Μετάβαση στο κύριο περιεχόμενο

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΕΦΡΑΙΜ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. 

Ψαλμός ρμβ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ήχος δ´. Ο υψωθείς εν τω Σταυρώ.

Τοις προσιούσι τοις σεπτοίς σου λειψάνοις, και εξαιτούσι την θερμήν σου πρεσβείαν, δίδου αεί την θείαν σου αντίληψιν, τούτους εκλυτρούμενος, πειρασμών και κινδύνων, και παντοίων θλίψεων, και δεινών νοσημάτων, Ιερομάρτυς Άγιε Εφραίμ, ως του Σωτήρος θεράπων θερμότατος.

Δόξα. Όμοιον.

Τη ανευρέσει των σεπτών σου λειψάνων, χαράς επλήρωσας πιστών τας καρδίας, και την Μονήν σου ταύτην πλείον εύφρανας, ήτις καταφεύγουσα, τη ση χάριτι κράζει• Συ μου ει προσφύγιον και θερμός αντιλήπτωρ, Οσιομάρτυς Άγιε Εφραίμ• διο με ρύου, δεινών περιστάσεων.

Και νυν. Θεοτοκίον

Ου σιωπήσομέν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι• ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου• σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινώΝ

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Και αρχόμεθα του Κανόνος, φέροντος την δε ακροστιχίδα•

«Εύφρανον Πάτερ ημάς• ση δόξη Γερασίμου».

Ωδή α´. Ήχος πλ. δ´. Υγράν διοδεύσας

Άγιε του Θεού Εφραίμ, πρέσβευε υπέρ ημών.

Εκ γης ώσπερ κρίνα εαρινά, εφάνησαν Πάτερ, τα σα λείψανα τα σεπτά, οσμή ουρανίω, το δυσώδες των παθημάτων Εφραίμ απελαύνοντα.

Υψόθεν υπάρχων επισκοπών, την δε την Μονήν σου, την τιμώσάν σε ευλαβώς, και δίδου αυτή, Εφραίμ παμμάκαρ, της ευλογίας της σης χάριν την άφθονον.

Φωτί των αγίων σου πρεσβειών, παθών την ομίχλην, και την νύκτα των πειρασμών, διάλυσον Πάτερ εκ των πίστει, προσφευγόντων τοις θείοις λειψάνοις σου.

Θεοτοκίον.

Ρυσθήναί με πάσης επιβουλής, εχθρού του ασάρκου, τη πρεσβεία σου τη σεπτή, ενίσχυσόν με μόνη Θεοτόκε, ίνα υμνώ σου την δόξαν την άρρητον.

Ωδή γ´. Ουρανίας αψίδος.

Ανατείλας εσχάτως, ώσπερ αστήρ πάμφωτος, τη αποκαλύψει των θείων, Πάτερ λειψάνων σου, θαύμα λάμψεσι, φωταγωγείς τας καρδίας, των αιτούντων Άγιε, την σην βοήθειαν.

Νοσημάτων παντοίων, και χαλεπών θλίψεων, δρόσω της σεπτής σου πρεσβείας, σβεννύεις καύσωνα• διο βοώμέν σοι• σβέσον ημών τας οδύνας, επομβρία Άγιε, του θείου Πνεύματος.

Οι τη θεία σορώ σου, μετά σπουδής, σπεύδοντες, ίασιν κομίζονται Πάτερ, και απολύτρωσιν, πάσης κακώσεως• συ γαρ τοις πάσι παρέχεις, οία συμπαθέστατος, χάριν και έλεος.


Θεοτοκίον.

Νοητός ώφθης θρόνος, και χρυσαυγές σκήνωμα του παμβασιλέως της δόξης, και Παντοκράτορος, Παρθένε άχραντε• διο καμέ δείξον οίκον, έργοις καθαρότητος, της θείας χάριτος.

Διάσωσον, τους προσιόντας τη θεία σου προστασία, πάσης βλάβης και νοσημάτων και θλίψεων, Μεγαλομάρτυς Κυρίου Εφραίμ θεόφρον.

Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.


Αίτησις και το Κάθισμα.
Ήχος β´. Πρεσβεία θερμή.


Προστάτης θερμός, αρτίως ώφθης Άγιε, εκφάνσει ημίν, των ιερών λειψάνων σου, τοις πόθω καταφεύγουσι θεομάκαρ Εφραίμ τη πρεσβεία σου• δια τούτο βοώμέν σοι πιστώς• Χριστώ υπέρ πάντων Πάτερ πρέσβευε.


Ωδή δ´. Εισακήκοα Κύριε.

Πλείστοις τρόποις μακάριε, φαίνη τοις καλούσι την θείαν κλήσίν σου, και παρέχεις τα αιτήματα τα προς σωτηρίαν Εφραίμ Όσιε.

