Μετάβαση στο κύριο περιεχόμενο

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ, ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ ΚΑΙ ΒΙΟΣ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΤΗΣ ΚΛΕΙΣΟΥΡΑΣ

 ΠΑΤΗΣΤΕ ΠΑΝΩ ΣΤΑ ΓΡΑΜΜΑΤΑ ΕΔΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΚΑΙ ΝΑ ΑΚΟΥΣΕΤΕ ΤΟ ΒΙΝΤΕΟ

ΕΟΡΤΑΖΕΙ ΣΤΙΣ 6 ΜΑΙΟΥ

ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ  ΟΙΚΟΙ 

ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ 

Σ Ο Φ Ι Α Ν 

ΤΗΝ ΑΡΤΙ ΕΝ Τῌ ΜΟΝῌ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΠΑΡΑ ΤΗΝ ΚΛΕΙΣΟΥΡΑΝ ΚΑΣΤΟΡΙΑΣ ΑΣΚΗΣΑΣΑΝ

Δρος   Χαραλάμπους  Μ.  Μπούσια 

Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

  

*

*

*   *   *   *   *

*

  *  

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

 

ν τῇ Κλεισούρᾳ Καστορίας ἐνασκήσασαν

καὶ ὑπομείνασαν τὸ ψῦχος ὥσπερ ἄσαρκον,

παρ' ἑστίαν καθημένην Μονῆς αὐλείῳ

Θεοτόκου, Πόντου τίμιον καλλώπισμα,

ὡς εὐχῆς καρδιακῆς, Σοφίαν, μέλψωμεν

ἴον κράζοντες· Χαίροις, πάνυ Ἀσκήτρια.

 

Οἱ Οἶκοι.

 

γγελοι καθορῶντες

σῆς ἀσκήσεως τρόπους

ἐξέστησαν, Σοφία Ὁσία, (ἐκ γ΄ )

καὶ πιστῶν Μακεδόνων χοροὶ

σὺν Ποντίων δήμοις, μῆτερ, θαυμάζοντες

ταπείνωσιν καὶ νῆψίν σου

ἐκραύγαζον ἐν κατανύξει·

 

Χαῖρε, διδάσκαλος μετανοίας·

 χαῖρε, ὁ πρόβολος ἐγκρατείας.

 

Χαῖρε, τῆς Μονῆς τῆς Κλεισούρας ἡ ἔνοικος·

χαῖρε,  παμφαὴς λαμπηδὼν Θείας Χάριτος.

 

Χαῖρε, φάρος τῆς ἁπλότητος καὶ ἀμέμπτου ἀγωγῆς·

χαῖρε,  λύχνος ταπεινώσεως καὶ εὐχῆς καρδιακῆς.

 

Χαῖρε, Θεοῦ σοφίας χρυσοστόλιστον σκεῦος·

χαῖρε, τῆς συμπαθείας τῆς Αὐτοῦ θεῖος τύπος.

 

Χαῖρε, κρηπὶς σαρκὸς κατατήξεως·

χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως.

 

Χαῖρε, ἐν γῇ ἡ οὐκ ἔχουσα κλίνην·

χαῖρε, πηγὴ ἡ ἐκχέουσα χάριν·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Βλάστημα τῆς Ἀρδάσσης

εὐθαλέστατον Πόντου,

Σοφία, εὐωδίᾳ σῶν πόνων

ὑπὲρ λόγον τῶν ἀσκητικῶν

καὶ τῶν προσποιήσεων σου τῶν μωρῶν ηὔφρανας

πιστούς σοι καταφεύγοντας

καὶ ὕμνοις ἱεροῖς βοῶντας·

 

Ἀλληλούϊα.

 

Γάνυται τῶν Ποντίων

ἡ χορεία, Σοφία,

τῇ σῇ θεοφιλεῖ πολιτείᾳ,

ἰσαγγέλῳ σου διαγωγῇ

καὶ σοῖς ὑπὲρ φύσιν ἀληθῶς σκάμμασιν

ἐν Καστορίας ὄρεσι

βοῶσα εὐχαρίστῳ γλώσσῃ·

 

Χαῖρε, ὁ θεῖος Ἀρδάσσης γόνος·

χαῖρε, ὁ νέος Κλεισούρας λύχνος.

 

Χαῖρε, ἡ κυπάρισσος τῆς ταπεινώσεως·

χαῖρε, ἡ πολύῤῥυτος κρήνη συνέσεως.

 

Χαῖρε, ἄστρον παμφαέστατον προσποιήσεως μωρᾶς·

χαῖρε, ῥόδον  εὐωδέστατον ἐνασκήσεως λαμπρᾶς.

 

Χαῖρε, τῆς καρτερίας ἐν τῷ ψύχει ἀκρότης·

χαῖρε, τῆς συμπαθείας τῶν πενήτων φαιδρότης.

 

Χαῖρε, εὐχῆς ὁ στῦλος ὁ ἄσειστος·

χαῖρε, πυξὶς ἀγάπης τῆς κρείττονος.

 

Χαῖρε, Χριστὸν ἡ θερμῶς ἀγαπῶσα·

χαῖρε, πτωχῶν ἡ χορείας φιλοῦσα·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Δένδρον ὡς παρ’ ὑδάτων

διεξόδους, Σοφία

σεμνή, πεφυτευμένον εὐχύμους

πολιτείας ἀμέμπτου καρπούς,

ἀρετῆς, σοφίας ἀκραιφνοῦς, νήψεως

καὶ προσευχῆς ἐξήνθησας,

ἀπαύστως τῷ Θεῷ βοῶσα·

 

Ἀλληλούϊα.

 

πηξας ὡς στρουθίον

τὸ μονάζον, Σοφία

Ὁσία, ἐπὶ δώματος ἄρτι

εἰς αὐλὴν Θεοτόκου Μονῆς

τῆς ἐν τῆς Κλεισούρας ὀρεινοῖς ἄλσεσι

τὴν καλιὰν ἀγώνων σου·

διό σοι ἐκβοῶμεν ταῦτα·

 

Χαῖρε, ἀσκήσεως ἡ κινύρα·

χαῖρε, τῆς πίστεως ἡ κιθάρα.

