Μετάβαση στο κύριο περιεχόμενο

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΟΣΙΑΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΜΗΤΕΡΑ ΗΜΩΝ ΜΑΤΡΩΝΑΝ ΤΗΝ ΑΟΜΜΑΤΟΝ ΣΥΓΧΡΟΝΟΝ ΡΩΣΙΔΑ ΑΣΚΗΣΑΣΑΝ ΕΝ ΚΟΣΜΩ



Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. 

Ψαλμός ρμβ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ

Την εν Ρωσία διαλάμψασαν άρτι υπομονή εν τοις εκάστοτε πόνοις,αγάπη προς τους πάσχοντας και προς τον Θεόν,ταπεινώσει, μέλψωμεν, απαθεία και νήψει μελιρρύτοις άσμασι, θεοφόρον Ματρώναν, αυτής λιτάς αόκνους ευλαβώς προς τον Δεσπότην Χριστόν εξαιτούμενοι 

Δόξα. Το αυτό. Και νυν. Θεοτόκιον

Ου σιωπήσομεν ποτέ, Θεοτόκε,τας δυναστείας Σου λαλείν οι ανάξιοι,Ει μη γαρ Συ προϊστασο πρεσβεύουσα,τις ημας ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ Σου,Σους γαρ δούλους σώζεις αει εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους. 

"Ματρώνα, λιταίς Σου σκότη μου διάλυσον. Χ.

Ωδή α΄Ήχος πλ.δ΄. Υγράν διοδεύσας

Οσία του Θεού, πρέσβευε υπέρ ημών

Ματρώνα, δικαίως υπό σεπτού η ονομασθείσα,στύλος όγδοος αχανούς,Ρωσίας, Κροστάνδης Ιωάννου,εν ευσεβεία ημας πάντας στήριξον.

Οσία του Θεού πρέσβευε υπέρ ημών

Αγίασον πάντας σε ευλαβώς,Ματρώνα, τιμώντας ώσπερ κρήνην αγιασμού θεόβρυτον και πηγήν θαυμάτων την εν Ρωσία αρτίως εκβλύσασαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Του κόσμου ασκήστρια θαυμαστή,Ματρώνα οσία, δυσχειμέροις εν τοις καιροίς δεινής αθεϊας εν Ρωσία η διαλάμψασα ρύσαι με θλίψεων.

Και νυν. Θεοτοκίον

Ροαίς, Μητροπάρθενε, ρυπτικών ευχών Σου προς Κτίστην και Υιόν σου ημών παθών κατάσβεσον φλόγα χαμαιζήλων, Θεόγεννητορ, μερόπων διάσωσμα.

Ωδή γ΄. Ουρανίας αψίδος.

Οσία του Θεού πρέσβευε υπερ ημών

Ως πυξίον σοφίας και αρετής μέλπομεν Σε των ευσεβών αι χορείαι, χάριτος σκήνωμα, Ματρώνα, και δωρεών παντοδαπών εκμαγείον οι εν δίναις σπεύδοντες τη μεσιτεία Σου.

Οσία του Θεού πρέσβευε υπερ ημών

Νυν, αόμματε μήτερ, η της ψυχής όμματα έχουσα σαφώς εστραμμένα προς τον ουράνιον Νυμφίον και Λυτρωτήν, Ματρώνα άνοιξον κόρας τας ημών θεάσασθαι τα υπέρ έννοιαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ασκουμένων γυναίων θεοειδές έκτυπον,η οφθείσα Πνεύματος θείου κατοικητήριον,τω σω Νυμφίω Χριστώ, Ματρώνα πρέσβευε, σώφρον, δούναι τοις τιμώσι Σε χάριν και έλεος.

Και νυν. Θεοτοκίον

Λυμεώνος αϋλου γένους βροτών, Δέσποινα, Κεχαριτωμένη Μαρία, θεία ολέτειρα,εξ επηρείας αυτού,απαλλαξόν με εν τάχει τον ψυχή και χείλεσι Σε μακαρίζοντα.

Διάσωσον, από κινδύνων, Ματρώνα, τους Σε τιμώντας ως νεόφωτον αρετών παντοίων απαύγασμα και άστρον προς στένοντας συμπαθείας.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε,επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.

