλπιγγα τὴν ἐσχάτην σαλπίσεις, ὑφ᾽ ἧς οἱ νεκροι ἀπὸ τῆς γῇς ἐγερθέντες, φόβῳ παρασταθήσονται τῷ ἀδεκάστῳ βήματι, κράζοντες μετὰ σοῦ τὸν ὕμνον·
Ἀλληλούϊα.
Τάξεώς σοὺ τὸ ὕψος ὄνομα σὸν ἐμφαίνει σαφῶς, Γαβριὴλ φωτοφὸρε· θεανθρῴπου γὰρ κλῆσιν πλουτῶν, εἰκότος καὶ θεανθρώπου δέδειξαι λόγου λειτουργὸς ἄξιος· δι᾽ ὃ σε καὶ γεραίρω ὕμνοις·
Χαῖρε, δι᾿ οὗ μνήστωρ ἐμνήθη·
Χαῖρε, δι᾽ οὗ κόρη παρελήφθη.
Χαῖρε, ὃ καλέσας Ἰησοῦ τὸ ὄνομα·
Χαῖρε, ὁμηνύσας τῷ κόσμῳ σωτήρια.
Χαῖρε, ὄτι ἐχρημάτισας τῷ μνήστορι Ἰωσήφ·
Χαῖρε, ὄτι ἐφυγάδευσας εἰς Αἴγυπτον Ἰησοῦν.
Χαῖρε, ὁ ἐξ Αἰγύπτου Χριστὸν ἀνακαλέσας·
Χαῖρε, Ναζαρὲτ πόλιν οἴκῆσαι ὃ μηνύσας,.
Χαῖρε, πἱστοὺ μάγους μυησάμενος·
Χαῖρε, αὐτοὺς Ἡρώδου ρυσάμενος.
Χαῖρε, δι’ οὗ Ἰησοῦς διεσώθη·
Χαῖρε δι᾿ οὗ Ἡρώδης ἐνεπαίχθη.
Χαῖρε χάριτος Ἄγγελε.
Ὑπερθεν θείου λίθου τοῦ ζωοδόχου τάφου καθήμενος Γαβριήλ, λευχείμων καὶ λάμπων ὡσεὶ ἀστραπή, Χριστοῦ τὴν ἀνάστασιν εὐηγγέλισας ταῖς γυναιξὶ Μὴ κλαίετε, βοῶν αὐταῖς, καὶ ἄδων ὕμνον·
Ἀλληλούϊα.
Φῶς τοῦ κόσμου ὑπάρχεις, Μιχαὴλ στρατάρχα, αὐγάζων τῶν πιστῶν διανοίας, καὶ πρὸ θείαν γνῶσιν ὁδηγῶν, καὶ πρὸς σωτηρίαν φῳτίζων ἅπαντας, κακίας του ἀλάστορος ρυόμενος αὐτοὺς βοῶντας·
Χαῖρε, πιστῶν προστάτα ἁπάντων·
Χαῖρε, πηγὴ ποικίλων θαυμάτων.
Χαῖρε, τῶν νοσούντων ἀδάπανος ἴασις·
Χαῖρε, αἰχμαλῴτων ταχεῖα ἀνάῥῥυσις.
Χαῖρε, ὅτι ἐπροστάτευσας Δοχειαρίου μονῆς·
Χαῖῤε, ὅτι ταύτην ἔσωσας Σαρακηνῶν τῆς ὁρμῆς.
Χαῖρε, τοῦ βυθισθέντος λύτρρωσις νεανίου·
Χαῖρε, τοῦ κεχρυμμένου φανέρωσις χρυσίου.
Χαῖρε, πηγὴν βλύσας ἁγιάσματος·
Χαῖρε, τελῶν θαύματα δι’ ὕδατος.
Χαῖρε, ναοῦ Δοχειαρείου θεῖε κοσιμήτωρ·
Χαῖρε, μονῆς ταύτης ὃ ἀντιλήπτωρ.
Χαῖρε νόμου διάκονε.
