Παρακλητικός Κανών εις τον Άγιον και Δίκαιον Συμεών τον Θεοδόχον
Ποίημα Αργυρουπόλεως Σεραφείμ του Βυζαντίου
†Εορτάζει στις 3 Φεβρουαρίου
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν
ΡΜΒ’ (142) Ψαλμός
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια
Ἦχος δ’. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.
Τόν ἔν χερσί διακρατοῦντα τόν Κόσμον, τόν καί Δεσπότην καί δοτῆρα τοϋ Νόμου, ὑπό Παρθένου τῷ Ναῶ φερόμενον, πόθο εἰσδεξάμενον, ταῖς ἀγκάλαις σου, Πρέσβυ, Συμεών Μακάριε, καθικέτευε πᾶσι, τῶν ὀφλημάτων λύσιν παρασχεῖν, καί γυναιξίν εὐτοκίαν δωρήσασθαι.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
ᾨδὴ ἀ’. Ἦχος πλ. δ’. ’Ὑγράν διοδεύσας.
Δικαίων σκηνώμασιν ἔν χαρά, καί πόθῳ ἄφραστα, αὐλιζόμενος Συμεών, πάντας τούς τελοῦντας σου τήν μνήμην, Θεόν τῶν ὅλων δικαιώσαι ἱκέτευσον.
Ἔν Νόμῳ γενόμενος ἱερεύς, Συμεών ὦς ηΰχου,σύ τεθέασαι Ἰησοῦν, τόν Χριστόν Κυρίου, ὀν δυσώπει, ἐκ πάσης λύπης ἡμᾶς ἀπαλλάξασθαι.
Χειρί τόν κατέχοντα πᾶσαν γῆν, ἔν Χερσίν ἐδέχθης, ἁγιώτατε Συμεών. Τοῦτον οὑν δυσώπει δυστοκίας, ἐλευθερῶσαι τήν σοι καταφεύγουσαν.
Θεοτοκίον.
Ούκ έ’χω παρρησίαν Μῆτερ Θεοΰ, ἰδεῖν άμαρτήσας εἰς τό ὕψος τοῦ Οὐρανοῦ, ἀλλ’ οἰκτεῖρον Κόρη τόν σόν δοῦλον, ἤ τόν Θεόν ἔν γαστρί σου χωρήσασα.
ᾨδὴ γ’. Σύ εΐ τό στερέωμα.
‘Ὑψωθείς ταῖς πράξεσι ταῖς ἱεραῖς, ἁγιώτατε, τόν Ἰησοῦν, ἔν χερσίν ἐδέχθης, ὑπέρ πάντων δεόμενος.
Τόν τοῦ Νόμου Κύριον, μήτραν Παρθένου ἀνοίξαντα, ἰδῶν, σεπτέ Συμεών, δυσώπει, ἐκ κινδύνων ῥυσθῆναι με.
Ό χερσί τόν ἄνθρωπον, δημιουργήσας κατέχεται, ἔν Συμεών, γηραιαῖς ἀγκάλαις, ῥῶσιν πᾶσι δωρούμενος.
Θεοτοκίον.
Νοητήν λαβίδα σε, ἄνθρακα φέρουσαν, Πάναγνε, τόν ἐκ τῶν σῶν, αἱμάτων τεχθέντα, ὅ Ἠσαΐας σε ἔβλεψεν.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
”Υπερήκμασας γήρατι, πίστει δέ τῆ θεῖα ὄντως ένέαζες, ἰδεῖν θέλων τόν Παντέλειον, ὄν ὑπέρ σῶν δούλων καθικέτευε.
Μακαρίσωμεν ἅπαντες, Συμεών τόν Δίκαιον καί βοήσωμεν, φθάσον ῥῦσαι ταῖς πρεσβείαις σου, πάντας τούς τιμῶντας σε Θεόπνευστε.
Νομοδότην σύ Κύριον, ἔν ταῖς σαῖς ἀγκάλαις πάλαι ἐβάστασας, Συμεών, καί νΰν πρεσβείαις σου, βρέφη τά θηλάζοντα ἐγκολπώθητι.
Θεοτοκίον.
