Μετάβαση στο κύριο περιεχόμενο

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.

 

Προσευχή του Αγίου Ανδρέου προ της μακαρίας κοιμήσεώς του

«Ὁ Πατέρας, ὁ Υἱὸς καὶ τὸ Ἅγιο Πνεῦμα, Τριὰς ἡ ζωοποιὸς καὶ ὁμοούσιος, σύνθρονος καὶ ἀμέριστος, παρακαλοῦμέν Σε οἱ πένητες, οἱ ξένοι, οἱ πτωχοὶ καὶ γυμνοί· οἱ μὴ ἔχοντες ποῦ τὴν κεφαλὴν κλῖναι· ἕνεκεν τοῦ ὀνόματός Σου κλίνομεν τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος, τῆς καρδίας καὶ τοῦ πνεύματος καὶ δεόμεθά Σου καὶ ἱκετεύομέν Σε, τὸν Θεόν, τὸ φοβερὸν ὄνομα Σαβαώθ· ἀγαθὲ καὶ ἅγιε Δέσποτα, πλαστουργέ, ποιητά, παντοκράτωρ κλῖνον τὸ οὖς σου καὶ πρόσδεξε εὐμενῶς τὴν ἱκετήριον δέησιν ἡμῶν τῶν ταπεινῶν καὶ ἀξίωσόν μας νὰ ἁγιασθῶμεν, ἐν τῇ δυνάμει καὶ τῷ ὀνόματί Σου, Κύριε, οἰκτίρμον, ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε. Ἐλθέ, Πατέρα, Υἱὲ καὶ Πνεῦμα Ἅγιο· ἐλθέ, τὸ ὄνομα τοῦ Πατρὸς τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, μετὰ συμπαθείας διὰ τὰ παραπτώματά μας, τὰ ἐν λόγῳ ἢ ἔργῳ ἢ ἐν ἐνθυμήσει ἢ διανοίᾳ. Πάριδε καὶ ἄφες ταῦτα ἀγαθέ, εὔσπλαχνε, ἐλεῆμον, πολυέλεε. Καὶ μὴ μᾶς καταισχύνῃς· μὴ μᾶς ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου Σου· Σύ, ὁ Ὁποῖος ἀπὸ ἀγάπην ὑπερβολικὴν καὶ γλυκυτάτην φιλανθρωπίαν, κάμπτεσαι ἀπὸ τὰς προσευχὰς τῶν φίλων Σου»


ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΑ ΔΙΑ ΧΡΙΣΤΟΝ ΣΑΛΟΥ.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια 
Ποίημα Αθανασίου Ιερομονάχου  Σιμωνοπετρίτου

ΠΑΤΗΣΤΕ ΕΔΩ ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ: .proseyxi

Ἀπολυτίκιον
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Μωρίαν ἑκούσιον διὰ Χριστὸν τὸν Θεόν, ἐπόθησας Ὅσιε, τὸν σοφιστὴν ἀληθῶς, μωράνας καὶ ἤνυσας, μέσον πολλῶν θορύβων, τὸν ἀγῶνα Ἀνδρέα· ὅθεν σε ὁ Δεσπότης, Παραδείσου πρὸς πλάτος, ἐσκήνωσε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.


Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὸν ἑκουσίως κακουχούμενον, πενόμενον, ἐμπαροινούμενον ἑκάστοτε, τυπτόμενον, λιθαζόμενον καὶ θέατρον ἐποφθέντα κόσμῳ μέλψωμεν Ἀνδρέαν ὁσιώτατον, ὥσπερ σαλὸν διὰ Χριστὸν πολιτευσάμενον, πόθῳ κράζοντες· Χαίροις, Πάτερ θεόληπτε.

Έτερον Κοντάκιον
Ἦχος α´. Χορὸς ἀγγελικός.
Τὸν βίον εὐσεβῶς, ἐκτελέσας θεόφρον, δοχεῖον καθαρόν, τῆς Τριάδος ἐδείχθης, Ἀνδρέα μακάριε, καὶ Ἀγγέλων ὁμόσκηνος· ὅθεν αἴτησαι τὸν ἱλασμὸν καὶ εἰρήνην, τοῖς τιμῶσί σε, καὶ ἐκτελοῦσι σὴν μνήμην, δοθῆναι πρεσβείαις σου.

Μεγαλυνάριον
Σοῦ ἡ ὑπὲρ ἄνθρωπον βιοτή, ἐξέπληξε νόας, καὶ δαιμόνων τοὺς ζοφερούς, πῶς γυμνὸς Ἀνδρέα, καὶ ἔξηχον τὸν τρόπον, λαθὼν ἐπολιτεύσω· διὸ τιμῶμέν σε.

Ὁ Οἶκος
Ἄγγελοι προσποιήσεις τὰς μωράς σου, Ἀνδρέα, ἐθαύμασαν, πανόσιε πάτερ, ὅτι πέλων σοφὸς ἀληθῶς ὡς σαλὸς ἐβίως, δαιμόνων, ἔξηχος καὶ ἀνο μος· διόπερ νῦν βοῶμέν σοι ἀξιόχρεως·Χαῖρε, ἀπαύγασμα ἐγκρατείας·χαῖρε, θησαύρισμα ἀπαθείας.Χαῖρε, τοῦ Χριστοῦ ἐν σαρκὶ φέρων στίγματα·χαῖρε, τοῦ ἐχθροῦ ὁ συντρίψας φρυάγματα.Χαῖρε, πάτερ, ἐνδιαίτημα προσποιήσεων μωρῶν·χαῖρε, ἄνερ, καλλιέργημα προσφερθεὶς διὰ Χριστόν.Χαῖρε, ὅτι κατεῖδες Παραδείσου τὸ κάλλος·χαῖρε, ὅτι ἀνεῖλες ἀρχεκάκου τὸ μένος.Χαῖρε, αὐτόπτης τῆς Σκέπης Παρθένου·χαῖρε, ὁ λάτρης τοῦ Λόγου Ὑψίστου.Χαῖρε, σοφῶς σὺν κυσὶν ὁ βιώσας·χαῖρε, σαφῶς ὡς σαλὸς διαπρέψας.Χαίροις, Πάτερ θεόληπτε.

Κάθισμα
Ἦχος γ´. Τὴν ὡραιότητα.
Σταυρὸν ἐπ᾿ ὤμων σου, ἀναλαβόμενος, προθύμως ὅσιε κατηκολούθησας, τῷ σταυρωθέντι δι᾿ ἡμᾶς, ἀδίκως μαστιζόμενος, λίθοις τε βαλλόμενος, δαιμόνων προσποιούμενος, ζήσας ὑπὲρ ἄνθρωπον, μάκαρ βίον ἰσάγγελον διὸ καὶ σὺν ἀγγέλοις χορεύων, μέμνησο μάκαρ τῶν τιμώντων σε.


Βιογραφία

Παύλου τὸ ῥῆμα καὶ μεταστὰς Ἀνδρέας
Ἡμεῖς γε μωροὶ διὰ Χριστὸν κεκράγει.
Ὀγδοάτῃ εἰκάδι Ἀνδρέας ἔκθανε πυκινόφρων.

πηγή: Ορθόδοξος Συναξαριστής

Σχόλια