Χάριν θείαν χάριν χαρίζου, Μιχαήλ, τοῖς τελοῦσι τὴν σύναξιν τὸν σὴν μετὰ πόθου, καὶ ἐν τῇ ἐξόδῳ τῆς ζωῆς σε καλοῦσι βοηθὸς φάνηθι, καὶ ἐξαιρέτως φύλαξον τοὺς ἐν τῇ μονῇ σοῦ ταύτῃ ἐκβοῶντας·
Ἀλληλούϊα.
ψάλλειν παναρμονίως τῇ Θεοῦ ἐνσαρκώσει τερπνὰς δοξολογίας μαθόντες, παρὰ σοῦ, ὦ θεῖε Γαβριήλ, σοὶ τὰ χἀριστήρια πόθῳ ψάλλομεν, καὶ σὲ ὡς ἀγαθάγγελον γεραίροντες, οὕτω βοῶμεν·
Χαῖρε, χαρὰ τῶν λελυπημένων·
Χαῖρε, φρουρὲ τῶν κακουχομένων.
Χαῖρε, πενομένων ὃ πλοῦτος ὁ ἄσυλος·
Χαῖρε,τῶν πλεόντων λιμὴν ὃ σωτήριος.
Χαῖρε, ὅπλον κραταιότατον βασιλέων εὐσεβῶν·
Χαῖρε, καύχημα περίδοξον ἱερέων εὐλαβῶν.
Χαῖρε, Δοχειαρείου τῆς μονῇς ὁ προστάτης·
Χαῖρε, ὃ πλοίου ταύτης θαυμαστὸς κυβερνήτης.
Χαῖρε, τῶν σὲ τιμώντων ὑπέρμαχε·
Χαῖρε, ψυχῶν νυμφαγωγὲ ἄριστε.
Χαῖρε, πιστῶν ἐκ Θεοῦ εὐλογία·
Χαῖρε, καλὴ μοναστῶν ὁδηγία.
Χαῖρε χάριτος Ἄγγελε.
Ὥ Ἀρχάγγελοι θεῖοι, Μιχαήλ Γαβριήλ τε οἱ θρόνῳ τοῦ Θεοῦ παρεστῶτες, τὰ ἐφύμνια ταῦτα ἡμῶν, ὡς λεπτὰ τῆς χήρας, ἀποδεξάμενοι, γεένης ἡμᾶς ῥύσασθαι, ἵνα σὺν ἡμῖν ψάλλωμεν·
Ἀλληλούϊα.
Εἴτα πάλιν τὸ Κοντάκιον. Τῇ ὑπερμάχῳ,
Τοὺς Ἀρχαγγέλους τῆς Τριάδος εὐφυμήσωμεν, Τὸν Μιχαὴλ καὶ Γαβριήλ, πάντες φιλέορτοι, Οἱ σκεπόμενοι ταῖς πτέρυξιν ἀμφοτέρων, καὶ δεινῶν παντοδαπῶν ἀπολυτρούμενοι, τῶ μὲν κράζοντες· Χαῖρε νόμου διάκονε. Τῶ δέ λέγοντες·
Χαῖρε χάριτος Ἀγγελε.
Ἐτεροι Χαιρετισμοί εις τους Παμέγγιστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ – Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Χαιρετισμοί εις τους Παμέγγιστους Ταξιάρχας Μιχαήλ και Γαβριήλ
Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν οὐρανίων στρατιῶν ὡς προεξάρχοντες ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχιστράτηγοι,οἱ τῷ θρόνῳ παρεστῶτες τῆς θείας δόξης,τῶν παγίδων τοῦ δολίου Πολεμήτορος ἐκλυτροῦσθε προστασίαις ὑμῶν πάντοτε τοὺς κραυγάζοντας· Χαίροις, ζεῦγος ἀσώματον.