Ό χειρί Κόσμον ἅπαντα, φέρων τῆς Παρθένου βαστάζεται, μικρόν ἀγκάλαις νήπιον, ὅ γαστρί συνέχων ἅπαν νήπιον.
ᾨδὴ ἕ’. Φώτισον ἡμᾶς.
Νΰν ἔν Οὐρανοῖς, ἀγαλλόμενος, Μακάριε, πάντας τούς τελοῦντας τήν θείαν μνήμην σου, δεινῶν παντοίων, ταῖς πρεσβείαις σου ἀπάλλαξον.
Σύ ὦ Συμεών, Θεηγόρε ἀπετέλεσας, σεαυτόν Ναόν τοῦ Θεοῦ πανάγιον διό καί εἶδες, ἔν Ναῶ αὑτόν ὦς νήπιον.
Ὗμνοις ἱεροῖς, Συμεών ἀνευφημήσωμεν τόν Θεηγόρον, ἀνακράζοντες, ὦ Θεοδόχε, σαῖς λιταῖς ἡμᾶς οίκτείρησον.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τῆ φθορά κατολισθήσαντας, πάντας τούς σούς δούλους σύ έξανάστησον, καί πρός ἀφθαρσίας, τήν ζωήν ἡμᾶς όδήγησον.
ᾨδὴ ς’. Ίλάοθητί μοι Σωτήρ.
Ἐβόησας, Συμεών, ὅτε κατεῖδες τόν Κύριον, άπόλυσόν με Σωτήρ, νυνί, ὦς ὑπέσχου μοι• καί νΰν τοῦτον αἴτησαι άπολϋσαι πάντας, τῶν δεινῶν καί περιστάσεων.
Ώραιῶθεις Συμεών, τοῦ Μωυσέως λαμπρότερος, ἐγένου ἔν ταῖς χερσί, τόν κάλλει θαυμάσιον, δεξάμενος, Πάνσεπτε• τοῦτον οὖν δυσώπει, οίκτειρήσαι τούς οἰκέτας σου.
Νεκρώσεως τοῖς θεσμοῖς, ἀπῆλθες πρός τόν ποιούμενον, ὄν ἐκδυσώπει ἀεί, Συμεών Πανάγιε, ῥυσθῆναι με θλίψεως, καί δεινῶν παντοίων, σαῖς λιταῖς καί περιστάσεων.
Θεοτοκίον.
Θηρεῦσαι με προσπαθεῖ, ὅ μιαρός δαίμων πάντοτε, Παρθενομῆτορ Ἀγνῇ, ἄλλα σύ έξάρπασον τῶν αὐτοῦ παγίδων με, καί τῆ θεῖα σκέπη τῆς πρεσβείας σόν συντήρησον.
Ἐπίβλεψον ἔν εὐμενείᾳ, Συμεών Θεοδόχε, ἐπί τοῖς ἐμοῖς δεινοῖς τοϋ σώματος πάθεσι, καί ἴασιν δώρησαί μοι λιταῖς σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ Εἶτα τό Κοντάκιον.Ἦχος β’.
Δικαίων ταῖς σκηναῖς, περιχαρώς ἐνηδόμενος, Χριστόν τόν Θεόν, ὀν ἔν ἀγκάλαις ὦς βρέφος ἐβάστασας, αΐτησαι ἁμαρτημάτων πολλῶν λυτρώσαι ἡμᾶς, καί εὐτοκίαν ταῖς ἐγκύοις δωρήσασθαι, Συμεών Θεοδόχε Μακάριε.
Καί εὐθύς τό Προκείμενον.
Νῦν ἀπολύεις τόν δοῦλον σου, Δέσποτα, κατά τό ῥῆμα σου ἔν εἰρήνη.
Στίχος. Φώς εἰς άποκάλυφιν ἐθνῶν, καί δόξαν λαοῦ σου Ἰσραήλ.