Ασθενούσι την ίασιν, και τοις θλιβομένοις χαράν την κρείττονα, τοις προστρέχουσι τη σκέπη σου, δίδου ουρανόθεν Εφραίμ Άγιε.

Την Μονήν σου απήμαντον, εκ των επιθέσεων του αλάστορος, διατήρει Εφραίμ Άγιε, την εγκαυχομένην τοις λειψάνοις σου.


Θεοτοκίον.


Εκ γαστρός ανέτειλε, της δικαιοσύνης Αγνή ο Ήλιος, ου ταις αίγλαις καταλάμπρυνον, την εσκοτισμένην μου διάνοιαν.
Ωδή ε´. Φώτισον ημάς.

Ράβδω ισχυρά της πρεσβείας σου εκδίωξον, τον αόρατον τον καθ ἡμῶν, ωρυόμενον Εφραί καθάπερ λέοντα.

Ήθλησας καλώς, και αρτίως ημίν έγνωσαι, τη εκφάνσει των αγίων σου οστών τας ψυχάς ημών μακάριε.

Μέγας αρωγός, της Μονής ώφθης Άγιε, της πλουτούσης ώσπερ θείον θησαυρόν, τα μυρίπνοα και άγιά σου λείψανα.


Θεοτοκίον.

Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.


Ωδή στ´. Την δέησιν.

Σωμάτων και ψυχών ιατήρα, η του Πνεύματος χάρις, εν ταις εσχάταις ημέραις παμμάκαρ, εκ γης λαγόνων τα θείά σου λείψανα, ανακαλύψασα ημίν μετά χρόνιον Πάτερ κατάκρυψιν.

Συσφίγξας του παραλύτου τα μέλη, υγιή τούτον απέδειξας Πάτερ, καταφυγόντα τη θεία σορώ σου, και του Κυρίου τω φόβω συνέτησας. Όθεν απήλθεν εν χαρά, μεγαλύνων το σον θαυματούργημα.

Ηνίκα, τη ηγουμένη ωράθης, εμφανή τα σα κατέστησας ταύτη• αλλά και νυν ποθούσί σε Πάτερ, το σον επίφανον άγιον πρόσωπον, και πλήρωσον ημάς χαράς, ουρανίου Εφραίμ θεοδόξαστε.


Θεοτοκίον.

Δοχείον περιφανές του Υψίστου, και Ναός φωτοειδής καθωράθης, εκ των αγνών σου αιμάτων Παρθένε, προαγαούσα τω κόσμω ως άνθρωπον, τούτον, δι ἔλεος πολύ, δια τούτο την δόξαν σου.

Διάσωσον, τους προσιόντας τη θεία σου προστασία, πάσης βλάβης και νοσημάτων και θλίψεων, Μεγαλομάρτυς Κυρίου Εφραίμ θεόφρον.

Άχραντε,
η δια λόγου τον Λόγον ανερμηνεύτως, επ ἐσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον.
Ήχος β´. Τοις των αιμάτων σου.


Τη φανερώσει των θείων Λειψάνων σου, την εγνώρισας πάσι λαμπρότητα• ιάσεις γαρ βρύεις εκάστοτε, και απαλλάττεις δεινών περιστάσεων, Εφραίμ τους φωνούντας την κλήσιν σου.
Προκείμενον.

Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Στιχ. Τοις Αγίοις τοις εν τη γη εθαυμάστωσεν ο Κύριος.


Ευαγγέλιον. Εκ του κατά Ματθαίον (ια´, 27-30)

Είπεν ο Κύριος τοις εαυτού μαθηταίς• Πάντα μοι παρεδόθη υπό του πατρός μου• και ουδείς επιγινώσκει τον υιόν ει μη ο πατήρ, ουδέ τον πατέρα τις επιγινώσκει ει μη ο υιός και ω εάν βούληται ο υιός αποκαλύψαι. Δεύτε προς με πάντες οι κοπιώντες και πεφορτισμένοι, καγώ αναπαύσω υμάς. Άρατε τον ζυγόν μου εφ ὑμᾶς και μάθετε απ ἐμοῦ, ότι πράός ειμι και ταπεινός τη καρδία, και ευρήσετε ανάπαυσιν ταις ψυχαίς υμών• ο γαρ ζυγός μου χρηστός και το φορτίον μου ελαφρόν εστιν.

Δόξα.


Ταις του σου Οσίου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν.

Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.


Προσόμοιον.
Ήχος πλ. β´. Όλην αποθέμενοι.


Ήνεγκας στερρότατα, επιδρομήν των βαρβάρων, και Μάρτυς αήττητος, ώφθης του Παντάνακτος Εφραίμ Άγιε, και χαράν κρείττονα, τοις πιστοίς παρέσχες, τη ευρέσει των Λειψάνων σου, δι ὧν διώκεται, πάσα του βελίαρ επήρεια, και νόσοι θεραπεύονται, και ψυχών ιώνται τα τραύματα. Όθεν σοι βοώμεν• μη παύση ικετεύων τον Χριστόν, πάσι δοθήναι συγχώρησιν, και ζωήν γαλήνιον.