Ἄρχων καὶ στρατηγέτης στρατιῶν οὐρανίων ἐδείχθης, Μιχαὴλ φωτοφόρε, (γ’) καὶ σὺν τοῖς τῶν Ἀγγέλων χοροῖς τῇ Τρισηλίῳ παρεστὼς Θεότητι, διὰ παντὸς ἱκέτευε ὑπὲρ τῶν πίστει βοώντων·
Χαῖρε, δι᾿ οὗ ἡ Τριὰς ὑμνεῖται·
χαῖρε, δι᾿ οὗ ὁ Σατὰν σοβεῖται.
Χαῖρε, πρωτοστάτα τῶν ἄνω Δυνάμεων·
χαῖρε, καταπέλτα σκοτίων ἐκφάνσεων.
Χαῖρε, ἄρχων ἡλιόμορφε οὐρανίων στρατιῶν·
χαῖρε, βέλος τὸ τομώτατον κατ᾿ ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, ὅτι ἐκλάμπεις ὡς λαμπρὸς ἑωσφόρος·
χαῖρε, ὅτι ἀστράπτεις ὡς ἀστὴρ φωτοφόρος.
Χαῖρε, ἐχθρῶν ἀπείργων τὰς φάλαγγας·
χαῖρε, πιστοῖς βραβεύων τὰς χάριτας.
Χαῖρε, δι᾿ οὗ φρυκτωρεῖται ἡ κτίσις·
χαῖρε, δι᾿ οὗ ἀνυμνεῖται ὁ Κτίστης.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.
Βλέπων τοῦ Ἑωσφόρου τὸν ὄλισθον, ἐβόας Ἀγγέλων, Μιχαὴλ ταῖς χορείαις· Στῶμεν καλῶς τῇ στάσει ἡμῶν, τὴν τοῦ Θεοῦ ὑμνοῦντες κυριότητα· διὸ καὶ πρῶτος γέγονας ἐν τοῖς Ἀγγέλοις ἀνακράζων·
Ἀλληλούϊα.
Γνώσεως ἀποῤῥήτου τὰς ἀκτῖνας ἐκλάμπων ὡς πλήρης, Γαβριήλ, θείας δόξης, ἀΰλων Ἀγγέλων ἀρχηγὸς τῷ θείῳ βουλήματι ἐχρημάτισας· διό σου τὴν λαμπρότητα θαυμάζοντες, ἀναβοῶμεν·
Χαῖρε, ὁ πλήρης φωτὸς ἀΰλου·
χαῖρε, ἡ πτῶσις Ἐχθροῦ δολίου.
Χαῖρε, φωτοφόρε τῆς χάριτος Ἄγγελε·
χαῖρε, τῶν ἀΰλων Ἀγγέλων διάκοσμε.
Χαῖρε, σέλας παμφαέστατον ἐκ Τριφώτου ἀστραπῆς·
χαῖρε, φάος θεαυγέστατον Τριφαοῦς μαρμαρυγῆς.
Χαῖρε, ὅτι μηνύεις Εὐαγγέλια θεῖα·
χαῖρε, ὅτι σκεδάζεις ἀθυμίας τὴν νύκτα.
Χαῖρε, Θεοῦ ὁ θεῖος Ἀρχάγγελος·
χαῖρε, πιστῶν προστάτης ἀκοίμητος.
Χαῖρε, χαρὰν τοῖς ἀνθρώποις κομίζων·
χαῖρε, βουλὰς τοῦ Βελίαρ ἐκλύων.
Χαίροις, Γαβριὴλ ἀρχάγγελε.
Δύναμιν θείαν ἔχων, Ἀρχηγὲ τῶν Ἀγγέλων, δυνάμεις ἐνεργεῖς ἰαμάτων, καὶ χάριν χορηγῶν τοῖς πιστοῖς, πανταχοῦ ἐπιφθάνεις τοὺς καλοῦντάς σε, Γαβριὴλ φωταυγέστατε, διασώζων τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.
Ἔλαμψας ἐν τῷ Νόμῳ, Μιχαὴλ ταξιάρχα, πορθμεύων τοῖς δικαίοις τὰ κρείττω, καὶ ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ὁδηγῶν, οἷάπερ στήλη φωτόμορφος καὶ νεφέλη περιέπων, παρὰ πάντων ἀκούεις ταῦτα·
Χαῖρε, στήλη πυρίμορφος θεία·
χαῖρε, σκέπη Ἰσραὴλ ἁγία.