Εὐαγγέλιον. ’Ἐκ τοΰ κατά Λουκᾶν (Κεφ. β’ 25—32)
Τῷ καιρῶ ἐκείνῳ ἤν ἄνθρωπος ἔν Ίερουσαλήμοις, ὦ ὄνομα Συμεών, καί ὅ ἄνθρωπος οὗτος δίκαιος καί εὐλαβής, προσδεχόμενος παράκλησιν τοϋ Ἰσραήλ, καί Πνεῦμα “Ἅγιον ἤν ἐπ’ αὑτόν καί ἤν αύτω κεχρηματισμένον ὑπό τοϋ Πνεύματος τοϋ Ἀγίου μή ἰδεῖν θάνατον, πρίν ἤ ἴδη τόν Χριστόν Κυρίου. Καί ἦλθεν ἔν τῷ Πνεύματι εἰς τό ἱερόν καί ἔν τῷ εἰσαγαγεῖν τούς γονεῖς τό παιδίον Ἰησοῦν, τοῦ ποιήσαι κατά τό εἰθισμένον τοϋ νόμου περί αύτοϋ, καί αύτός ἐδέξατο αὑτό εἰς τάς ἀγκάλας αύτοϋ, καί εὐλόγησε τόν Θεόν, καί εἶπε. Νΰν ἀπολύεις τόν δοῦλον σου, Δέσποτα, κατά τό ῥῆμα σου ἔν ειρήνη• ὅτι εἶδον οἵ ὀφθαλμοί μου τό σωτήριον σου, ὅ ἡτοίμασας κατά πρόσωπον πάντων τῶν λαῶν φώς εἴς ἀποκάλυψιν ἐθνῶν, καί δόξαν λαοῦ σου Ἰσραήλ.
Δόξα.
Ταῖς τοῦ Θεοδόχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, έλέηοόν με ὅ Θεός.
Καί τό παρόν Προσόμοιον.
Ἦχος πλ. β’. Ὀλήν ἀποθέμενοι.
Πρεσβύτην θαυμάσιον, ύπερακμάσαντα γήρει, πολιάν σεβάσμιον, ἄνθρωπον Οὐράνιον καί πανέντιμον, προστασίαν θείαν, ἐνεργόν θαυμάτων, καί ἐγκύων ἀντιλήπτορα, πασῶν γινώσκοντες, σε ὦ Συμεών Ἱερώτατε, ἡμεῖς πάντες ἔν δάκρυσι, τῆ σῆ βοήθεια προστρέχομεν ἴδε Θεοδόχε, τήν λύπην καί ἀσθένειαν αὑτῶν, καί εὐτοκίαν χορήγησον, αύταίς ἱκεσίαις σου.
Σῶσον ὅ Θεός τόν λαόν σου…
ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Ἔλαβες, Μάκαρ, ἔν ἀγκάλαις, μικρόν βρέφος Χριστόν τόν ζωοδότην τοῦτον οὑν Συμεών ἱκέτευε νηπίοις, θηλάζουσι δωρήσασθαι, ἐντελῆ τήν ὑγίειαν.
Ὀλῶν ἤ λύτρωσις ἐπέστη, ἔν Ναῶ γάρ ὦς βρέφος τφ ἁγίῳ, Ἰησοῦς Σωτήρ θανάτου αἰφνιδίου τού Συμεών δεήσεσι, ἀπαλλάττων ήμάς πάντας.
Δέχου τήν δέησιν μου, Πάτερ, καί προσάγαγε τῷ ὑπό σοῦ ὦς βρέφος, βασταχθέντι Θεῶ, καί τοῦτον έκδυσώπει, ῥυσθῆναι με τόν ἄθλιον, τῶν παγίδων διαβόλου.
Θεοτοκίον.
Οἴκτειρον σῶσον με, Μαρία, τόν φιλάνθρωπον τεκοῦσα Θεόν Λόγον, καί ἀκτίσι ταῖς σαῖς, καταύγασον ψυχήν μου, καί φιλανθρώπως ῥῦσαι με, τῆς δαιμόνων τυραννίας.
ᾨδὴ ἡ’. Τόν Βασιλέα.
Χριστόν δυσώπει, ὦ Συμεών θεοδόχε, χαρμονῆς αἰωνίου ἀπολαῦσαι, κάμε τόν σόν δοῦλον, ἦς νῦν σύ ἀπολαύεις.