 

Χαῖρε, Θεοτόκου Σεμνείου ἀσκήτρια·

χαῖρε, τοῦ ἐχθίστου ἀπάτης ὀλέτειρα.

 

Χαῖρε, ψῦχος ὑπομείνασα ἀκλινῶς καὶ παγετόν·

χαῖρε, σκότος διαλύσασα σαρκικῶν ἀνομιῶν.

 

Χαῖρε, τῆς καρτερίας ἡ φιλέρημος ὄρνις·

χαῖρε, τῆς ἀπαθείας ἡ νεόφωτος φαῦσις.

 

Χαῖρε, Χριστοῦ πτωχείαν ποθήσασα·

χαῖρε, ἐχθροῦ μανίαν πατήσασα.

 

Χαῖρε, πιστῶν γυναικῶν κοσμιότης·

χαῖρε, πασῶν ἀρετῶν ὡραιότης·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Ζήλῳ πολλῷ, Σοφία,

μετὰ σοῦ τοῦ παιδίου

καὶ σοῦ συνεύνου ἀποδημίαν

οὐρανῶν πρὸς σκηνώσεις ταχὺ

ὡς ὠκύπους ἔδραμες, σεμνή, ἔλαφος

ἀφιερῶσαι βίον σου

Κυρίῳ, ᾯ ἀπαύστως ᾖδες·

 

Ἀλληλούϊα.

 

λθες πρῶτον, Σοφία,

εἰς Μονὴν θείου Μάρκου

ἐν ὄρεσι κειμένην Φλωρίνης

καὶ εἰς τῆς Παναγίας Μονὴν

εἶτα ἐν Κλεισούρᾳ, ἔνθα ἀσκήσεσι

Κυρίῳ εὐηρέστησας

καὶ δήμοις εὐσεβῶν βοῶσι·

 

Χαῖρε, φωστὴρ ἐναρέτου βίου·

χαῖρε, σβεστὴρ γυναικὸς τοῦ χαύνου.

 

Χαῖρε, ἡ ὀφθεῖσα κρηπὶς ταπεινώσεως·

χαῖρε, ἡ δεχθεῖσα στεφάνους ἀσκήσεως.

 

Χαῖρε, κλέϊσμα πολύτιμον νεαυγῶν ἀσκητριῶν·

χαῖρε, σέμνωμα θεόσδοτον οὐρανίων δωρεῶν.

 

Χαῖρε, ἡ ἐν ὑπαίθρῳ ἐνασκήσασα πίστει·

χαῖρε, ἡ ἐν τῷ πόλῳ ἐνοικήσασα ἄρτι.

 

Χαῖρε, λαμπὰς φαιδρὰ προοράσεως·

χαῖρε, ἰκμὰς σαρκὸς κατατήξεως.

 

Χαῖρε, Χριστοῦ Ἐκκλησίας κοσμήτωρ·

χαῖρε, λαοῦ ἀκλινὴς ἀντιλήπτωρ·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Θραύσασα τοῦ Βελίαρ

τὰς ἐνέδρας, Σοφία,

μωραῖς σου προσποιήσεσιν ἄρτι

ἐθωράκισας σοῦ τῆς σαρκὸς

τῇ σκληραγωγίᾳ, σῶφρον ἀσκήτρια,

σαυτὴν καὶ σαῖς δεήσεσι

πρὸς Κύριον, ᾯπερ ἐβόας·

 

Ἀλληλούϊα.

 

σχυσας Παναγίας

θείᾳ ἐπιστασίᾳ

τὸν δόλιχον ἀνῦσαι τοῦ βίου

τοῦ προσκαίρου σου θεοπρεπῶς

καὶ λαβεῖν βραβεῖον τιμαλφὲς κλήσεως

τῆς ἄνω, θεοτίμητε·

διό σοι ἐκβοῶμεν πόθῳ·

 

Χαῖρε, ὁ στῦλος τῆς ἀφανείας·

χαῖρε, ὁ λύχνος τῆς ἀπαθείας.

 

Χαῖρε, ἡ λαμπὰς τῆς ψυχῆς καθαρότητος·

χαῖρε, ἡ ἀμνὰς Θεοῦ Λόγου ἡ ἄμεμπτος.

 

Χαῖρε, φύσεως ὑπέρβασις καὶ ἁπλότητος κρουνός·

χαῖρε, γνώσεως ἡ ἄμοιρος κοσμικῆς ὡς ἀληθῶς.

 

Χαῖρε, ὅτι σαρκίου κατενίκησας πάθη·

χαῖρε, ὅτι δαιμόνων ἐθριάμβευσας στίφη.

 

Χαῖρε, Ἀγγέλων θείων συνόμιλος·

χαῖρε, Χαρίτων Πνεύματος πέλαγος.

 

Χαῖρε, πιστῶν λόγος παραμυθίας·

χαῖρε, λαμπρὸν κῦδος κακοπαθείας·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Κλίμακα ψυχοτρόφου

ἀρετῆς ἐν τῇ Μάνδρᾳ

ἀνῆλθες Θεοτόκου, Σοφία,

ταπεινώσεως εὖχος σεπτὸν

καὶ σκληραγωγίας τῆς σαρκὸς ἔκτυπον·

διό σε μακαρίζοντες

ἐκθύμως τῷ Θεῷ βοῶμεν·

 

Ἀλληλούϊα.

 

Λάμψασα ἐν Κλεισούρᾳ

Καστορίας ἀρτίως,

Σοφία, ὡς ὑπέρφωτον ἄστρον

ἐνασκήσεως ὑπερφυοῦς

σοὶ τῶν προσιόντων τὰς ψυχὰς ηὔγασας

συντόνων σου πυρσεύμασιν

ἀγώνων· ὅθεν σοι βοῶμεν·

 

Χαῖρε, ἀπαύγασα ἐγκρατείας·

χαῖρε, ἐκπύρσευμα ἀπαθείας.