Χαῖρε, Ἰουδαίων ὁ πάλαι ἡγούμενος·
χαῖρε, Χριστωνύμους κινδύνων λυτρούμενος.
Χαῖρε, ὅτι φανεὶς σέσωκας τῆς σφαγῆς τὸν Ἰσαάκ·
χαῖρε, ὅτι χαρᾶς ἔπλησας μυστικῆς τὸν Ἀβραάμ.
Χαῖρε, ὁ τῶν Ἀγγέλων παμφαὴς στρατηγέτης·
χαῖρε, ὁ τῶν ἀΰλων οὐσιῶν ἀρχηγέτης.
Χαῖρε, φωτὸς ἀΰλου λαμπάδιον·
χαῖρε, φωστὴρ τῶν θείων Δυνάμεων.
Χαῖρε, πιστῶν οὐρανία λαμπρότης·
χαῖρε, νοῶν φωταυγῶν ὡραιότης.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.
Ζηλωτὰς θείων ἔργων καὶ σεμνῆς πολιτείας ἐργάτας, Μιχαὴλ στρατηγέτα, ἀνάδειξον τοὺς πίστει θερμῇ τῇ σκέπῃ τῶν πτερύγων σου προστρέχοντας· ἀεὶ γὰρ σὴν βοήθειαν ἐπικαλούμεθα βοῶντες·
Ἀλληλούϊα.
Ἤκουσε τῆς φωνῆς σου, ὡς εἶδε Ζαχαρίας ἑστῶτα ἐν ναῷ σε Κυρίου· αὐτῷ γάρ, Γαβριήλ, ἐμφανῶς τὴν τοῦ Προδρόμου ἐν γήρατι σύλληψιν θεόθεν εὐηγγέλισαι· διό σοι πάντες ἐκβοῶμεν·
Χαῖρε, χαρὰν ἀτέκνοις κομίζων·
χαῖρε, δεσμὰ ἀπαιδίας λύων.
Χαῖρε, τοῦ Προδρόμου μηνύσας τὴν σύλληψιν·
χαῖρε, Ζαχαρίου ὁ λύσας τὴν στείρωσιν.
Χαῖρε, μηνυτὰ οὐράνιε ἱερῶν ἀγγελιῶν·
χαῖρε, πορθμευτὰ ἀσώματε ψυχοτρόφων δωρεῶν.
Χαῖρε, ὅτι ἐκλάμπεις ὡς πολύφωτον ἄστρον·
χαῖρε, ὅτι πυρσεύεις τὰς καρδίας ἁπάντων.
Χαῖρε, Θεοῦ χρηστότητος ἄγγελε·
χαῖρε, σεπτῶν χαρισμάτων πάροχε.
Χαῖρε, φωτὸς ἀπαστράπτων ἀκτῖνας·
χαῖρε, ἐχθρῶν ἀπαμβλύνων βολίδας.
Χαίροις, Γαβριὴλ ἀρχάγγελε.
Θείοις σου ἀπειθήσας ῥήμασι Ζαχαρίας, ἐστέρηται φωνῆς παραυτίκα, φωτὸς διάκονε Γαβριήλ, καὶ τὸ λαλεῖν ἐν τῷ τεκεῖν ἀπέλαβε τῆς χάριτος τὸν Πρόδρομον, εὐλογῶν τὸν Θεὸν καὶ ψάλλων·
Ἀλληλούϊα.
Ἰσχυρὸς ἐν τῷ Νόμῳ, Μιχαήλ, ἀνεδείχθης καὶ μέγας ἐν τῇ Χάριτι μύστης, ἐκεῖ μὲν ἐν τύπῳ καὶ σκιᾷ, ὧδε ἀνακεκαλυμμένως, ἔνδοξε· ἐν πᾶσι γὰρ περίδοξος ἀνεφάνης τοῖς ἐκβοῶσι·
Χαῖρε, ὁ μέγας ἐν τοῖς Ἀγγέλοις·
χαῖρε, ὁ μείζων ἐν θαυμασίοις.