Ἔχων, ὦ Πρέσβυ, παρά Θεῶ παρρησίαν, καθικέτευε ὑπέρ τῶν σε τιμώντων, καί ῥύου εὐχαῖς σου, κινδύνων ἀδοκήτων.
Σύ Θεοδόχε, τάς ἔν γαστρί νΰν ἐχούσας, διαφύλαττε θερμαῖς σου ἱκεσίαις, ταῖς πρός τόν Δεσπότην, καί ῥύου δυστοκίας.
Εὑρών τῶν πόνων, τοΰ ἐπικήρου σου βίου, Συμεών τά ἔπαθλα ἔν βίῳ, τῷ ἀτελευτήτῳ, ἡμῶν μή ἐπιλαθοῦ.
Θεοτοκίον.
Ῥᾶνον, ὦ Κόρη, Θεογεννήτορ Μαρία, τῷ πιστῶς τιμῶντι σε ῥανίσι, τῆς σῆς προστασίας, καί ρΰσαι τῶν πταισμάτων.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ἁγναί σου ὦ Πρεσβῦτα, χεῖρες αἵ δεχθεῖσαι, τόν ζωοδότην καί γέγονας Πάνσεπτε, ὄντως εὐδαίμων διό εὐφημοῦμεν σε.
Φιλάνθρωπε τοῦ κόσμου, Δέσποτα καί Σῶτερ, ταῖς Θεοδόχου πρεσβείαις ἀπάλλαξον, τούς σοΰς οἰκέτας, τῶν νόσων καί περιστάσεων.
Ἐπί τήν προστασίαν, τήν σήν, Θεοδόχε, νΰν καταφεύγω ὅ δοῦλος σου πρόφθασον, καί ταῖς πρεσβεῖαις σου, σῶσον με τόν κατάκριτον.
Ἴασαι Τρισμάκαρ, τήν ἐκ δυστοκίας, ,δεινῶς νΰν πάσχουσαν δούλην σου, Ἅγιε, καί εὐτοκίαν ἔν τάχει, αὕτη χορήγησον.
Θεοτοκίον.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Δεσπότου, τῶν ψυχοφθόρων παθῶν με ἀπάλλαξον, καί αἰωνίου πυρός, ῥῦσαι καί σῶσον με.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Φῶς εἰς ἀποκάλυψιν τῶν ἐθνῶν, ἐπί τῆς γῆς ὤφθης, ἐκ Παρθένου ὄντως τεχθείς, καί ἐπανεπαύσω γηραλέαις ἀγκάλαις, τά βρέφη ὅ φυλάττων, μόνε φιλάνθρωπε.
Πρέσβυ Ἱερώτατε Συμεών, μή παύσῃ πρεσβεύων, τῷ Σωτῆρι σου καί Θεῶ, εὐτοκίαν δοῦναι ταῖς ἐπίτεξι πάσαις, καί νόσων καί κινδύνων, τήν ἀπολύτρωσιν.
Ὦς ἐδέχθης βρέφος ἔν Ἱερῶ, τοΰ Πατρός τόν Λόγον, ἔν ἀγκάλαις σου, Συμεών, οὕτως ἐκδυσώπει αύτόν ἔν παρρησία, θηλάζουσι νηπίοις, ῥῶσιν δωρήσασθαι.
Ὦς ένηγκαλίσθης ἔν Ίερω, τόν Θεόν τῶν ὅλων, δικαιότατε Συμεών, οὕτω καί τά βρέφη, πρεσβείαις σου συντηρεῖ, καί τάς ἐγκύους πάσας, σύ ἐλευθέρωσον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό Τροπάριον Ἦχος β’.
Τοῦ Δικαίου Συμεών τήν Μνήμην Κύριε, ἑορτάζοντες, δι’ αὐτοῦ σε δυσωποῦμεν, σῶσον τάς ψυχάς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἦχος πλ. δ’. Δέσποινα πρόσδεξαι.
Συμεών Ἱερώτατε, τόν Σωτῆρα ἱκέτευε, ὄν ἔν ἀγκάλαις ἐδέχθης, τάς ἔν γαστρί ἐχούσας ῥῦσαι, καί εὐτοκίαν αύταΐς δωρήσασθαι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν
Πηγή: proseyxi.com
Σχόλια