Μετάβαση στο κύριο περιεχόμενο

6 φεβρουαρίου, Παράκληση Αγίου Φωτίου του Μέγα, Πατριάρχου Κωνσταντινουπόλεως

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΚΑΙ ΜΕΓΑΝ

Φ Ω Τ Ι Ο Ν.

ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝ/ΠΟΛΕΩΣ

ΤΟΝ ΙΣΑΠΟΣΤΟΛΟΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΗΝ

Η μνήμη αυτού την 6ην Φεβρουαρίου.

(Ποιηθείς υπό μοναχού Γερασίμου Μικραγιαννανίτου).



Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς  θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.




Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,

καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.



Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Τη φερωνύμω και αγία σου κλήσει, φωτός εκλάμπεις μυστικάς λαμπηδόνας, Αρχιεράρχου Φώτιε πανθαύμαστε˙ όθεν διασκέδασον, των παθών μου το σκότος, και φωτί με λάμπρυνον, αληθούς μετανοίας, και προς οδόν οδήγει με αεί, των ενταλμάτων, Χριστού του Θεού ημών.


Θεοτοκίον.

Ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι˙ ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο, εκ τουσούτων κινδύνων, τίς δε διεφύλαξεν, έως νύν ελευθέρους; Ούκ αποστώμεν Δέσποινα εκ σου˙ σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.


Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους


«Φωτί με θείω λάμπρυνον Πάτερ Γερασίμου.


Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Άγιε του Θεού πρέσβευε υπέρ υμών. 

Φωτί των αγίων σου πρεσβειών, απέλασον Πάτερ, της ψυχής μου τον σκοτασμόν, και αίτει πταισμάτων μοι την λύσιν, παρά Χριστού Ιερώτατε Φώτιε.


Άγιε του Θεού πρέσβευε υπέρ ημών.

Ως πάνσοφος μύστης των αρετών, οδήγει με Πάτερ προς την κτήσιν αυτών αεί, ως αν τω Χριστώ ευαρεστήσω, δια ζωής εναρέτου μακάριε.


Δόξα πατρί και Υιώ και Αγίω Πνεύματι.

Τον πάντων Δεσπότην και Ποιητήν, ικέτευε Πάτερ, των πταισμάτων δούναι ημίν, την άφεσιν Φώτιε παμμάκαρ, και φωτισμόν ταις ψυχαίς τον σωτήριον.


Θεοτοκίον.

Και νύν και αεί και εις του αιώνας των αιώνων. Αμήν.

Ιλύος με ρύσαι της των παθών, και ροπής με Κόρη, προς τα χείρονα δυσωπώ, και δίδου μοι δύναμιν Παρθένε, ως αν εκφύγω δολίου τα ένεδρα.


Ωδή γ’. Ουρανίας αψίδος.

Μέγας πρόμαχος ώφθης, και αρραγής πρόβολος, της Ορθοδοξίας παμμάκαρ, ως ενθεώτατος όθεν εδραίωσον, ορθών δογμάτων τη πέτρα τους σε μακαρίζοντας, Φώτιε μέγιστε.

 

Εξ Εώας εκλάμπων, ως παμφαής ήλιος˙ όθεν ταις ακτίσι θεόφρον, της προστασίας σου, πάσης αιρέσεως, Φώτιε λύσον τον ζόφον, και το φως επίλαμψον ημίν της χάριτος.

 

Θεορρήμονι γλώσση, θεολογών Φώτιε, φόβου Θεϊκού τη ψυχή μου, το φως ανάτειλον, ως αν εκκρούσωμαι, της αμαρτίας το σκότος, και ποιήσω Άγιε, το θείον θέλημα.


Θεοτοκίον.

Εξ αγνών σου αιμάτων, ο του παντός Κύριος, σάρκα μορφωσάμενος Κόρη δι’ αγαθότητα, ημάς ερρύσατο, εκ της αρχαίας κατάρας˙ όθεν καμέ λύτρωσαι, παθών του χείρωνος.

 

Διάσωσον Αρχιεράρχα Φώτιε θεηγόρε, από πάσης επιφοράς και κακώσεως, τους προσιόντας τη θεία σου αντιλήψει.