Ήχος β΄. Πρεσβεία θερμή

Την υπομονή και ταπεινώσει λάμψασαν εν χρόνοις δεινοίς Ρωσίας ανυμνήσωμεν άσκητριαν κράζοντες τιμαλφές αρετών ανακτόριον, Μάτρωνα, χάριν εύρηκας Χριστώ πρεσβεύειν υπέρ των ευφημούντων Σε.

Ωδή δ΄. Εισακήκοα Κύριε.

Οσία του Θεού πρέσβευε υπέρ ημών

Ικετών εις βοήθειαν σπεύσον σων, Ματρώνα θεοχαρίτωτε,σαρκοφόρος ώσπερ άγγελος εν Ρωσία άρτι διαλάμψασα.

Οσία του Θεού πρέσβευε υπέρ ημών

Ταπεινώσεως σκήνωμα και εικών, πανεύφημε προοράσεως,τήρει πάντας τους τιμώντας Σε εν υπομονή και νήψει πάντοτε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ασινείς διατήρησον νόσων κατωδύνων τους εκζητούντας Σου τας πρέσβειας προς τον Ύψιστον, θεαυγές Ματρώνα, υπερένδοξε.

Και νυν. Θεοτοκίον

Ιλαστήριον άμεσον κόσμου, απολύτρωσαι, Μητροπάρθενε,τους πιστώς Σε μακαρίζοντας και εκδεχομένους την Σην εύνοιαν.

Ωδή ε΄. Φώτισον ημάς.

Οσία του Θεού πρέσβευε υπέρ ημών

Σου την ευαγή πολιτείαν αναμέλποντες εν τω κόσμω εξαιτούμεθα ευχάς προς τον Κύριον, Ματρώνα, τας αόκνους σου.

Οσία του Θεού πρέσβευε υπέρ ημών

Στήριξον ημάς εν τη πίστει τους προστρέχοντας ση, Ματρώνα γεραρά επισκοπή και υμνούντας σε ως στύλον θεοφώτιστον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Όλβε της Χριστού Εκκλησίας πολυτίμητε,θησαυρόν, Ματρώνα, ώσπερ τιμαλφή θείας Σκέπης μάνδρα έχει τα Σα λείψανα.

Και νυν. Θεοτοκίον

Ύμνοις σε αει, σωτηρίας ως κρηπίδωμα καταστέφομεν βροτών, Μήτερ Θεού, και χαράς ημών αλήκτου θείαν πρόξενον.

Ωδή στ΄. Την δεήσιν.

Οσία του Θεού πρέσβευε υπέρ ημών

Στηρίζουσα δήμον εμπερίστατον δυσχειμέροις αθεΐας εν χρονοίς,μήτερ Ματρώνα, ουκ έπαυσας Ρώσων επιζητούντων αλήθειαν πίστεως, η νυν στηρίζουσα ευχαίς Σαις προς Κύριον πάντας ικέτας Σου.

Οσία του Θεού πρέσβευε υπερ ημών

Κραυγάζει Σοι ευσεβών ομήγυρις καταφεύγουσα, Ματρώνα, Ση σκέπη και ακλινή προστασία υψόθεν μη διαλίπης ημάς εποπτεύουσα,Κυρίου νύμφη, τους πιστώς μελωδούντας ασκήσεως πόνους Σου.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Ομμάτων μου της ψυχής διάνοιξον,θεοφόρητε Ματρώνα, τας κόρας του βλέπειν πάντα συμφέροντα, κράζω,η αομμάτως τον βίον ανύσασα και παρειμένη εν καιροίς τοις εσχάτοις, Ρωσίας ωράϊσμα.

Και νυν. Θεοτοκίον

Φωτογραφία της οσίας Ματρώνας

Την δέησιν, Θεοτόκε Δέσποινα,
η τεκούσα υπερ λόγον τον Λόγον
Θεού Υψίστου, προσδέχου Σου δούλου
πανευμενώς του ζητούντος την χάριν Σου
και ανυμνούντος ευλαβώς
τον Υιόν Σου και Κτίστην του σύμπαντος.