Σώσον, ο Θεός, τον λαόν σου...


Είτα, αποπληρούμεν τας λοιπάς ωδάς του Κανόνος.


Ωδή ζ´. Οι εκ της Ιουδαίας.


Ουρανόθεν θεόφρον, αφικόμενος ώδε τη θεία Μάνδρα σου, οράσαι παραδόξως, ποικίλαις εμφανείαις, και πληροίς τα αιτήματα, Οσιομάρτυς Εφραίμ, των σε υμνολογούντων.

Ξενοτρόπως κατ ὄναρ, και καθ ὕπαρ παμμάκαρ εμφανιζόμενος, χαράν και ευφροσύνην, και πάσαν άλλην δόσιν, αγαθήν δίδως Άγιε, τοις ευφημούσιν Εφραίμ την ιεράν ζωήν σου.

Η αγία Μονή σου, ως αγίασμα θείον και δώρον άγιον, τα θεία Λείψανά σου, Εφραίμ καταπλουτούσα αγιάζει ση χάριτι, τους πανταχόθεν αυτή πιστώς προσερχομένους.
Θεοτοκίον.

Γεωργία αΰλω της σεπτής σου πρεσβείας θεοχαρίτωτε, βλαστάνειν την ψυχήν μου, καρπούς της μετανοίας, Θεοτόκε αξίωσον, ως αν της άνω ζωής, μετά το τέλος τύχω.


Ωδή η´. Τον Βασιλέα.


Εύφρανον Πάτερ, ευφραντική αρωγή σου, τους στενάζοντας εν λύπαις και ανάγκαις, τούτους απαλλάτων, Εφραίμ πάσης πικρίας.

Ρανίσι θείαις των πρεσβειών θεόφρον, παφλάζουσαν οδύνην της ψυχής μου, σβέσον και παράσχου, αναψυχήν μοι θείαν.

Αγίων δήμοις, συναυλιζόμενος Πάτερ, καθικέτευε συν τούτοις θεοφόρε, υπέρ των τιμώντων, τα θεία Λείψανά σου.


Θεοτοκίον.

Σώσόν με Κόρη, της του εχθρού δυναστείας, και απόπλυνον τον ρυπωθέντα νουν μου, ταις της αμαρτίας, εννοίαις τε και έργοις.


Ωδή θ´. Κυρίως Θεοτόκον.

Ιάτρευσον παμμάκαρ, πάσης καχεξίας, τους προσιόντας τοις θείοις λειψάνοις σου, Οσιομάρτυς Κυρίου Εφραίμ μακάριε.

Μονήν σου την αγίαν, φύλαττε απαύστως, ταις θαυμασταίς προστασίαις σου Άγιε, επινοιών του βελίαρ και πάσης θλίψεως.

Ο νέος εν Αγίοις, ως φανείς αρτίως, θεοφόρε Εφραίμ αξιάγαστε, ρύου καμέ της μανίας του πολεμήτορος.


Θεοτοκίον.


Υπέρτερον τον νουν μου, δείξον Θεοτόκε, εκ λογισμών χαμαιζήλων του χείρονος, και την καρδίαν θείας ελλάμψεως.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια•

Χαίροις ο αθλήσας πάλαι στερρώς, και γνωσθείς αρτίως, Εκκλησία τη του Χριστού, τη ανακαλύψει των θείων σου Λειψάνων, Εφραίμ Ιερομάρτυς αξιοθαύμαστε.

Ώφθης και εδήλωσας εμφανώς, την κλήσιν σου Πάτερ, και το τέλος σου το σεπτόν• όθεν προσκυνούντες, τα θεία Λείψανά σου, Εφραίμ Οσιομάρτυς, χάριν λαμβάνομεν.

Άγνωστος ετέλεις χρόνοις πολλοίς, και τη φανερώσει, των Λειψάνων σου των σεπτών, έδειξας τω κόσμω, την σην πλουσίαν χάριν, θαυμάτων ενεργείας, Εφραίμ μακάριε.

Χαίροις των Οσίων ο κοινωνός, χαίροις των Μαρτύρων, ο ζηλώσας την αρετήν• χαίροις ο εν όρει, Αμώμων διαπρέψας, Εφραίμ Μεγαλομάρτυς, διπλοίς εν σκάμμασι.

Χάριν αναβλύζεις θεία ροπή, και τους ασθενούντας, θεραπεύει η ση σορός• όθεν οι τη θεία Μονή σου προσιόντες, καρπούνται την υγείαν, ψυχής και σώματος.

Έχων παρρησίαν προς τον Χριστόν, Εφραίμ θεοφόρε, καθικέτευε εκτενώς, υπέρ της Μονής σου, της σοι ανακειμένης, και πάντων των ζητούντων, την σην αντίληψιν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε, Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.


Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. 