 

Χαῖρε, ἡ εὑροῦσα σαρκὸς τὴν ἀπάθειαν· 

χαῖρε, ἡ ἀνθοῦσα Θεοῦ τὴν ἀνταύγειαν.

 

Χαῖρε, ὕψος προσποιήσεως ἀνοήτου ἀγωγῆς·

χαῖρε, βάθος προοράσεως καὶ εὐχῆς καρδιακῆς.

 

Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὴν ἄπονον λῆξιν·

χαῖρε, ἡ καθορῶσα τοῦ Θεοῦ Λόγου λάμψιν.

 

Χαῖρε, χαρᾶς ἡμῶν θεία ἔκφρασις·

χαῖρε, μωρᾶς σοφίας ἀναίρεσις.

 

Χαῖρε, Μονῆς Θεοτόκου ἡ λάμψις·

χαῖρε, πηγῆς δωρεῶν θείων ῥεῦσις.

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Μάνδραν τῆς Θεοτόκου

καθηγίασας ἄρτι

δακρύων σου ῥανίσι, Σοφία,

ἐν αὐλῇ ἧσπερ τοὺς παγετοὺς

καὶ χιόνας, μῆτερ θαυμαστή, ἤνεγκας

ὡς ἄσαρκος ἀείποτε

βοῶσα τῷ Θεῷ τῶν ὅλων·

 

Ἀλληλούϊα.

 

Νίκης λαβοῦσα στέφος

χρυσοποίκιλτον, μῆτερ

Σοφία, ἐκ χειρῶν τοῦ Κυρίου

στεφηφόρος ἀπῆλθες Αὐτῷ

ὑπαντῆσαι πόλου ἐν λαμπροῖς δώμασι,

θεοειδὲς ἀσκήτρια·

διό σοι φωνασκοῦμεν πόθῳ·

 

Χαῖρε, το γέρας τῆς καρτερίας·

χαῖρε, τὸ κέρας τῆς Ἀμαλθείας.

 

Χαῖρε, ἡ ἑστίαν καὶ στέγην οὐκ ἔχουσα·

χαῖρε, εὐθυμίαν πιστοῖς ἡ παρέχουσα.

 

Χαῖρε, εὔοσμον λευκάνθεμον χαμευνίας σωστικῆς·

χαῖρε,  νήψεως μυράλειπτρον καὶ εὐχῆς καρδιακῆς.

 

Χαῖρε, ὅτι ἠρνήσω τὸ φθειρόμενον σῶμα·

χαῖρε, ὅτι ἐκτήσω ἀπαθείας τὸ στέμμα.

 

Χαῖρε, λαμπτὴρ νεόφωτος πίστεως·

χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.

 

Χαῖρε, γερῶν κοινωνὸς οὐρανίων·

χαῖρε, σεμνῶν ὄλβε θεῖε Ποντίων·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Ξένως ἡ Παναγία

Θεοτόκος, Σοφία,

Ἁγίων σὺν χορῷ ἰατήρων

ἐχειρούργησε σε καὶ οὐλὰς

τῆς σαρκός σου, μῆτερ, θαυμαστῶς ἴασαι,

Κλεισούρας σεμνολόγημα,

ἡ ψάλλουσα ἀδιαλείπτως·

 

Ἀλληλούϊα.

 

ρνις ὡς ὀρεινόμος

καλιὰν σῶν ἀγώνων

ἀρτίως ὑπὲρ λόγον, Σοφία,

ἐν δρυμοῖς Καστορίας πυκνοῖς

κελαδοῦσα δόξαν τοῦ Θεοῦ ἔπηξας·

διὸ ψαλμοῖς καὶ ᾄσμασι

σὲ μέλποντες τρανῶς βοῶμεν·

 

Χαῖρε, τὸ εὖχος Μακεδονίας·

χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.

 

Χαῖρε, ὁ πολύφορος στάχυς τοῦ Πνεύματος·

χαῖρε, ὁ νεότευκτος τοῖχος ἀσκήσεως.

 

Χαῖρε, ἄνθος εὐωδέστατον Καστορίας τοῦ νομοῦ·

χαῖρε, ἄστρον νεαυγέστατον ἀγαπήσεως Χριστοῦ.

 

Χαῖρε, ἡ ἐν δρυμῶσιν ὥσπερ ἄρκτος βιοῦσα·

χαῖρε, ἡ ἐν ἀγῶσι νοῦν οὐράνιον σχοῦσα.

 

Χαῖρε, Κλεισούρας ἄλσεων ἔνοικος.

χαῖρε, τῆς ἄνω πόλεως κάτοικος.

 

Χαῖρε, πενήτων προσφύγων σου πλοῦτος·

χαῖρε, Ὁσίων γυναίων τὸ κλέος·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Πλοῦτόν σου τῆς καρδίας,

λιτοδίαιτε μῆτερ

Σοφία, κατεδείκνυς τοῖς πᾶσι

προσιοῦσί σοι καὶ δαψιλῶς

ἀγαθὰ ἐδίδως, ἅ σοι προσήνεγκον

τῶν εὐσεβῶν οἱ σύλλογοι

αὐτοῖς τοῖς εὐλαβῶς βοῶσι·

 

Ἀλληλούϊα.

 

άκη ἐνδεδυμένη

ἐν αὐλῇ ὑπαιθρίῳ

Μονῆς τῆς Παναγίας, Σοφία,

βίον ἤνυσας ταύτης μορφῇ

ἐν τῷ ὑπερθύρῳ τοῦ Ναοῦ στρέφουσα

σὰ ὄμματα καὶ δύναμιν

λαμβάνουσα· διὸ βοῶμεν·

 

Χαῖρε, δασῶν Καστορίας ἄνθος·

χαῖρε, ἐχθρῶν ἀοράτων ξῖφος.

 

Χαῖρε, τὸν ἐχθρὸν ταπεινώσει νεκρώσασα·

χαῖρε, τὸν Θεὸν ἡ ἀσκήσει δοξάσασα.

 

Χαῖρε, ὅτι Θεομήτορα ἔσχες βίου βοηθόν·

χαῖρε, ὅτι τὸν ἀλάστορα κατετρόπωσας ἐχθρόν.