Διάσωσον
από κινδύνων, Ματρώνα, τους Σε τιμώντας
ως νεόφωτον αρετών παντοίων απαύγασμα
και άστρον προς στένοντας συμπαθείας.


Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως
επ'εσχάτων των ημερών τεκούσα, δυσώπησον
ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον


Ήχος β΄. Τοις των αιμάτων σου
 

Την δυναμένην του Πνεύματος χάριτι
προβλέπειν πάντα εσόμενα μέλψωμεν,
Ματρώναν, Ρωσίας αγλαϊσμα
ως γυναικών θεαυγών ισοστάσιον
και κόσμου μεσίτριαν ένθερμον.
 

Προκείμενον. Ήχος δ΄. Υπομένων υπέμεινα τον Κύριον και προσέσχε μοι. Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου
και κατεύθυνε τα διαβήματά μου
 

Ευαγγέλιον κατά Μάρκον (Κεφ. Η΄34-Θ΄1)
 

Είπεν ο Κύριος όστις θέλει οπίσω Μου ακολουθείν, απαρνησάσθω εαυτόν και αράτω τον σταυρόν αυτού και ακολουθείτω Μοι.
Ος γαρ αν θέλη την ψυχήν αυτού σώσαι, απολέσει αυτήν. ος δ' αν απολεση την εαυτού ψυχήν ενεκεν Εμου και του ευαγγελίου, ούτος σώσει αυτήν. Τι γαρ ωφελήσει άνθρωπον εαν κερδήση τον κόσμον όλον, και ζημιωθή την ψυχήν αυτού; ή τι δώσει άνθρωπος αντάλλαγμα της ψυχής αυτού; ος γαρ εαν επαισχυνθή Με και τους Εμούς λόγους εν τη γενεά ταύτη τη μοιχαλίδι και αμαρτωλώ, και ο Υιός του ανθρώπου επαισχυνθήσεται αυτόν όταν έλθη εν τη δόξη του Πατρός Αυτού μετά των αγγέλων των αγίων. Και έλεγεν αυτοις αμην λέγω υμιν ότι εισι τινές των ωδε εστηκότων, οιτινες ου μη γεύσωνται θανάτου εως αν ίδωσι την βασιλείαν του Θεού εληλυθυίαν εν δυνάμει. 


Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
 

Ταις της Σης Οσίας πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμων εγκλημάτων.

Και νυν.
 

Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων. 



Προσόμοιον. Ήχος πλ. Β΄. Όλην αποθέμενοι. 


Στίχος. Ελεήμον,ελέησον με,ο Θεός,κατά το μέγα ελεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανομημά μου.
 

Την παραμυθήσασαν
εμπεριστάτων χορείας
Ρώσων εν τοις έτεσι
τοις εσχάτοις μέλψωμεν
ύμνοις πρέπουσι
του Θεού χάριτι,
θεαυγή Ματρώναν,
την αόμμματον ασκήτριαν,
ήσπερ ο Κύριος της ψυχής τα όμματα ήνοιξεν
οράν τα εν τω μέλλοντι
και των καρδιών τα ενδότερα
και εν κατανύξει
κραυγάσωμεν διάνοιξον ημών
ψυχών ευχαίς Σου τα βλέφαρα
βλέπειν τα σωτήρια.

Σώσον ο Θεός τον λαόν Σου...

 

Ωδή ζ΄. Οι εκ της Ιουδαίας.

Οσία του Θεού πρέσβευε υπέρ ημών

 

Η εν κόσμω οσίως
και αμέμπτως τον βίον
εκδαπανήσασα,
Ματρώνα και αρθείσα
πρός δόμους αφθαρσίας,
μη ελλίπης εκάστοτε
υπέρ των Σων ικετών
πρεσβεύουσα Κυρίω.
 

Οσία του Θεού πρέσβευε υπέρ ημών
 

Μήτερ πνευματοφόρε,
της Ρωσίας, Ματρώνα,
το νέον σέμνωμα,
επάκουσον φωνής μου
δεήσεως και ρύσαι
συμφορών και κακώσεων
και της γεένης πυρός
τον καταφεύγοντά Σοι.
 