είτα τα τροπάρια ταύτα.

Ήχος β´

Ελέησον ημάς, Κύριε, ελέησον ημάς• πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν• Ελέησον ημάς.

Δόξα.

Κύριε, ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν• μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών• αλλ ἐπίβλεψον και νυν ως εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών• συ γαρ ει Θεός ημών, και ημείς λαός σου• πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.


Και νυν. Θεοτοκίον.


Της ευσπλαγχνίας την πύλην, άνοιξον ημίν, ευλογημένη Θεοτόκε• ελπίζοντες εις σε, μη αστοχήσαιμεν• ρυσθείημεν δια σου των περιστάσεων• συ γαρ ει η σωτηρία του γένους των Χριστιανών.
Εκτενής και Απόλυσις, μεθ ἣν ψάλλομεν το εξής•


Ήχος β´. Ότε εκ του ξύλου.

Πάντας τους προσπίπτοντας πιστώς, τοις σοις μυριπνόοις Λειψάνοις, Εφραίμ μακάριε σκέπε και διέσωζε, εκ πάσης θλίψεως, και πταισμάτων την άφεσιν, και νόσων παντοίων, αίτησαι την ίασιν παρά Χριστού του Θεού• δίδου δε την σην ευλογίαν, τη σεπτή Μονή σου, θεόφρον, τη ανακειμένη τη πρεσβεία σου.


Ήχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.


Ήχος β´.


Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού• φύλαξόν με υπό την σκέπην σου.


Δίστιχον.


Εύφρανον Εφραίμ θερμή σου αντιλήψει
Γεράσιμον δέησιν τήνδε σοι θέντα.


Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.


 ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

 

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Κοντάκιον. Ἦχος πλ, δ'. Τῇ ὑπερμάχῳ. 

σπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαίροις Πάτερ μακάριε.

 

γγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ'), δι’ ἧς εὐφραίνεις πάντα πιστόν, Ὀσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα.

Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας· χαῖρε, ὁ ἄρτι σεαυτὸν ἐκφήνας.

Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος· χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.

Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ· χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι ὁσίως ἐνασκήσει ἐμπρέπεις· χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.

Χαῖρε, καινὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, ἀπίστων φθορὰ καὶ ἄλγημα.

Χαῖρε, δι’ οὗ εὐσεβεῖς κραταιοῦνται· χαῖρε, δι’οὗ δυσσεβεΐς καταργοῦνται.

Χαίροις Πάτερ μακάριε.

 

Βίου σου τοῦ ὁσίου καὶ τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρὶν ἐτέλουν, ἀλλ’ ἀποκαλύψει θαυμαστῇ, τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν· Ἀλληλούΐα.

 

Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σὲ δοξάσαντι θαύμασιν, Ἐφραὶμ θεομακάριστε, δι’ ὧν εὐφραίνεις τοὺς βοῶντάς σοι·

Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων· χαῖρε, φωτὸς ἀΰλου θεάμων.

Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἃσκησιν, χαῖρε, τῶν Μαρτύρων ζηλώσας τὴν ἄθλησιν.

Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκῆς· χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.

Χαῖρε, ὅτι τὸν κόσμον νουνεχῶς ἀπηρνήσω· χαῖρε, ὅτι τὰ ἄνω θαυμαστῶς ἐπορίσω.

Χαῖρε, κοιμίσας τὰ κύματα· χαῖρε, νοὸς ὑψώσας τὸν ἔρωτα.

Χαΐρε, Χριστοῦ γεωργῶν τὴν ἀγάπην· χαΐρε, σατὰν καταργῶν τὴν ἀπάτην.

Χαίροις Πάτερ μακάριε.

 

Δόξαν τὴν κεκρυμμένην, ἣν θεόθεν ἐκτήσω, Ἐφραὶμ Ὀσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς πιστῶς Κυρὶῳ βοῶντας· Ἀλληλούΐα.

 

λαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως· νῦν δὲ τὴν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις λειψάνοις σου, Ἐφραὶμ ἐν σοὶ χορεύουσαν καὶ βοῶσάν σοι εὐφροσύνως·

Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας· χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.

Χαῖρε, ὁ εὐφράνας πιστῶν τὴν διάνοιαν· χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἄνοιαν.

Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τὴν στολήν· χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τὴν σὴν ζωήν.

Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων· χαῖρε, ὅτὶ μετέσχες ἀϊδίων στεφάνων.

Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως· χαῖρε, πρηστὴρ μανίας τοῦ χείρονος.

Χαῖρε, χαρὰ τῆς ἁγίας Μονῆς σου· χαῖρε, φωτὸς θησαυρὸς τρισηλίου.

Χαίροις Πάτερ μακάριε.