Χαῖρε, τῶν ἐν Νόμῳ πατέρων ὑπέρμαχος·
χαῖρε, τῶν ἀῤῥήτων ἐλλάμψεων ἔμπλεως.
Χαῖρε, ὅτι ἐνεπόδισας τὴν πορείαν Βαλαάμ·
χαῖρε, ὅτι ἐθριάμβευσας τὴν κακίαν τοῦ Σατάν.
Χαῖρε, δεδοξασμένε Ἀρχιστράτηγε θεῖε·
χαῖρε, λελαμπρυσμένε καὶ πυρίμορφε νόε.
Χαῖρε, φωτὸς Τριφώτου ἀμάρυγμα·
χαῖρε, χοροῦ Ἀγγέλων διάδημα.
Χαῖρε, βουλῶν τοῦ Ὑψίστου ἐκφάντωρ·
χαῖρε, πιστῶν ὁ προστάτης ἁπάντων.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.
Κατιδὼν ἐθαμβήθη Ἰησοῦς τοῦ Ναυῆ σε, Μιχαήλ, ᾧπερ καὶ ἀνεβόας· Ἐγὼ ἀρχιστράτηγός εἰμι δυνάμεως Κυρίου, καὶ ἐλήλυθα βοηθῆσαί σοι ἐν πᾶσιν, ἐν τῷ κραυγάζειν τῷ Κυρίῳ·
Ἀλληλούϊα.
Λάμπων τῇ φωταυγείᾳ τῆς Ἁγίας Τριάδος, ἐπέστης Ναζαρὲτ ἐν τῇ πόλει, καὶ τό, Χαῖρε, ὦ Γαβριήλ, τῇ Κεχαριτωμένῃ ἀνεβόησας· διό σου μεγαλύνοντες τὰ εὐαγγέλια, βοῶμεν·
Χαῖρε, χαρᾶς αἰωνίου κήρυξ·
χαῖρε, φωτὸς Τρισηλίου μύστης.
Χαῖρε, τῇ Παρθένῳ τό, Χαῖρε, φθεγξάμενος·
χαῖρε, τῆς κατάρας τὴν λύπην τρεψάμενος.
Χαῖρε, Ἄγγελε χαρμόσυνε θείου Εὐαγγελισμοῦ·
χαῖρε, στόμα τὸ μελίῤῥυτον οὐρανίου γλυκασμοῦ.
Χαῖρε, ὅτι Κυρίου τὴν σύλληψιν ἀγγέλλεις·
χαῖρε, ὅτι τὴν ἄῤῥητον εὐφροσύνην παρέχεις.
Χαῖρε, παθῶν σβεννύων τὴν κάμινον·
χαῖρε, χαρὰν μηνύων τὴν ἄληκτον.
Χαῖρε, Θεοῦ τὴν βουλὴν ἀναγγέλλων·
χαῖρε, Ἐχθροῦ τὴν ῥοπὴν ἀναστέλλων.
Χαίροις, Γαβριὴλ ἀρχάγγελε.
Μετὰ δέους παρέστης τῇ παρθένῳ Μαρίᾳ, ὦ θεῖε Γαβριὴλ φωτοφόρε, καὶ τὸν οὐράνιον ἀσπασμὸν καὶ τῆς τοῦ Θεοῦ βουλῆς τὴν ἐκπλήρωσιν ταύτῃ προσεκόμισας, τῷ σὲ ἀποστείλαντι κραυγάζων·
Ἀλληλούϊα.
Νεκρόν τοῦ Μωϋσέως προταγαῖς θείαις εἴκων, ὦ θεῖε Μιχαήλ, ἀποκρύψας τῷ Ἀρχίππῳ ἐν Χώναις φανείς, τοῦ ποταμοῦ τὸν σφοδρὸν ῥοῦν κατέχωσας· διὸ τὸ μεγαλεῖόν σου θαυμάζοντες, ἀναβοῶμεν·
Χαῖρε, Ἀγγέλων ὁ ταξιάρχης·
χαῖρε, ἀνθρώπων μέγας προστάτης.