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
 

Ουρανόφωτος στήλη
ταπεινώσεως, μήτερ,
ευχής και νήψεως
επώφθης, εκ κοιλίας
μητρός προορισθείσα
καταυγάσαι πυσρσεύμασιν
Σων διδαχών τον λαόν
εν αθεΐας χρόνοις.


Και νυν. Θεοτοκίον
 

Υπερύμνητε Μήτερ,
Σην αγίαν εικόνα
ως όλβον άσυλον
επονομαζομένην,
αμαρτωλών απάντων
σωτηρία, η πάνσεπτος
Ματρώνα έσχεν παντί
εν βίω, Θεοτόκε.

Ωδή η΄. Τον Βασιλέα.

Οσία του Θεού πρέσβευε υπέρ ημών

 

Δακρυρροούντες
τας σας λιτάς εκζητούμεν
οι εν θλίψεσιν όντες, Ματρώνα,
προς τον Σον Νυμφίον
και Λυτρωτήν του κόσμου.
 

Οσία του Θεού πρέσβευε υπέρ ημών
 

Ίσθι ακέστωρ
των Σε υμνούντων, Ματρώνα,
ταπεινώσεως ως μυροθήκην
και δοχείον πλήρες
υπομονής εν βίω.
 

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι

Αγίων νέων
συνηριθμήθης χορείαις,
μεθ' ων χαίρη απαύστως εν πόλω
και Χριστώ πρεσβεύεις
υπερ ημών, Ματρώνα.

Και νυν. Θεοτοκίον 


Λειμών ευώδης,
Μήτερ Θεού, παρθενίας
και ηδύπνοος κήπος αγνείας
πέλουσα, Σους δούλους
καθήδυνον οδμαίς Σου.
 

Ωδή θ΄. Κυρίως Θεοτόκον
 

Οσία του Θεού πρέσβευε υπέρ ημών
 

Υπερ των Σε τιμώντων
και ασπαζομένων
εν τη μονή θείας Σκέπης Σα λείψανα,
Χριστόν δυσώπει, Ματρώνα, Τον Σε δοξάσαντα.
 

Οσία του Θεού πρέσβευε υπέρ ημών
 

Στηρίζουσα μη πάυση,
στύλε της Ρωσίας,
τους κλονουμένους, Ματρώνα, εκάστοτε
ευχών Σου ράβδω προς Κτίστην τον πανευϊλατον.
 

Οσία του Θεού πρέσβευε υπέρ ημών
 

Ορθοφρονούντων πάντων
Ρώσων αντιλήπτορ,
Ματρώνα, πλάνης ομίχλην εκδίωξον
και την αχλύν την ζοφώδη λύσον αιρέσεων.
 

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
 

Ναέ χρηστοηθείας
πάγχρυσε, Ματρώνα,
ναούς ημάς εγρηγόρσεως πάντιμε,
δείξον τους μνήμην τιμώντας Σην αεισέβαστον.
 

Και νυν. Θεοτοκίον
 

Χαρίτων θεοσδότων,
Κεχαριτωμένη,
αγνή Παρθένε, ταμείον ασύλητον
τους Σε γεραίροντας πόθω αει χαρίτωσον.


Άξιον εστίν ως αληθώς
μακαρίζειν Σε την Θεοτόκον,
την αειμακάριστον και παναμώμητον
και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ
και ενδοξοτέραν
ασυγκρίτως τον Σεραφείμ,
την αδιαφθόρως
Θεόν Λόγον τεκούσαν,
την όντως Θεοτόκον,
Σε μεγαλύνομεν.
 

Και τα παρόντα μεγαλυνάρια
 

Χαίροις, των εν κόσμω ασκητριών
καύχημα, Ματρώνα,
των ασκήσει θεοτερπεί,
αρετών εις ύψος
καταντησάντων μέγα,
νεόφυτον Ρωσίας,
άνθος ηδύπνοον. 


Πάντας τους προστρέχοντας ευλαβώς
Σου ταις ικεσίαις
προς τον Κύριον Ιησούν,
Σον σεπτόν Νυμφίον,
εν ουρανοίς Ματρώνα,
συντήρει επηρείας
πλάνου απήμονας. 