Επίβλεψον εν ευμενεία…


Ήχος β’. Πρεσβεία θερμή.

Προστάτης ημών, και θείον καταφύγιον, ως μέγας ποιμήν, της Εκκλησίας γέγονας, Φώτιε ιερώτατε˙ δια τούτο πίστει βοώμέν σοι˙ Μη διαλίπης πρεσβεύειν Χριστώ, διδόναι ημίν πταισμάτων άφεσιν.


Ωδή δ’. Εισακήκοα Κύριε.

Ιεράρχα πολύσοφε, της Ορθοδοξίας άδυτε ήλιε, πάσης βλάβης ημάς λύτρωσαι, και επινοιών του πολεμήτορος.

 

Ως φωτός θείου έμπλεως, φώτισον καρδίαν μου την τυφλώττουσαν, και προς φως με Πάτερ Φώτιε, εντολών των θείων καθοδήγησον.

 

Φυγαδεύεις τω λόγω σου, σκοτεινών αιρέσεων την σκοτόμαιναν, ων της λύμης ημάς φύλαττε, θεηγόρε Φώτιε απήμονας.


Θεοτοκίον.

Ως Θεού Μήτηρ άφθορος, τον καταφθαρέντα με ατοπήμασι, Θεοτόκε ανακαίνισον, τη συμπαθεστάτη σου χρηστότητι.

 

 

Ωδή ε’. Φώτισον ημάς.

Τείχος αρραγές, Εκκλησίας ώφθης Φώτιε, καταράσσων την οφρύν των Δυτικών˙ ων της πλάνης ανωτέρους ημάς φύλαττε.

 

Ίασαι ψυχών, και σωμάτων τα συντρίμματα, των εν πίστει προσιόντων ακλινεί, Πάτερ Φώτιε τη θεία αντιλήψει σου.

 

Σθένωσον ημάς, καταβάλλειν Πάτερ Φώτιε, αοράτων δυσμενών επιβουλάς, δι’ ών θλίβειν εκπειρώνται την ζωή ημών.


Θεοτοκίον.

Όρμος γαληνός, συ υπάρχεις Μητροπάρθενε, τοις εν βίω θαλαττεύουσι πικρώς˙ δια τούτο τη πρεσβεία σου προστρέχομεν.


Ωδή ς’. Την δέησιν.

Ναμάτων, πεπληρωμένος αΰλων, ως υπέρτιμον του Πνεύματος σκεύος, την πειρασμοίς φλεγομένην ψυχήν μου, και τηκομένην παντοίαις εν θλίψεσι, δρόσισον Φώτιε σοφέ, επομβρία των σων αντιλήψεων.

 

Παθών μου, την χαλεπήν τρικυμίαν, καταπάϋνον ταις σαις ικεσίαις, και προς λιμένα με ίθυνον θείον, της μετανοίας πανεύφημε Φώτιε, ως αν πταισμάτων προς Χριστού, την τελείαν συγχώρησιν εύροιμι.

 

Αγγέλων, και των Αγίων τοις δήμοις, συνηδόμενος σοφέ Ιεράρχα, υπέρ ημών συν αυτοίς εκδυσώπει, τον ελεήμονα Λόγον και Κύριον, όπως ρυώμεθα αεί, πειρασμών και δεινών περιστάσεων. 

 

Θεοτοκίον.

Τον πάντων, Δημιουργόν και Δεσπότην, μετά σώματος τεκούσα Παρθένε, σωματικών με παθών ακαθάρτων, και ψυχικών νοσημάτων απάλλαξον, και λάμπρυνόν μου την ψυχήν, τω φωτί Θεοτόκε της δόξης σου.

 

Διάσωσον Αρχιεράρχα Φώτιε θεηγόρε, από πάσης επιφοράς και κακώσεως, τους προσιόντας τη θεία σου αντιλήψει.

Άχραντε, η δια λόγου…


Ήχος β’. Τοις των αιμάτων σου.

Ως της σοφίας εκφάντωρ θεόληπτος, και Εκκλησίας ατίνακτον στήριγμα, μη παύση παρέχειν δεόμεθα, της σης πρεσβείαις ημίν τα δωρήματα, Πατέρων αγλάϊσμα Φώτιε.


Προκείμενον.