 

Ζάλην ἅπασαν λύων, καὶ χαρὰν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένῃ καὶ ταύτῃ ἐδήλωσας σαφῶς, τίς εἶ οὗ τὰ σεπτὰ ὀστᾶ ἀνεύρατο, ἡ δὲ ἔνθους γεγονυῖα, τῇ σὴ ἐκφάνσει Θεῷ ἔφη· Ἀλληλούΐα.

 

κουσε τῆς φωνῆς σου, καὶ εἶδέ σε ὁμιλοῦντα, παμμάκαρ, ᾗ ὢφθης τῇ Ἡγουμένῃ σοφέ, καὶ ταύτῃ τὸ σὸν ὄνομα ἐδήλωσας, καὶ τέλος σου τὸ ἅγιον· διὸ ἐβόα σοι τοιαῦτα·

Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις· χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.

Χαϊρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον· χαῖρε, ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον.

Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἁγίας σοῦ Μονῆς· χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.

Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας· χαῖρε, ὁ δι’ ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.

Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν· χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλάμψιν.

Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥὺπον· χαῖρε, πιστῶν ὁ εὐφραίνων τὸν δῆμον.

Χαίροις Πάτερ μακάριε.

 

Θαύμασι παραδόξοις, καὶ πολλαΐς ἐμφανείαις, κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ποικίλως, τὴν σὴν δόξαν πᾶσι φανεροΐς, ἢν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε· διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν· Ἀλληλούΐα.

 

ασιν ἀναβλύζει, καὶ χαρὰν καὶ ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ, καὶ ζητοῦσιν Ἐφραὶμ τὴν σὴν βοήθειαν· ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοῶσι·

Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων· χαΐρε, ἡ λύσις τῶν νοσημάτων.

Χαῖρε, ὁ κατ’ ὄναρ καὶ ὕπαρ φαινόμενος· χαῖρε, ὁ κινδύνων παντοίων ῥυόμενος.

Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς· χαῖρε, ὅτι τοὺς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστῶς.

Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη· χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη.

Χαῖρε, ὁ ὀφθεὶς πολλοῖς ὡς ἠθέλησας· χαῖρε, ὁ διδοὺς χαρὰν οὕς ἐπέλεξας.

Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ· χαῖρε, ἡμῶν θερμὸς ἀντιλήπτωρ.

Χαίροις Πάτερ μακάριε.

 

Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχὰς· ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καὶ δρέπονται τὴν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῶντες· Ἀλληλούΐα.

 

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεὶς τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρῴην τελῶν ἄγνωστος, καὶ πάντας συγκινεῖς βοᾶν σοι·

Χαῖρε, ἡ στήλη ὁσίων πόνων χαῖρε, τὸ κλῆμα ἐνθέων νόμων.

Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος· χαῖρε, Ἐκκλησίας κρηπὶς ἡ νεότευκτος.

Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν· χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.

Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης· χαῖρε, ὅτι ἐνδόξως τῷ Κυῥίῳ μετέστης.

Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα· χαῖρε, αὐτοῦ ὑμνῶν τὴν χρηστότητα.

Χαῖρε, ψυχῆς τὴν ἀνδρείαν ἐκφαίνων· χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέπων.

Χαίροις Πάτερ μακάριε.

 

Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπὸ τὴν γῆν θεοφόρε, ἀρτίως εὐδοκίᾳ Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρὸς ἅγιος, Ἐφραὶμ καὶ τῇ σῇ χάριτι, πλουτίζεις τοὺς Χριστῷ βοῶντας· Ἀλληλούΐα.

 

Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτῖσι, καὶ λύεις τὴν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου. Ἀλλὰ καὶ ἡμῖν Ὅσιε ἀεὶ βοῶσι·

Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης· χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.

Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις· χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.

Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητὰ· χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καὶ θέοφρον ἀθλητά.

Χαῖρε, ὁ τῇ ἀσκήσει τὴν ἄθλησιν συνάψας· χαῖρε, ὁ ἐν τῇ δόξῃ τῇ ἄνωθεν ἐκλάμψας.

Χαϊρε, ὁ παθῶν ὁ λύων τὴν ζόφωσιν· χαῖρε, καλῶν ὁ φαίνων τὴν ὄνησιν.

Χαϊρε, ὀφρὺν τῶν βαρβάρων πατήσας· χαῖρε, στερρῶς τὸν ἀγῶνα ἀνύσας.

Χαίροις Πάτερ μακάριε.

 

Ξένη πέλει ἡ χάρις, ἣν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πᾶσιν· ἔνθεν εἰς πᾶσαν τὴν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἑξέδραμε, καὶ πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῶντες· Ἀλληλούΐα.

 

λος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καὶ φαίνῃ διαφὸρῳ μορφῇ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι καὶ νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοι βοῶσι·

Χαῖρε, τὸ κλέος τῶν μοναζόντων· χαῖρε, ὁ στόλος τῶν ὀρθοδόξων.

Χαῖρε, τῆς ἀῦλου εὐκλείας θησαύρισμα· χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.

Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς· χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.

Χαῖρε, ἅγιον θῦμα δι’ ἀθλήσεως θείας· χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.

Χαϊρε, ζωῆς ὁσίας ὀσφράδιον· χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον.

Χαῖρε, ἀστὴρ ἐν τῷ ὄρει Ἀμώμων· χαῖρε, κανὼν πρακτικὸς μονοτρόπων.

Χαίροις Πάτερ μακάριε.

 

Παραλύτους συσφίγγεις, δαιμονῶντας ἰᾶσαι, καὶ πάθη τὰ δυσίατα παύεις· ἐντεῦθεν Ἀθηναίων πληθύς, καὶ Πειραιεῖς καὶ περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καὶ βοῶντες· Ἀλληλούΐα.

 

ημάτων σου τῶν θείων, ὡς σὲ εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀΰλῳ ἡ εὐσεβὴς νεάνις σοφέ, καὶ τὴν σὴν προστασίαν ὡμολόγησεν, ἢν παρέχεις τῇ σῇ Μονῇ βοῶσί σοι τοιαῦτα·

Χαῖρε, Ὁσίων καύχημα νέων· χαῖρε, Μαρτύρων εὔκλειαν φέρων.

Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος· χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.

Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς· χαῖρε, ὅτι τὸν παράλυτον ἠνώρθωσας θαυμαστῶς.

Χαῖρε, κεφαλαλγίας διαλύσας τὸ βάρος· χαῖρε, τοῦ διαβήτου καταπαύσας τὸ πάθος.

Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον· χαῖρε, πιστῶν διάδημα τίμιον.

Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης· χαῖρε, εἰκὼν μοναστῶν καὶ λαμπρότης.

Χαίροις Πάτερ μακάριε.

 

Σέ, ὁράσει ἁγίᾳ, καὶ κατ’ ὄναρ καὶ ὕπαρ, ἐν τῇ σῇ μάνδρᾳ περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καὶ εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καὶ τῷ Θεῷ ὁμοῦ βοῶσαι. Ἀλληλούΐα.

 

Τὸ οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καὶ εὐωδίᾳ μυρεψικῇ, τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας· Χαῖρε, τῆς χάριτος μυροθήκη· χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη.

Χαῖρε, ἀφθαρσίας εὐώδης παράδεισος· χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.

Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν· χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τὸν Χριστόν.

Χαῖρε, ὁ ὑπὸ χθόνα πλεῖστα ἔτη τελέσας· χαῖρε, ὁ θείᾳ νεύσει ἐκ τῆς γῆς ἀναλάμψας.

Χαῖρε, ψυχῶν καθαίρων τοὺς μώλωπας· χαῖρε, δεινῶν ἐκκαίων τοὺς σκόλοπας.

Χαῖρε, ἀεὶ τάς ἰάσεις παρέχων· χαῖρε, ἡμῶν ἀεὶ προστατεύων.

Χαίροις Πάτερ μακάριε.

 

μνησαν τὸν Σωτῆρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καὶ πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεί, ὅτι ταῦτα ἀσινῆ διετήρησεν, ὑπὸ τὴν γῆν χρόνοις πλείοσιν, ἃ τιμῶντες Ἐφραὶμ βοῶμεν· Ἀλληλούΐα.

 

Φύλαττε τὴν Μονήν σου ἀπὸ πάσης ἀνάγκης, τῇ σῇ πρὸς τὸν Σωτῆρα πρεσβείᾳ, καὶ δίδου ταύτῃ πάτερ Ἐφραὶμ , τὰ τῆς εὐλογίας τῆς σῆς δωρήματα· ἰδοὺ γὰρ τῇ σῇ χάριτι, προστρέχει ἀεὶ ἐκβοῶσα.

Χαῖρε, ἡμῶν τὸ ἄρρηκτον τεῖχος· χαῖρε, πιστῶν ἀτίνακτος πύργος.

Χαῖρε, τῆς Μονῆς σου φρουρὸς ἀσφαλέστατος· χαῖρε, τῶν τεκνίων σου φύλαξ καὶ ἔφόρος.

Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν· χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.

Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τὰς αἰτήσεις· χαῖρε, ὅτι προσδέχῃ σῶν υἱῶν τάς δεήσεις.

Χαῖρε, ἡμῖν ἐκφαίνων τὰ κρείττονα· χαῖρε, ἀεὶ ἐκτρέπων τὰ χείρονα.

Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων· χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων.

Χαίροις Πάτερ μακάριε.

 

Χάριτας ἀναβλύζει, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τάς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι· Ἀλληλούΐα.

 

Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεΐσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβοώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεί σοι ἐκβοῶμεν·

Χαῖρε, ἰσότιμος τῶν Ὁσίων· χαῖρε, συνόμιλος τῶν Μαρτύρων.

Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος· χαῖρε, τρισηλίου ἐλλάμψεως ἔμπλεως.

Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς· χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.

Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας· χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.

Χαῖρε, δι’ οὗ ἀνίας ῥυσθήσομαι· χαῖρε, δι’ οὗ παθῶν ἰαθήσομαι.

Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης· χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης.

Χαίροις Πάτερ μακάριε.

 

 τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σὺν αὐτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες· Ἀλληλούΐα.

 

Καὶ αὖθις τὸ Κοντάκιον.

Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. 

σπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαὶροις Πάτερ μακάριε.

 

Δίστιχον. Ἐφραὶμ χαρὰν δίδου μοι τὴν οὐρανίαν Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι.


 

ΕΓΚΩΜΙΑ ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΗ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ

ΣΤΑΣΙΣ Α΄

Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς.

 

Μακαρίζομέν σε Ἐκκλησίας Χριστοῦ, τὸν φωστῆρα τὸν νεόλεκτον Ὅσιε, καὶ νεόδμητον θησαύρισμα πιστῶν.

 

Παρρησίαν ἔχων πρὸς Θεὸν ἀληθῶς, μὴ ἐλλείπῃς ἱκετεύειν Ἐφραὶμ πατὴρ ἡμῶν, λυτρωθῆναι συμφορῶν καὶ πειρασμῶν.

 

Εἰ καὶ τὰφῳ Πάτερ κατετέθη τὸ σόν, ἀκραιφνεστατον καὶ ἅγιον σῶμά σου, ἀλλὰ ζῇς καὶ τάς ἰάσεις χορηγός.

 

Τῆς ψυχῆς κοσμήσας τὴν λαμπάδα φαιδρῶς, ταῖς ἐνθέοις ἀρεταῖς κατηξίωσας, τοῦ νυμφίου τῆς χαρᾶς ἀπολαβεῖν.

 

Σὺν Ἀγγέλοις Πάτερ νῦν αὐλίζει σαφῶς, καὶ Ὁσίων καὶ Μαρτύρων τοῖς τάγμασιν, ὡς ἐκεῖνοι γὰρ ἐβίωσας ἐν γῇ.

 

Τοῦ Ὁσίου δέχου τάς λιτὰς ὁ Θεός, καὶ ἐλέησον τὸν κόσμον σου Ἐφραὶμ Ἅγιε, τὴν εἰρήνην παρεχόμενος πιστοῖς.

 

Ἡ Μονὴ Ἀμώμων σὲ προστάτην θερμόν, προβαλλόμεθα πρὸς Κύριον Ὅσιε, ῥῦσαι ἅπαντας κινδύνων σαῖς λιταῖς.

 

Εὐφροσύνης πάσης ἔμπλησον τοὺς πιστῶς, προσιόντας τῇ σοφῷ σου μακάριε, καὶ τιμῶντάς σου τὴν ἔνδοξον σφαγήν.

Δόξα Πατρί.

Δόξα σοι Θεέ μου, παναγία Τριάς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Πνεύματί, σῷζε πάντας τοὺς ἐλπίζοντας εἰς σέ.

Καὶ νῦν.

Μεγαλύνομέν σε τὴν Μητέρα Θεοῦ, σὺ ἡμᾶς Παρθένε ἀξίωσον, βασιλείας οὐρανῶν ἐπιτυχεΐν.


Καὶ πάλιν τὸ πρῶτον.

Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ μαρτύρων καλλονὴν Ἐφραὶμ Ὅσιε, καταστέφοντες τὴν μνήμην σου ἐν ᾠδαῖς.

 

ΣΤΑΣΙΣ Β'.

Ἄξιον ἐστί, τὸν φωστῆρα σε τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν σεπτῶς Ἐφραὶμ θαυματουργὲ ὅσιε.

 

Δέχου τὰς λιτάς, τῶν σὲ τιμώντων καὶ Θεόν, ἱκέτευσον μακάριε, ὑπὲρ τῶν τιμώντων, τὴν θείαν μνήμην σου.

 

Ἔφησε ποτέ, θεὶῳ Πνεύματι ὁ προφητάναξ, δίκαιος ὡς φοίνιξ ἀνθήσεται, ἐν τῷ οἴκῳ τοῦ Θεοΰ γὰρ φυτευθείς.

 

Ξύλου φυτευθέν, τῶν ὑδάτων ἐν τοῖς διεξόδοις, σὺ ἐδείχθης βλαστήσας, καρποὺς ἀειθαλεῖς Ἐφραὶμ μακάριε.

 

Ζῶσι τῷ Χριστῷ, ὄντως δίκαιοι εἰς τὸν αἰῶνα, ζῇς θεόφρον Ἐφραὶμ πατὴρ ἡμῶν, αὐλιζόμενος μετὰ τῶν Ἀγγέλων καὶ δικαίων χορείαις.