Χαίροις, διοράσεως ο κανών,
χαίροις η ακρότης
της εν βίω υπομονής,
χαίροις, της Ρωσίας
ο όγδοος ο στύλος,
Ματρώνα θεοφόρε,
πίστεως πρόβολε. 


Χαίροις, η αόμματος εκ γαστρός,
η χαριτωθείσα
Παρακλήτου αύραις τερπναίς,
χαίροις, συμπαθείας
πρός πάσχοντας, Ματρώνα,
και προς εμπεριστάτους
στύλος ακράδαντος. 


Δίδου τοις τιμώσι Σε ακλινώς,
ευκλεες Ματρώνα,
εν τω βίω υπομονήν
και ισχύν πατήσαι
το φρύαγμα του πλάνου,
η στέρησιν ομμάτων
καθυπομείνασα. 


Φως την στερηθείσαν εκ γενετής
οφθαλμών, Ματρώναν,
ευφημήσωμεν ευλαβώς
ως πνευματοφόρων
ασκητριών Ρωσίας
αγλαϊσμα το νέον
και σκεύος χάριτος. 


Πάσαι των αγγέλων αι στρατιαί,
Πρόδρομε Κυρίου,
Αποστόλων η δωδεκάς,
οι Άγιοι πάντες,
μετά της Θεοτόκου
ποιήσατε πρεσβείαν
εις το σωθήναι ημας. 


 
Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Απολυτίκιον. Ήχος πλ. α΄. Τον συνάναρχον Λόγον.

Αδιάσειστον στύλον Ρωσίας όγδοον,την στερουμένην ομμάτων εκ γενετής, ευλαβώς ανυμνήσωμεν Ματρώναν την αοίδιμον, ως σκεύος θείων δωρεών και αγάπης ακραιφνούς προς πάντας εμπεριστάτους βοώντες σκέδασον ζόφον παθών ημών φωτί Σης χάριτος.

Εκτενής και Απόλυσις, μεθ'ην ψάλλομεν το εξής:

Ήχος β΄. Ότε εκ του ξύλου 

Πάντων εν εσχάτοις τοις καιροίς κεκλεισμένων, Μήτερ, εχόντων τους οφθαλμούς της ψυχής και αυτής συμφέροντα, Ματρώνα πάνσεμνε, παρορόντων διάνοιξον και δείξον την τρίβον προς ζωήν απάγουσαν την αιωνίζουσαν τοις ειλικρινώς Σε τιμώσιν ως Ρωσίδος πάνσεπτον γόνον και ταμείον χάριτος ακένωτον. 

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων Σου,και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδαν μου εις Σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην Σου.

Δίστιχα.

Ματρώνα, άνοιξον οφθαλμούς μου βλεπειν ψυχής το συμφέρον, βοά Χαραλάμπης.

Φιλοθέου διάνοιξον έτι κόρας ψυχής, Ματρώνα, οράν αγήρω μόνον. 

Ματρώνα, μετάνοιαν δίδου μοι και ρύσαι με της υπερηφανείας, βοά Σοι Ηλίας.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