 

Χαῖρε, θερμαινομένη τῇ ἀγάπῃ Κυρίου·

χαῖρε, δυναμουμένη τῇ ἰσχύϊ Ὑψίστου.

 

Χαῖρε, ποθοῦσα σώματος νέκρωσιν·

χαῖρε, λαβοῦσα ἄϋλον θέωσιν.

 

Χαῖρε, Ἁγίοις συνευφραινομένη·

χαῖρε, Ὁσίοις συναγαλλομένη·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Σῆς ἁπλότητος τρόποις,

εὐηρέστησας, ἄρτι,

Σοφία, εὐσεβῶν ταῖς χορείαις

καὶ τῆς σῆς συμπαθείας βολαῖς

τοὺς σοὶ προσιόντας εὐλαβῶς πένητας

ἐφώτισας, ὧν ἤνοιξας

τὰ χείλη ἀσιγήτως ψάλλειν·

 

Ἀλληλούϊα.

 

 

Τίμιος ἐναντίον

τοῦ Κυρίου ἐπώφθη

ὁ θάνατός σου, μῆτερ Σοφία,

ἐγκαλλώπισμα ἀσκητριῶν,

ἡ ἀξιωθεῖσα τὸ Αὐτοῦ πρόσωπον

τὸ ἄχραντον θεάσασθαι

ἐν πόλῳ· ὅθεν σοι βοῶμεν·

 

Χαῖρε, ὁσίως ἠγωνισμένη·

χαῖρε, ἀξίως δεδοξασμένη.

 

Χαῖρε, τῶν Ποντίων σεπτὸν ἀγαλλίαμα·

χαῖρε, Μακεδόνων τερπνὸν σεμνολόγημα.

 

Χαῖρε, φοῖνιξ ὁ ὑψίκομος χάριτος ἀσκητικῆς·

χαῖρε, σάλπιγξ ἡ μεγάφωνος ἐν Χριστῷ καινῆς ζωῆς.

 

Χαῖρε, ὅτι μωρίᾳ ἐθεώθης ἀρτίως·

χαῖρε, ὅτι τὰ γέρα ἀφθαρσίας ἐδέξω.

 

Χαῖρε, βροτῶν πρὸς Κτίστην μεσίτρια·

χαῖρε, δρυμῶν Κλεισούρας ἀσκήτρια.

 

Χαῖρε, εἰκὼν ἐν δεινοῖς καρτερίας·

χαῖρε, φυτὸν ἱερᾶς εὐθαλείας·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

μνων σου λευκανθέμοις

μελιῤῥύτων, Σοφία,

τὴν πάνσεπτον νῦν στέφομεν μνήμην

καὶ τὰς σὰς ἐκζητοῦμεν εὐχὰς

ἵνα βίου πάντες τὴν ὁδόν, ἔνθεε,

ἀνύσωμεν, ἀσκήτρια,

οἱ πίστει τῷ Θεῷ βοῶντες·

 

Ἀλληλούϊα.

 

Φάρος Θεοῦ σοφίας

ἐν ἁπλότητι τρόπων

σῶν, μῆτερ, κεκρυμένης, Σοφία,

ἀνεδείχθης καὶ ὑπομονῆς

ἐν χειμῶνος ψύχει, παγετοῖς, πάνσοφε,

καὶ ταῖς χιόσιν· ὅθεν σοι

βοῶμεν ὁλοθύμως ταῦτα·

 

Χαῖρε, αὐγὴ τοῦ Θεοῦ σοφίας·

χαῖρε, πηγὴ ψυχικῆς ἀνδρείας.

 

Χαῖρε, ἡ νιφὰς τῆς χιόνος σεμνότητος·

χαῖρε, ἡ ψεκὰς θεοπέμπτου χρηστότητος.

 

Χαῖρε, ὄργανον θεόπνευστον ψυχοτρόφου ἀρετῆς·

χαῖρε, πάμφωτον ἀνάκτορον ἰσαγγέλου βιοτῆς.

 

Χαῖρε, ὅτι δωμάτων οὐρανῶν ἀπολαύεις·

χαῖρε, ὅτι θαυμάτων ποταμοὺς ἀναβλύζεις.

 

Χαῖρε, ῥακένδυτος νέα ἀσκήτρια·

χαῖρε, θεόσδοτος νόσων ἰάτειρα.

 

Χαῖρε, ἐχθρῶν ἀοράτων ἡ τρῶσις·

χαῖρε, παθῶν τοῦ σαρκίου ἡ παῦσις·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

Χαῖρε τῆς καρτερίας

ἐν τῷ ψύχει, Σοφία,

μυρίπνοον τῆς πίστεως ἄνθος,

εὐωδίαν ἐκπνέον εὐχῆς

σῆς ἀδιαλείπτου, τῆς σαρκὸς τήξεως

καὶ νήψεως, ἀσκήτρια,

κραυγάζοντες ἀεὶ φωνοῦμεν·

 

Ἀλληλούϊα.

 

Ψάλλοντές σου, Σοφία,

σοὺς ἐν Μάνδρᾳ Κλεισούρας

ἀγῶνας τοὺς ἐν τῇ Καστορίᾳ

πρὸς τελείωσιν τῆς ἀρετῆς

σὲ ὑμνολογοῦμεν ὡς κρουνὸν Χάριτος

δροσίζοντα τὰ σύμπαντα

σοῖς χεύμασιν εὐχῶν βοῶντα·

 

Χαῖρε, λιτῶς ἡ διαιτωμένη·

χαῖρε, σεπτῶς πολιτευομένη.

 

Χαῖρε, Ἐκκλησίας ὁ νέος διάκοσμος·

χαῖρε, ἀκτησίας καὶ νήψεως πρόβολος.

 

Χαῖρε, ψῦχος ὑπομείνασα ἀκλινῶς καὶ παγετόν·

χαῖρε,  σθένος ἐπιδείξασα ἐν Κλεισούρᾳ ἀνδρικόν.

 

Χαῖρε, πλύνασα ῥάκη σῶν δακρύων ῥανίσι·

χαῖρε, λάμψασα ἄρτι σῶν ἀγώνων ἀκτίσι.