Το στόμα μου λαλήσει σοφίαν…

Στίχ: Ακούσατε ταύτα…


Ευαγγέλιον. Εκ του κατά Ιωάννην.

        Είπεν ο Κύριος προς τους εληλυθότας προς αυτόν Ιουδαίους˙ Αμήν αμήν λέγω υμίν˙ Ο μη εισερχόμενος δια της θύρας εις την αυλήν των προβάτων, αλλά αναβαίνων αλλαχόθεν, εκείνος κλέπτης εστί και ληστής˙ ο δε εισερχόμενος δια της θύρας ποιμήν εστί των προβάτων. Τούτω ο θυρωρός ανοίγει, και τα πρόβατα της φωνής αυτού ακούει, και τα ίδια πρόβατα καλεί κατ΄ όνομα και εξάγει αυτά. και όταν τα ίδια πρόβατα εκβάλη, έμπροσθεν αυτών πορεύεται, κα τα πρόβατα αυτώ ακολουθεί, ότι ίδασι την φωνήν αυτού. Αλλοτρίω δε ου μη ακολουθήσωσιν, αλλά φεύξονται απ΄ αυτού˙ ότι ούκ οίδασι των αλλοτρίων την φωνήν. Ταύτην την παροιμίαν είπεν αυτοίς ο Ιησούς˙ εκείνοι δε ούκ έγνωσαν τίνα ήν ά ελάλει αυτοίς. Είπεν ούν αυτοίς πάλιν ο Ιησούς˙ Αμήν αμήν λέγω υμίν ότι εγώ ειμί η θύρα των προβάτων. Πάντες, όσοι ήλθον προ εμού, κλέπται εισί και λησταί˙ άλλ’ ούκ ήκουσαν αυτών τα πρόβατα. Εγώ ειμή η θύρα˙ δι’ εμού εάν εισέλθη, σωθήσεται, και εξελεύσεται, και νομήν ευρήσει.


Δοξα. 

Ταις του Ιεράρχου…

Και νύν. 

Ταις της Θεοτόκου…


Προσόμοιον.

Ήχος πλ. β’. Όλην αποθέμενοι.

Στίχ: Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου…

Όργανον θεόπνευστον, θεολογίας εδείχθης, και σοφός διδάσκαλος, Εκκλησίας Φώτιε θείω Πνεύματι˙ και τανύν Όσιε, πάσης επηρείας, και μανίας του αλάστορος, ατρώτους φύλαττε, τους ειλικρινώς σε γεραίροντας, αιρετικών τα στόματα, καθ’ ημών εμφράττων δεόμεθα˙ συ γαρ ημών μέγας, προστάτης και μεσίτης προς Θεόν, και τη πρεσβεία σου Άγιε, ευλαβώς προσπίπτομεν.


Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Εδιώχθης αδίκως, παρ’ ανδρών παρανόμων Άγιε Φώτιε˙ διο ημάς προς τρίβους, δικαιοσύνης Πάτερ, καθοδήγει τους ψάλλοντας˙ Ο των Πατέρων ημών, Θεός ευλογητός εί.

 

Ρήμασί σου αγίοις, αντιστήναι ούκ ίσχυσαν οι διώκοντες˙ διο τη ση σοφία, και τη πραότητί σου, ημάς πάντας συνέτισον, οια πατήρ συμπαθής, Φώτιε τα σα τέκνα.

 

Γνώσιν δίδου μοι Πάτερ, και ισχύν του δολίου πατείν την δύναμιν, και τρίβον διανύειν, των αρετών εμφρόνως, πολυθαύμαστε Φώτιε, ως αν της άνω ζωής, γένωμαι κληρονόμος.

 

Θεοτοκίον.

Εξ αχράντου γαστρός σου, ο Σωτήρ των απάντων ημίν επέφανε, και έσωσε Παρθένε, της πάλαι αμαρτίας, τους εν πίστει κραυγάζοντας˙ Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Ωδή η’. Τον Βασιλέα.

Ρώσιν παράσχου, κατά ψυχήν τε και σώμα, κα φως άνωθεν Φώτιε θεηγόρε, τοις επιζητούσι, την σην επιστασίαν.