ΠΗΓΗ: trelogiannis

Βιογραφία

Η Οσία Ματρώνα γεννήθηκε το 1881 μ.Χ. στο χωριό Σέμπινο Επιφανίσκαγια του νομού της Τούλα, που σήμερα ονομάζεται Κομίφσκι, από ευσεβείς και ενάρετους γονείς, τον Δημήτριο και τη Ναταλία. Η Οσία είχε ακόμη τρία αδέλφια, τον Ιβάν, τον Μιχαήλ και την Μαρία. Οι γονείς της, επειδή ήταν φτωχοί, σκέφθηκαν να δώσουν το παιδί που περίμεναν στο ορφανοτροφείο του Γκολίτσιν. Όμως η μητέρα της Ματρώνας είδε, πριν την γέννησή της στο όνειρό της ότι ήλθε και κάθισε πάνω στο δεξί της χέρι ένα πουλί με ανθρώπινη μορφή αλλά χωρίς μάτια. Τότε θεώρησε το όνειρό της ως σημείο προς τον Θεό, ότι το παιδί που θα φέρει στον κόσμο θα είναι σκεύος εκλογής και έτσι αποφάσισαν να μην το δώσουν στο ορφανοτροφείο.
Η Οσία γεννήθηκε τυφλή. Στη βάπτισή της, που έγινε από τον ιερέα Βασίλειο, ευλαβή και προορατικό, σχηματίσθηκε πάνω από την κολυμβήθρα ένα ανάλαφρο σύννεφο που ανέδιδε ευωδία. Ήταν και αυτό σημείο που φανέρωνε την πνευματική πρόοδο που θα είχε η Αγία.
Το μόνο μέρος που πήγαινε συνέχεια, επειδή ήταν τυφλή, ήταν η εκκλησία. Όταν η μητέρα της δεν την εύρισκε στο σπίτι, ήξερε ότι η Ματρώνα ήταν στην εκκλησία. Από την παιδική της ηλικία ακόμη, της είχε δοθεί το προορατικό και διορατικό χάρισμα. Γνώριζε τις ασθένειες των ανθρώπων, τα προβλήματά τους, τις αστοχίες τους και έτσι τους προειδοποιούσε και τους συμβούλευε.
Η Οσία επισκέφθηκε πολλά προσκυνήματα της Ρωσίας. Σε ένα από τα προσκυνήματά της βρέθηκε μπροστά στον Άγιο Ιωάννη της Κροστάνδης, που τότε ζούσε ακόμα. Χωρίς να δει την Οσία, είπε να ανοίξουν χώρο και φώναζε: «Ματρώνα, έλα εδώ», χωρίς να την γνωρίζει. Και συνέχισε ο Άγιος Ιωάννης: «Αυτή θα είναι η διάδοχός μου. Αυτή είναι ο όγδοος στύλος της Ρωσίας». Η Αγία ήταν τότε δεκατεσσάρων ετών.
Σε ηλικία δεκαεπτά ετών η Ματρώνα όχι μόνο δεν έβλεπε, αλλά σταμάτησε και να περπατάει. Έζησε έτσι παράλυτη πενήντα χρόνια. Παρόλα αυτά, ποτέ δεν παραπονέθηκε και έλεγε ότι είναι πνευματική η αιτία για όλα αυτά που της συνέβαιναν και μόνο ο Θεός γνωρίζει τις αιτίες. Έλεγε σε εκείνους που την επισκέπτονταν: «Θα έλθει ο καιρός που θα σας βάλουν μπροστά σας ψωμί και σταυρό, για να διαλέξετε. Θα περάσουμε δύσκολους καιρούς και εμείς οι Χριστιανοί πρέπει να διαλέξουμε τον σταυρό».
Τον κόσμο που την επισκεπτόταν τον ευλογούσε, έβαζε τα χέρια της πάνω στην κεφαλή τους και τους διάβαζε προσευχές. Στο μέτωπό της, από τους πολλούς σταυρούς που έκανε, σχηματίσθηκε λακουβίτσα. Ο Θεός την αξίωσε και με το χάρισμα της θαυματουργίας και έτσι πολλούς θεράπευσε και ωφέλησε πνευματικά.
Ο Άγιος Θεός της αποκάλυψε πως πλησίαζε η ημέρα της εξόδου της από τον μάταιο τούτο κόσμο. Τρεις ημέρες πριν την κοίμησή της, έδωσε οδηγίες για την εξόδιο ακολουθία της και τον ενταφιασμό της. Η Οσία Ματρώνα κοιμήθηκε με ειρήνη το 1952 μ.Χ. και ενταφιάσθηκε στο κοιμητήριο της μονής του Δανιήλ.

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδί...

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγ...

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμ...

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτο...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΟΙΚΟΝΟΜΙΣΣΑ

  Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Οικονόμισσαν Ποίημα Καθηγουμένις Ἰσιδῶρας μοναχῆς Ἀγιεροθεϊτίσσης Ἧς ἡ Ἱερὰ καὶ σεβασμία Εἰκών, ἐκ τῆς Μελασοῦ τῆς Μικρασίας εἰς τὴν νῆσον Κῶ, κακεῖϑεν ἐν ᾿Αϑήναις πάλαι μετεφέρϑη, ἔνϑα πλεῖστα ϑαύματα τελοῦσα, εἰκότως νῦν, ἐν εὐλαβείᾳ τιμᾶται. Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μ...