 

Χαῖρε, ἐχθρῶν ἀΰλων ὀλέτειρα·

χαῖρε, ἡμῶν πρὸς πόλον ἰθύντειρα·

 

Χαῖρε, δι’ ἧς Καστορία χορεύει·

χαῖρε, πρὸς ἣν ἐκβοῶσα προστρέχει·

 

Χαίροις, πάνυ Ἀσκήτρια.

 

δοχεῖον σοφίας

τοῦ σοφίζοντος πάντας

βροτοὺς Θεοῦ Ὑψίστου, Σοφία, (ἐκ γ΄ )

σοὺς ἀσόφους ἱκέτας εὐχαῖς

ταῖς θερμαῖς σου δεῖξον ἀρετῆς πρότυπα

καὶ σωφροσύνης πάμφωτα

σκηνώματα τοὺς ἐκβοῶντας·

 

Ἀλληλούϊα.

 

Καὶ αὖθις τὸ Κοντάκιον.

Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

 

ν τῇ Κλεισούρᾳ Καστορίας ἐνασκήσασαν

καὶ ὑπομείνασαν τὸ ψῦχος ὥσπερ ἄσαρκον,

παρ' ἑστίαν καθημένην Μονῆς αὐλείῳ

Θεοτόκου, Πόντου τίμιον καλλώπισμα,

ὡς εὐχῆς καρδιακῆς, Σοφίαν, μέλψωμεν

ἴον κράζοντες· Χαίροις, πάνυ ἀσκήτρια.

 

Δίστιχον. 

Χαῖρε, Σοφία, ἀσκητριῶν σεμνότης, 

σὺν Σεραφεὶμ ἐβόησε Χαραλάμπης.

  

Τ Ε Λ Ο Σ 

Κ Α Ι   Δ Ο Ξ Α 

Τ ῼ   Μ Ο Ν ῼ   Α Λ Η Θ Ι Ν ῼ 

Θ Ε ῼ   Η Μ Ω Ν

 

Ἀρίθμ. Καταλ. Χ 145  / 2 – 11 - 11


Α´. Ο ΒΙΟΣ ΤΗΣ


Η αγία Σοφία της Κλεισούρας (1883-1974) είναι μία αγία που έζησε ζωή μετανοίας, προσευχής, ασκήσεως και σαλότητας στο μοναστήρι της Παναγίας της Κλεισούρας, το οποίο γιορτάζει στο Γενέσιο της Παναγίας 8 Σεπτεμβρίου. Το μοναστήρι βρίσκεται βορειοανατολικά της Καστοριάς, στο Νομό της Καστοριάς και πολύ κοντά στο σημείο που συναντώνται οι νομοί Καστοριάς, Φλωρίνης και Κοζάνης. Βρίσκεται σε υψόμετρο 970 μέτρα, κάτω από την κοινότητα της Κλεισούρας και απέχει 35 χιλ. από την Καστορία, 70 χιλ. από την Φλώρινα και 22 χιλ. από την Πτολεμαΐδα. Ιδρύθηκε περίπου στα 1314 από τον Κλεισουριώτη ιερομόναχο Νεόφυτο και ανακαινίστηκε το 1813 από τον Κλεισουριώτη ιερομόναχο της Μονής Ιβήρων του Αγίου Όρους Ησαΐα Πίστα μετά από όραμα της Παναγίας.

Η Σοφία γεννήθηκε το 1883 στο χωριό Σαρή Παπά Επαρχίας Αρδάσης, Τριπόλεως Τραπεζούντας του Πόντου. Το 1907 είκοσι τεσσάρων ετών παντρεύτηκε τον Ιορδάνη Χοτοκουρίδη από το Τογρούλ Αρδάσης Πόντου. Απέκτησε και ένα τέκνο το οποίο όμως μετά δύο χρόνια απέθανε. Στα δύσκολα χρόνια που ακολούθησαν το 1914 με την κήρυξη του Α´Παγκοσμίου Πολέμου, επιστρατεύεται ο άνδρας της και μετά από κάποιο χρόνο χάνονται τα ίχνη του. Έτσι η Σοφία,όπως η αγία Άννα η προφήτις (Λκ. 2,36), έζησε μόλις 7 χρόνια εγγάμου ζωής (1907-1914), για να ζήσει την υπόλοιπη ζωή της «νηστείαις και δεήσεσι λατρεύουσα νύκτα και ημέραν» τον Θεόν.

Η Σοφία μετά από λίγο χάνεται κι αυτή και θα βρεθεί από τους συγγενείς της στην Θεσσαλονίκη μετά την Μικρασιατική καταστροφή και των ξεριζωμό των Ελλήνων από τις αρχαίες εστίες τους. Θα εγκατασταθεί μαζί με τους συγγενείς της στο χωριό Αναρράχη της Πτολεμαΐδας. Το 1925 θα προσπαθήσει να μείνει στο μοναστήρι του αγίου Μάρκου Φλωρίνης αλλά κατά αποκάλυψη της Παναγίας θα επιστρέψει στην Αναρράχη και θα εγκατασταθεί στο μοναστήρι της Κλεισούρας το 1927 στην ηλικία των 44 ετών. Έκτοτε για 47 χρόνια, μέχρι την κοίμησή της το 1974, θα ζήσει φορώντας μαύρα ρούχα και τσεμπέρι στο μοναστήρι αυτό. Όταν κοιμήθηκε ήταν 91 ετών. Έμοιαζε με την αγία Άννα την προφήτιδα, όπως προαναφέραμε, με την Συγκύπτουσα του ευαγγελίου, λόγω κυρτώσεως του σώματός της, και με την Μαρία την Αιγυπτία, λόγω της υπερβολικά ασκητικής βιοτής της και της κατά συνέπεια κάτισχνης και κοκκαλιάρικης εμφάνισής της.