Χαῖρε, Μωϋσέως φυλάξας το σκήνωμα·
χαῖρε, τοῦ δολίου αἰσχύνας τὸ φρύαγμα.
Χαῖρε, ῥεῖθρον διειδέστατον εὐσπλαγχνίας θεϊκῆς·
χαῖρε, τεῖχος ὀχυρώτατον Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι τὰ ῥείθρα ποταμοῦ μετατρέπεις·
χαῖρε, ὅτι ναόν σου τὸν σεπτὸν περιέπεις.
Χαῖρε, ἐχθρῶν συντρίβων τὴν δύναμιν·
χαῖρε, παθῶν φλογίζων τὴν σύστασιν.
Χαῖρε, ψυχῶν πασχουσῶν θεραπεία·
χαῖρε, ἡμῶν ἀσφαλὴς ὁδηγία.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.
Ξένον θαῦμα ἐργάζῃ, Μιχαὴλ φωτοφόρε, ὁμοῦ σὺν Γαβριὴλ τῷ ἐνθέῳ· ἐκ τῶν θαλαττίων γὰρ βυθῶν τῇ Δοχειαρίου Μονῇ ἐσώσατε τὸν νέον, ὡς ἐπέστητε, ἐκπληττόμενον καὶ βοῶντα·
Ἀλληλούϊα.
Ὅλος λελαμπρυσμένος, ὅλος ἀστραποφόρος ταῖς θείαις, Γαβριήλ, ἀγλαΐαις ἐπέστης ἐν τῇ Βηθλεέμ, καὶ τοῖς ποιμέσι Κυρίου τὴν γέννησιν ἤγγειλας ἐκπληττομένοις τῷ θαύματι καὶ ἐκβοῶσι·
Χαῖρε, φρικτοῦ μυστηρίου μύστης·
χαῖρε, φωτὸς οὐρανίου πλήρης.
Χαῖρε, οὐρανίων ταγμάτων ταξίαρχε·
χαῖρε, ἀποῤῥήτων πραγμάτων διάκονε.
Χαῖρε, ὅτι ἐν ὀράματι βεβαιοῖς τὸν Ἰωσήφ·
χαῖρε, ὅτι τούτῳ εἴρηκας πρὸς τὴν Αἴγυπτον φυγεῖν.
Χαῖρε, ὁ τῶν ποιμένων τὰς ἐννοίας ἐκπλήξας·
χαῖρε, ὁ τῷ τεχθέντι τούτους καθοδηγήσας.
Χαῖρε, πιστῶν θερμὸν καταφύγιον·
χαῖρε, ἡμῶν ἐν πόνοις προσφύγιον.
Χαῖρε, λαμπὰς φωταυγείας αΰλου·
χαῖρε, λιμὴν τῶν ἐν λύπαις τοῦ βίου.
Χαίροις, Γαβριὴλ ἀρχάγγελε.
Πρὸς τὸ μνῆμα ἐπέστης τοῦ Χριστοῦ ἀναστάντος, καὶ ἔφης ταῖς σεμναῖς Μυροφόροις· Τί ζητεῖτε Χριστὸν ἐν νεκροῖς; ἠγέρθη ὁ ζωὴν πηγάζων Κύριος, ὦ Γαβριὴλ φωτόμορφε, ᾧ ἐν εὐλαβείᾳ βοῶμεν·
Ἀλληλούϊα.
Ῥώμην θείαν παρέχων, Μιχαήλ, τοῖς δικαίοις, αὐτοῖς πολλοῖς τρόποις καθωρᾶσο, καὶ ἐν τῷ Βυζαντίῳ φανείς, τὰ τῶν ἐχθρῶν διέλυσας στρατεύματα· διὸ τὴν προστασίαν σου κηρύττοντες, ἀναβοῶμεν·
Χαῖρε, Κυρίου ὁ παραστάτης·
χαῖρε, Ἀγγέλων ὁ πρωτοστάτης.