 

Μακάριος ἀνήρ, ὃς οὐκ ἀπῆλθεν ἐν βουλῇ ἀνόμων, ὡς γέγραπται· ὅθεν εἴληφας, τὰ γέρα ἐκ Θεοῦ Ἐφραὶμ μακάριε.

 

Γέρα ἐκ Θεοῦ, δντως ἔλαβες Ὅσιε πάτερ, πάντων θεραπεύεις νοσήματα, τῶν τιμώντων σου τὴν ἔνδοξον σφαγήν.

 

Ἄλλον ἐκτὸς σοῦ, οὐ δυνάμεθα εὑρεΐν προστάτην, καὶ πρὸς τὸν Θεὸν μεσίτην θερμότατον, ἵνα φύγωμεν ἐνέδρας τοῦ ἐχθροῦ.

 

Ζάλη πειρασμῶν, ἀπειλεῖ ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἐλευθερωτὴν δὲ ἄλλον οὐκ οἴδαμεν, εἰμὴ τὴν δεξιάν σου τὴν κραταιάν.

 

Δεῦτε οἱ πιστοί, ἐφυμνήσωμεν ᾄσμασι θείοις, μνήμην τοῦ Ἁγίου ἱερομάρτυρος, Ἐφραὶμ τοῦ θαυματουργοῦ.

Δόξα Πατρί.

Ἄναρχε Τριάς, ὁμοούσιε Μονὰς Ἁγία, οὐρανίου πάντας βασιλείας ἀξίωσον, ταῖς λιταΐς τοῦ Πατρὸς ἡμῶν Ἐφραὶμ .

Καὶ νῦν.

Πάντες οἱ πιστοί, μακαρίσωμεν τὴν Θεοτόκον, ἡ τῶν πάντων κτίστην κυήσασα, καὶ λυτρώσασα τῆς πλάνης τοὺς βροτούς.


Καὶ πάλιν τὸ πρῶτον.

Ἄξιον ἐστι, τὸν φωστῆρά σε τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν σεπτῶς Ἐφραὶμ θαυματουργὲ Ὅσιε.

 

ΣΤΑΣΙΣ  Γ'.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἐφραὶμ Ἀγγέλων δόξα.

 

Ἐφραὶμ θέοφρον πάτερ, ἱλέωσας τὸν Κτίστην, ὑπὲρ τῶν σὲ τιμώντων.

 

Περίσωζε καὶ σκέπε, τοὺς πίστει τε καὶ πόθῳ, καρδίας σὲ ὑμνοῦντας.

 

Τὴν στενὴν τρισμάκαρ, ὁδὸν καὶ τεθλιμμένην, διόδευσας Κυρίου.

 

Ἐφραὶμ ταῖς σαῖς λιταῖς σου, δωρήσας τοῖς σοῖς δούλοις, πλημμελημάτων λύσιν.

 

Ἡμᾶς τοὺς σοὺς ἱκέτας, συντήρησον ἀτρώτους, βελῶν τῶν τοῦ Βελίαρ.

 

Σπεῦσον ἡμᾶς σῶσον, ἀνάγκης ἐνεστώσης, Ἐφραὶμ θέοφρον πάτερ.

 

Ὅλῃ προθυμίᾳ, προστρέχομεν τῇ σορῷ σου, κακῶν αἰτοῦντες λύσιν.

 

Οὐδεὶς ἰσχύσει σῶσαι, τῆς νῦν ἡμᾶς ἀνάγκης, ἐὰν σὺ μὴ προφθάσῃς.

 

Δέχου ὦ Θεέ μου, ὑπὲρ λαοῦ σου πρέσβυν, Ἐφραὶμ τὸν θεοφόρον.

Δόξα Πατρί.

Τριὰς ὑπὲρ Ἁγία, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τοῦ Ἁγίου.

Καὶ νῦν.

Εἰρήνη Ἐκκλησίαις, τῷ κόσμῳ σωτηρίαν, δώρησαι Θεοτόκε.


Καὶ πάλιν τὸ πρῶτον.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἐφραὶμ θεόφρον πάτερ. Ἐφραὶμ θεόφρον, ἱλέωσαι τὸν κτίστην, ὑπὲρ τῶν σὲ τιμώντων.

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδί...

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγ...

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμ...

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτο...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΟΙΚΟΝΟΜΙΣΣΑ

  Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Οικονόμισσαν Ποίημα Καθηγουμένις Ἰσιδῶρας μοναχῆς Ἀγιεροθεϊτίσσης Ἧς ἡ Ἱερὰ καὶ σεβασμία Εἰκών, ἐκ τῆς Μελασοῦ τῆς Μικρασίας εἰς τὴν νῆσον Κῶ, κακεῖϑεν ἐν ᾿Αϑήναις πάλαι μετεφέρϑη, ἔνϑα πλεῖστα ϑαύματα τελοῦσα, εἰκότως νῦν, ἐν εὐλαβείᾳ τιμᾶται. Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μ...