Β´. Η ΜΟΝΗ ΤΗΣ

Το μοναστήρι δεν ευτύχησε ποτέ να έχει μεγάλη μοναστική αδελφότητα. Ένας ηγούμενος και ένας ή δύο μοναχοί το υπηρετούσαν. Από το 1924 ανήκε στον σύλλογο των απανταχού Κλεισουριέων «Άγιος Μάρκος». Κοσμικό κλίμα επικρατούσε έκτοτε. Στα κελλιά μένανε και παραθερίζανε το καλοκαίρι Κλεισουριώτες και έξω από τη μονή και σε εγκαταστάσεις της υπήρχε για μεγάλο διάστημα κοσμικό εστιατόριο, το οποίο είχε μεγάφωνα από τα οποία ακουγόταν κοσμική μουσική, ακόμη κι όταν τελούνταν οι Παρακλήσεις την περίοδο του 15Αυγούστου. Το 1992 γίνεται γυναικείο κοινόβιο με ευάριθμο αδελφότητα, σταματά η εκκοσμίκευση, εισάγεται το γνήσιο μοναχικό πνεύμα και ανήκει διοικητικά στην ιερά μητρόπολη Καστοριάς.

Η Σοφία πολλές φορές ζήτησε να γίνει μοναχή, αλλά το μοναστήρι ήταν ανδρικό και έτσι αυτό ήταν αδύνατο να γίνει. Πάντως έζησε εκεί συνεχώς, υπήρξε ο μόνιμος φύλακας του μοναστηριού και ουσιαστικά υπήρξε η μόνη μοναχική παρουσία τα τελευταία χρόνια. Η παρουσία της και η εκεί βιοτή και οι προσευχές της συνετέλεσαν στο να υπάρχει ένα σοβαρό αντίβαρο στην εκκοσμίκευση του μοναστηριού και προλείανε το έδαφος για την εγκατάσταση 18 χρόνια μετά το θάνατό της (1974-1992) της γυναικείας συνοδίας.

Γ´. Η ΠΟΛΙΤΕΊΑ ΤΗΣ

α´. Η αρχή της πολιτείας.

Ποιά η αρχή της πολιτείας, του τρόπου δηλαδή που έζησε και έφθασε έτσι στην αγιότητα η Σοφία; Είναι τρία τραγικά και οδυνηρά γεγονότα, που κυριολεκτικά διέλυσαν την προσωπικότητά, τα όνειρά, τις ελπίδες της και την γέμισαν πόνο, απελπισία, μαράζι. Ο τραγικός θάνατος του παιδιού της, το φάγανε γουρούνια ενώ αυτοί θερίζανε και το είχαν αφήσει αφύλακτο στην κούνια του, ο εξαφανισμός του άνδρα της μέσα στις φοβερές συνθήκες που δημιούργησε ο Α´Παγκόσμιος Πόλεμος και η αναγκαστική φυγή από τον αλησμόνητο Πόντο. Έχασε παιδί, άνδρα, πατρίδα και ήρθε ολομόναχη στην Ελλάδα. Αν δεν υπήρχαν αυτά τα τρία γεγονότα πιθανόν η Σοφία να μη έκανε την αποταγή της από τον κόσμο και την κατά Θεό άσκησή της στο βαθμό πού την έζησε αργότερα. Να η αξία των θλίψεων και των δοκιμασιών που τόσο όλοι μας τις αποφεύγουμε.

Ο άνθρωπος, λέγει ο άγιος Μάξιμος ο ομολογητής, συνεχώς επιζητά την ηδονή και αποφεύγει με κάθε τρόπο την οδύνη. Κι όμως καμμία σημαία δεν κυματίζει αν δεν υπάρχει άνεμος και κανένα όστρακο δεν δημιουργεί μαργαριτάρι, αν δεν μπει ένας κόκκος άμμου στα σωθικά του για να το βασανίζει και να το αναγκάσει να χύσει την ουσία που θα δημιουργήσει το μαργαριτάρι.

Γιʼ αυτό ο άγιος Χρυσόστομος λέγει σε δύο ομιλίες που εξεφώνησε, όταν επέστρεψε από την πρώτη εξορία του, το σκανδαλώδες για την ανθρώπινη λογική «γένοιτο υμάς αεί θλίβεσθαι»=μακάρι να είστε συνεχώς θλιμένοι. Και το εξηγεί παρουσιάζοντας την αγάπη που του έδειξε ο λαός, ακόμη και ετερόδοξοι, τις συνεχείς προσευχές και αγρυπνίες που κάνανε οι πιστοί για να επανέλθει, την σύμπνοια και ομόνοια και το δέσιμο που υπήρχε μεταξύ ποιμένος και ποιμνίου.

Να λοιπόν η ευλογία, η αξία και η αναγκαιότητα των θλίψεων.

β´. Η νηστεία της.

Ποτέ της δεν έτρωγε κρέας, ψάρια (εκτός από ορισμένα παστά), τυριά, αυγά. Της άρεσαν τα αλμυρά, το λάχανο τουρσί, οι αλμυρές πιπεριές. Τα αγριόχορτα, τα μανιτάρια και ό,τι άλλο μάζευε από το δάσος και την εξοχή τα έτρωγε σκέτα με μπόλικο αλάτι. Έζησε όπως οι παλαιοί ασκητές, όπως ο τίμιος Πρόδρομος.

Η ίδια ποτέ της δεν μαγείρευσε. Μόνο όταν περίμενε προσκυνητές έβαζε άλλες γυναίκες να μαγειρεύσουν. Σε όλους τους περαστικούς έψηνε καφέ. Πολλές φορές έτρωγε μουχλιασμένα φαγητά ή από σκεύη μπακιρένια που είχαν πρασινίσει ή σταφύλια με μυρμήγκια και σάπιες ρόγες χωρίς να παθαίνει τίποτα.

γ´. Η άσκησή της.


Κρεβάτι δεν γνώρισε, σένα τζάκι ημιυπαίθριο, που ήταν απέναντι από την κύρια είσοδο της μονής, δίπλα εκεί ξάπλωνε και το κορμί της το σκέπαζε με φύλλα. Όταν οι συνθήκες ήταν πολύ δύσκολες στο τζάκι, πήγαινε στο πάνω πάτωμα στο κελλί με αριθμό το ένα και κει ξάπλωνε πάνω σε φύλλα και άχυρα. Κάτω όμως από τα άχυρα είχε σουβλερές πέτρες.