Χαῖρε, ὁ τὴν γῆν διερχόμενος ἅπασαν·
χαῖρε, ὁ πληρῶν τοῦ Θεοῦ τὰ προστάγματα.
Χαῖρε, ἥλιε πολύφωτε, Ἀσωμάτων Ἀρχηγέ·
χαῖρε, σέλας ἀστραπόμορφον, θείας δόξης κοινωνέ.
Χαῖρε, ὅτι ἐφάνης Μανωὲ τῷ δικαίῳ·
χαῖρε, ὅτι ὡράθης Γεδεὼν τῷ ἐνθέῳ.
Χαῖρε, ἐχθρῶν συντρίψας τὸ στράτευμα·
χαῖρε, πιστῶν νευρώσας τὸ φρόνημα.
Χαῖρε, πηγὴ πολλαπλῶν θαυμασίων·
χαῖρε, πολλῶν μυητὴς ἀποῤῥήτων.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.
Σοῦ τὴν ἄμαχον χάριν, Μιχαὴλ φωτοφόρε, καὶ τὴν πρὸς ἡμᾶς σου προστασίαν κηρύττομεν στόματι λαμπρῷ, ὅτι πολλαπλῶν κινδύνων καὶ θλίψεων λυτροῦσαι τοὺς προστρέχοντας τῷ ναῷ σου καὶ ἐκβοῶντας·
Ἀλληλούϊα.
Τῇ Ἁγνῇ Θεοτόκῳ, τῷ ναῷ προσαχθείσῃ, πιστῶς διακονεῖς καθ’ἑκάστην, καὶ τὸ χαῖρε φωνήσας αὐτῇ ὦ Γαβριήλ χαριέστατε Ἄγγελε, χαρᾶς πολλῆς ἐπλήρωσας, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας·
Χαῖρε, Παρθένου ὁ νυμφοστόλος·
χαῖρε, ὁ λύχνος ὁ φωτοφόρος.
Χαῖρε, μυστηρίων τῶν θείων διάκονος·
χαῖρε, αὐγασμάτων ἀΰλων ἀνάπλεως.
Χαῖρε, τῆς Χριστοῦ σαρκώσεως θεῖος εὐαγγελιστής·
χαῖρε, τῆς Ἀγγέλων τάξεως ἄρχων ὁ θεοειδής.
Χαῖρε, ὅτι ὑπούργεις ἐν ναῷ τῇ Παρθένῳ·
χαῖρε, ὅτι ὑπείκεις Λόγῳ τῷ Ὑπερθέῳ.
Χαῖρε, Θεοῦ Ἀρχάγγελε πάμφωτε·
χαῖρε, ἡμῶν ὑπέρμαχε κράτιστε.
Χαῖρε, ὁ ὕμνον Τρισάγιον ᾄδων·
χαῖρε, δεήσεις δεχόμενος πάντων.
Χαίροις, Γαβριὴλ ἀρχάγγελε.
Ὕδωρ ἔβλυσε ξένον τῇ ὑμῶν ἐπιφανείᾳ Μονῇ Δοχειαρίου τῇ θείᾳ, Ἀρχάγγελοι Χριστοῦ, ἐμφανῶς, Μιχαὴλ καὶ Γαβριὴλ ἱερώτατοι· διὸ ὑμᾶς γεραίρομεν ὡς ἀρωγοὺς ἡμῶν, βοῶντες·
Ἀλληλούϊα.
Φωτοφόρος καὶ πλήρης οὐρανίου ἰσχύος ὁρᾶσαι, Μιχαὴλ στρατηγέτα, καὶ χεῖρα βοηθείας ἀεὶ ἐπορέγεις τοῖς πιστῶς σοι προστρέχουσι, κινδύνων ἐξαιρούμενος τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, Κυρίου τὴν δόξαν βλέπων·
χαῖρε, ἁγίαν δύναμιν ἔχων.
Χαῖρε, ὁ ἀδύτῳ φωτὶ ἐλλαμπόμενος·
χαῖρε, ὁ κινδύνων ἡμᾶς ἐκρυόμενος.