 

Αγαλλιάται, η του Χριστού Εκκλησία, τη ση χάριτι μέγιστε Ιεράρχα˙ των αιρετικών γαρ, λύεις τας επινοίας.

 

Σαρκός μου Πάτερ, νέκρωσον πάντα τα πάθη, και καταύγασον τον νουν μου τω φωτί σου. Φώτιε Ιεράρχα, ως θείος μου προστάτης.


Θεοτοκίον.

Ίασαι Κόρη, την ασθενούσαν ψυχήν μου, και του ρύπου με της αμαρτίας πλύνον, της χρηστότητός σου, τοις ρείθροις Θεοτόκε.


Ωδή θ’. Κυρίως Θεοτόκον.

Μεγίστης σου σοφίας, Πάτερ τη ισχύϊ, τας σοφιστείας του δράκοντος σύντριψον, αιρετικών διαλύων άπαν πολίτευμα.

 

Ο μέγας Ιεράρχης, Φώτιε παμμάκαρ, της Εκκλησίας ο στύλος ο άσειστος, εκ των σκανδάλων με ρύσαι του πολεμήτορος.

 

Υψόθεν νεύσον Πάτερ, τοις σε ανυμνούσι, και συμπαθώς πάσι δίδου τα πρόσφορα, ως αρωγός ημών πάντων Άγιε Φώτιε.

 

Θεοτοκίον.

Υψίστου χαίρε θρόνε, Κεχαριτωμένη˙ συ γαρ βαστάζεις Χριστόν εν αγκάλαις σου, τον δια σου Θεοτόκε τον κόσμον σώζοντα.


Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


καὶ τὰ ἑξῆς Μεγαλυνάρια

Χαίροις της σοφίας ο θησαυρός, και της Εκκλησίας, ακατάσειστος προμαχών˙ χαίροις Ορθοδόξων, δογμάτων μυστογράφε, δοχείον φωτός θείου, πάνσοφε Φώτιε.

 

Στόμα ευσεβείας ως αληθώς, πολύσοφον ώφθης, επιπνοία τη Θεϊκή, Φώτιε θεηγόρε, και των δοκησισόφων, εκτρέπεις τας εννοίας, φωτί των λόγων σου.

 

Λόγω και σοφία παντοδαπεί, Φώτιε εκλάμπων, ενωσφόρος ως φαεινός, την του Νικολάου, οφρύν την επιρμένην, καθείλες οία μύστης Χριστού θεόπληπτος.

 

Θλίψεις καθυπέστης και διωγμούς, εξ ανδρών αδίκων, απτοήτω Πάτερ ψυχή, και της αληθείας, την δύναμιν εκφάνεις, ως μιμητής Κυρίου ένδοξε Φώτιε.

 

Χαίροις Αποστόλων ο ζηλωτής, Φώτιε παμμάκαρ, μέγα όνομα και σεπτόν˙ χαίροις διδασκάλων αγίων η λαμπρότης, και Εκκλησία δόξα, και αγαλίαμα.

 

Φέγγει πρεσβειών σου των φαεινών, φώτισον τον νουν μου, σκοτισθέντα ταις ηδοναίς, και εκ της πολλής σου, σοφίας δος ρανίδα, τη ταπεινή ψυχή μου, πάνσοφε Φώτιε.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς


τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')

 Δόξα... Καὶ νῦν...

 Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

 Δόξα... Καὶ νῦν... 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.

 

Ἦχος πλ. β'Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς. 

 

Δόξα... 
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. 

 

Καὶ νῦν...  

Ήχος β’. Ότε εκ του ξύλου.

Μέγας αρωγός και βοηθός, ώφθης της Χριστού Εκκλησίας, ως ενθεώτατος, Φώτιε πανθαύμαστε, Αρχιεράρχα Χριστού˙ δια τούτο βοώμέν σοι˙ Εκ πάσης ανάγκης, και παντοίων θλίψεων, και περιστάσεων, φύλαττε λιταίς σου ατρώτους, τους ειλικρινώς σε τιμώντας, και τη ση πρεσβεία καταφεύγοντας.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.


Δίστιχον.

Φώτιε πανθαύμαστε φωτίσου θείω

Γεράσιμον φώτισον τον σε ποθούντα.

 

 

 Η/Υ επιμέλεια Σοφίας Μερκούρη.


Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