δ´. Η ενδυμασία της.

Τα ρούχα της ήταν πάντα μαύρα, τριμμένα και παλιά και φορούσε συνεχώς και μαύρο τσεμπέρι. Όταν κάποτε της πήγαν καινούργια ρούχα, τα έπλυνε στις βρύσες της μονής και τα κτύπησε με πέτρα για να τα ξεθωριάσει και να τα παλιώσει. Άλλες φορές τα έδινε στους φτωχούς. Δεύτερη αλλαξιά ποτέ δεν είχε. Πολλές φορές ξάπλωνε πάνω στα φαγητά που τις φέρνανε και έτσι λερωνότανε. Αλλοίμονο σε όποιον πήγαινε να την καθαρίσει ή να τα πετάξει. Όταν φεύγανε οι επισκέπτες, τότε τα έριχνε στις όρνιθες της μονής.

Συνήθως ήταν ξυπόλυτη. Σπάνια αν την έβλεπες με τίποτα παλιοπάπουτσα ή παλιοπαντόφλες. Μόνο για να πάει στην εκκλησία φορούσε ξύλινα τσόκαρα ή παντόφλες. συνήθως καθαρές.

Τα μαλλιά της για τα οποία ήταν υπερήφανη και τα περιποιόταν, όταν η ζωή κυλούσε ήσυχα, αργότερα από τον Πόντο ακόμη, ούτε τα έλουσε ούτε τα χτένισε. Είχαν κατσιάσει και είχαν γίνει σκληρά σαν την ουρά του αλόγου. Το κεφάλι της όμως ευωδίαζε.

Ο ιερός Χρυσόστομος στην όγδοη του επιστολή προς την διάκονο Ολυμπιάδα (Ε.Π.Ε. 37, σσ. 401-413), την οποία γράφει από την εξορία, προσπαθώντας να την παρηγορήσει για όσα άθλια συνέβαιναν στον χώρο της Εκκλησίας, την προτρέπει «νʼ αναλογισθεί τα βραβεία που θα πάρει για τα κατορθώματά της, τα φαιδρά στεφάνια, τη χορεία μαζί με τις παρθένες…». Και για να προλάβει αντίρρηση της Ολυμπιάδας, ότι αυτή δεν είναι παρθένος, αφού παντρεύτηκε –έστω και για λίγο– και στο τέλος έμεινε χήρα, της λέγει ότι κατά τον απόστολο Παύλο «παρθένος δεν είναι εκείνη που είναι απλώς άγαμη και απαλλαγμένη από την συνουσία ανδρός, αλλʼ εκείνη που φροντίζει νʼ αρέσει στον Κύριο». «Ο άγαμος μεριμνά τα του Κυρίου, πως αρέσει τω Κυρίω… η άγαμος μεριμνά τα του Κυρίου, ίνα η αγία και σώματι και πνεύματι· ο δε γαμήσας ή η γαμίσασα μεριμνά τα του κόσμου· πως αρέσει τη γυναικί… ή τω ανδρί… (Α΄ Κορ. 7,32-34)». Συνεπώς η γυναίκα, που είναι απαλλαγμένη από τη φιλαρέσκεια και στο βαθμό που είναι, αυτή είναι η πραγματική παρθένος.

Συνεπώς σύμφωνα με τη διδασκαλία του αγίου Χρυσοστόμου η Σοφία που ντυνόταν κατʼ αυτό τον τρόπο ήταν η τέλεια παρθένος, άσχετα που κάποτε ήταν παντρεμένη και μάλιστα είχε και παιδί.

ε´. Θύμωνε·

όταν άκουγε να βρίζουν τα θεία,

όταν πετούσαν ψωμί,

όταν συμβούλευε γυναίκες άσχημα ντυμένες και κείνες δεν διορθωνόταν.

στ´. Γεγονότα που η Σοφία έσωσε ανθρώπους.

α´. Το 1919 ενώ έρχεται στην Ελλάδα με το καράβι «Άγιος Νικόλαος» πιάνει τρικυμία και κινδύνεψαν να βουλιάξουν. Η Παναγία εμφανίστηκε στη Σοφία και της είπε ότι θα χαθεί ο κόσμος, γιατί είστε πολύ αμαρτωλοί. Και η Σοφία τότε απάντησε· «Παναγία μου εγώ να χαθώ, γιατί εγώ είμαι αμαρτωλή, και να σωθεί ο κόσμος». Κατέβασε μέσα στα κύματα μια εικόνα της Παναγίας και η φουρτούνα σταμάτησε.

β´. Στις 5 Απριλίου 1944, Μ. Τετάρτη, αντάρτες του ΕΑΜ-ΕΛΑΣ που δρούσαν στην περιοχή της Κλεισούρας, με αρχηγό τον Σιατιστινό Αλέξη Ρώσιο (Καπετάν Υψηλάντη), επιτίθενται σε γερμανική στρατιωτική φάλαγγα στην θέση Νταούλι, όπου σκοτώνουν τρεις προπομπούς στρατιώτες μοτοσικλετιστές.

Γερμανικές δυνάμεις με διοικητή τον Καρλ Σύμερς (Karl Schumers), διοικητή του 7ου Συντάγματος της 4ης Τεθωρακισμένης Μεραρχίας των SS, μαζί με τον Βούλγαρο Κάλτσεφ, καταφθάνουν στην κωμόπολη. Ο Σύμερς συγκεντρώνει τα γυναικόπαιδα και τους γέροντες στην πλατεία του χωριού, χωρίς να δείξει τις κακές του προθέσεις. Τότε μια άλλη ομάδα στρατιωτών, ορμάει με τα πολυβόλα όπλα και βάλλει κατά των συγκεντρωμένων. Έπειτα κατευθύνονται προς τα σπίτια, παραβιάζουν τις θύρες των σπιτιών, βάζουν φωτιά... 280 γυναικόπαιδα νεκρά, 40 τραυματίες, 150 σπίτια καμμένα είναι ο απολογισμός της υποθέσεως.