Χαῖρε, μέγιστε Ἀρχάγγελε τῆς ἰσχύος τοῦ Θεοῦ·
χαῖρε, κράτιστε ἀντίπαλε τῆς μανίας τοῦ Ἐχθροῦ.
Χαῖρε, ὅτι ταχέως τῶν πιστῶν προστατεύεις·
χαῖρε, ὅτι ὀξέως τὸν Βελίαρ ἐκτρέπεις.
Χαῖρε, Θεοῦ ὁρῶν τὴν λαμπρότητα·
χαῖρε, νοὸς σοβῶν ἀμαυρότητα.
Χαῖρε, ψυχῶν ἀπελαύνων τὸ ἄχθος·
χαῖρε, ἐχθρῶν καταβάλλων τὸ κράτος.
Χαίροις, Μιχαὴλ ἀρχιστράτηγε.
Χαίρει πᾶσα ἡ κτίσις, βοηθοὺς καὶ προστάτας, δυὰς τῶν φωταυγῶν Ἀρχαγγέλων, πλουτήσασα ὑμᾶς ἐκ Θεοῦ, καὶ ταῖς πτέρυξιν ὑμῶν σπεύδομεν, ὦ Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῇ Τριάδι ἐκβοῶμεν·
Ἀλληλούϊα.
Ψάλλων ἐν τοῖς ὑψίστοις, Γαβριήλ, τῇ Τριάδι σὺν πάντων τῶν Ἀγγέλων τοῖς δήμοις τὸν τρισάγιον ὕμνον ἀεί, ὑπὲρ ἡμῶν διὰ παντὸς ἱκέτευε, ὡς ἂν πόνων καὶ θλίψεων ῥυώμεθα οἱ ἐκβοῶντες·
Χαῖρε, Ἀρχάγγελε φωτοφόρε·
χαῖρε, ἐν ἅπασι σελασφόρε.
Χαῖρε, ὁ πυρίνων ταγμάτων πρωτάγγελος·
χαῖρε, ὁ πνευμάτων σκοτίων ἀντίμαχος.
Χαῖρε, φύλαξ ὁ θερμότατος εὐσεβῶν χριστιανῶν·
χαῖρε, στήριγμα ἀκράδαντον κλονουμένων καρδιῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ἀῤῥαγὴς προστασία·
χαῖρε, τῶν σὲ ὑμνούντων ψυχικὴ θυμηδία.
Χαῖρε, δι᾿ οὗ τοῦ σκότους ῥυσθήσομαι·
χαῖρε, δι᾿ οὗ φωτὸς πληρωθήσομαι.
Χαῖρε, ἀκτὶς τῆς ἐν σκότει ψυχῆς μου·
χαῖρε, κρηπὶς τῆς παρούσης ζωῆς μου.
Χαίροις, Γαβριὴλ ἀρχάγγελε.
Ὦ δυὰς φωτοφόρε τῶν λαμπρῶν Ἀρχαγγέλων, Μιχαὴλ καὶ Γαβριὴλ συνάμα, ( γ’) τοῦ ἀδύτου φωτὸς κοινωνοὺς ταῖς φωταυγέσι λιταῖς ὑμῶν δείξατε τοὺς πόθῳ ὑμᾶς μέλποντας, καὶ τῇ Τριάδι ἐκβοῶντας·
Ἀλληλούϊα.
Καὶ πάλιν τὸ εἰρημένον Κοντάκιον.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν οὐρανίων στρατιῶν ὡς προεξάρχοντες ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ ἀρχιστράτηγοι, οἱ τῷ θρόνῳ παρεστῶτες τῆς θείας δόξης, τῶν παγίδων τοῦ δολίου Πολεμήτορος ἐκλυτροῦσθε προστασίαις ὑμῶν πάντοτε τοὺς κραυγάζοντας·
Χαίροις, ζεῦγος ἀσώματον.
ΠΗΓΗ: https://www.proseyxi.com/xairetismoi-eis-touw-theious-arxagelous/
Σχόλια