Οι Γερμανοί αμέσως μετά κατευθύνονται προς το μοναστήρι της Παναγίας. Έχουν πληροφορίες ότι εκεί κρύβονται αντάρτες. Ετοιμάζονται να κάψουν ολόκληρο το μοναστήρι. Να μη μείνει τίποτα. Η Σοφία, η οποία δέκα μέρες πριν γίνει η σφαγή έλεγε ότι μεγάλο κακό θα συμβεί στο χωριό, τρέχει μαζί με την εικόνα της Παναγίας, πέφτει στα πόδια τους και τα φιλά, και κλαίγοντας τους παρακαλεί να μη κάνουν αυτό που σκεπτόταν. Η Παναγία φώτισε τους Γερμανούς και επέστρεψαν άπρακτοι. Το αν δεν κλαίμε σήμερα με την καταστροφή της Κλεισούρας και την καταστροφή της Μονής αυτό το οφείλουμε στην Σοφία. Πόση η δύναμη των αγίων! Ας θυμηθούμε τον Αβραάμ που παζάρευε με τον Θεό τη σωτηρία των Σοδόμων. Αν είναι 50, 45, 40, 30, 20 ,10 οι δίκαιοι… Δεν σταμάτησε ο Θεός να δίδει και να υποχωρεί, αλλά σταμάτησε ο Αβραάμ να ζητάει

ζ´. Θαυματουργική θεραπεία της

Κάποτε ασθένησε βαρειά. Διπλώθηκε στη μέση από τον πόνο. Δημιουργήθηκε ένα πρήξιμο, που αυξανόταν και άρχισε να σαπίζει. Την παρακαλούσαν να φωνάξουν γιατρό. «Θαʼ ρθει η Παναγία να με πάρει τον πόνο. Μου το υποσχέθηκε», έλεγε. Και όντως το βράδι της εορτής του μοναστηρίου 8 Σεπτεμβρίου, την επισκέφτηκαν στον ύπνο της η Παναγία, με τον αρχάγγελο Γαβριήλ και τον άγιο Γεώργιο και την εγχείρησαν. Η ουλή της εγχειρήσεως φαινότανε τις επόμενες μέρες.

η´. Η αρκούδα και τα φίδια

Είχε και μια αρκούδα η Σοφία και την έτρεφε με το χέρι της. «Έλα, Ρούσα μʼ έλα να τρώεις ψωμόπον», της έλεγε και το μεγαλόσωμο θηρίο έπαιρνε την τροφή, της έγλυφε τα χέρια και τα πόδια και χανόταν στο δάσος. Ακόμη και τα φίδια δεν την πείραζαν… Ήταν όπως ο Αδάμ πριν την πτώση.

θ´. Διδασκαλία

α´. Την Κυριακή μόνο τις αναγκαίες δουλειές. Μη κάνεις πίττες την Κυριακή είπε σε γυναίκα από την Πτολεμαΐδα που το συνήθιζε.

β´. Να σκεπάζετε για να σας σκεπάσει και ο Θεός.

γ´. Κανείς δεν είναι καλός· μόνο ο Θεός.

δ´. Να κάνετε πολύ υπομονή.

ε´. Σε συμπατριώτες της από την Αναρράχη που ήτανε πολύ τσιγγούνηδες και δεν δίνανε ούτε στην Εκκλησία ούτε σε άλλους και πήγαν να ζητήσουν βοήθεια από το μοναστήρι, όταν βρέθηκαν σε ανάγκη, τους απάντησε παιδαγωγικά·«εσείς δεν δίνετε στην Παναγία και τώρα ζητάτε να σας δώσει»;

ε´. Πολύτεκνος, πάμπτωχος οικογενειάρχης αναγκάσθηκε να ανοίξει το παγκάρι της μονής, υποσχόμενος στην Παναγία ότι θα τα επιστρέψει μόλις μπορέσει. Οι επίτροποι όμως άρχισαν ανακρίσεις και κάποιος συγχωριανός ήταν έτοιμος να αποκαλύψει τον ένοχο. Όταν το έμαθε η Σοφία ήρθε αμέσως και άρχισε να τον φωνάζει· «Χάσου από δω. Τον φτωχό τον άνθρωπο κυνηγάς; Δεν φοβάσαι τον Θεό και την Παναγία; Να σηκωθείς να φύγεις. Δεν σε θέλει η Παναγία». Τι ρεαλιστική και πραγματικά ριζοσπαστική εν Χριστώ Ιησού διδασκαλία.

ι´. Η κοίμησή της.

Κοιμήθηκε στις 6 Μαΐου, την ημέρα που η Εκκλησία μας γιορτάζει τον πολύπαθο και πολύαθλο και πανάγιο Ιώβ, 1974. Την κηδεία της την τελέσανε την επομένη μέρα εκτός του ηγουμένου 16 ιερείς, δύο διάκονοι, ένας μοναχός, μερικές μοναχές και περίπου 700 άτομα.

Στη συνείδηση του λαού του Θεού υπήρξε αγία και όταν ζούσε και μετά την κοίμησή της. Στις 4 Οκτωβρίου 2011 έγινε και η επίσημη αγιοκατάξη της από το Πατριαρχείο Κωνσταντινουπόλεως, μετά από ενέργειες του σεβασμιωτάτου μητροπολίτου Καστορίας κ. Σεραφ

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδί...

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγ...

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμ...

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτο...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΟΙΚΟΝΟΜΙΣΣΑ

  Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Οικονόμισσαν Ποίημα Καθηγουμένις Ἰσιδῶρας μοναχῆς Ἀγιεροθεϊτίσσης Ἧς ἡ Ἱερὰ καὶ σεβασμία Εἰκών, ἐκ τῆς Μελασοῦ τῆς Μικρασίας εἰς τὴν νῆσον Κῶ, κακεῖϑεν ἐν ᾿Αϑήναις πάλαι μετεφέρϑη, ἔνϑα πλεῖστα ϑαύματα τελοῦσα, εἰκότως νῦν, ἐν εὐλαβείᾳ τιμᾶται. Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μ...