Μετάβαση στο κύριο περιεχόμενο

ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΤΙΜΙΟ ΣΤΑΥΡΟ

 


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ 

ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ
Νικηφόρου ιερομονάχου του Κρητός 
 



Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπε ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπο ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.




Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος...

Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος...

Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος...



Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ ζωηφόρῳ νῦν Σταυρῷ προσπελάσωμεν, οἱ μακρυνθέντες τοῖς κακοῖς καὶ προσψαύσωμεν, ἐν ἐπιστρόφῳ λέγοντες καρδίᾳ πιστῶς· πρόφθασον, βοήθησον, ὁ Σταυρός τοῦ Κυρίου, φάνηθι λυτρούμενος ἐκ παντοίων κίνδυνων· μὴ ἐποφθῶμεν ἄπρακτα ζητεῖν· τὴν σὴν γὰρ σκέπην βεβαίαν ἐλπίζομεν.


Δόξα...


Καὶ νῦν..


Οὐ δυνησόμεθα Σταυρὲ τοῦ Κυρίου, τὰ σὰ θαυμάσια ὑμνεῖν οἱ κατάκριτοι. Εἰ μὴ γὰρ σοὶ παρεῖχες τὰ δωρήματα, τῖς ἡμῖν τὴν ἴασιν τῶν τοῦ σώματος νόσων; τὶς δὲ καὶ τὴν κάθαρσιν τῶν ψυχῶν ἄν ἐδίδου; Οὔκ ἀπόμακρυνθῶμεν πώποτε ἐκ σοῦ· σὺ γὰρ σκέπεις πάντας θνητοὺς ἐκ παντοίων κακῶν. 


ΝΨαλμὸς

λέησόν με  Θεὸς κατὰ τὸ μέγα ἔλεός σουκαὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μουἘπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπο ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


ὁ Κανών.
Ὠδὴ Α'. Ἦχος Πλ. Δ'. Ὑγρὰν διοδεύσας.
Στίχος. 
Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ σκῆπτρον ἅγιον καὶ σεπτόν, τοὺς ἐν εὐλαβείᾳ προσκυνοῦντας τὴν ἱεράν, σκέπην σου ἀτρώτους ἀπὸ βλάβης, καὶ πειρασμῶν καὶ κινδύνων διάσωσον. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ σκῆπτρον ἅγιον τοῦ Χριστοῦ, τοὺς σὲ προσκυνοῦντας καταξίωσον ἐσαεί, τῷ Κτίστεί Θεῷ καθυπακούειν, καὶ ὑπο αὐτοῦ βασιλεύεσθαι ποίησον. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σταυρὲ ἡ βοήθεια τῶν πιστῶν, δίδου βοηθείας τοῖς ὑμνοῦσι τὸ ἱερόν, κράτος σου καὶ αἴρειν τὰ βραβεῖα, κατὰ παθῶν ψυχοφθόρων ἐνίσχυσον.


 

Θεοτοκίον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σταυρόν καθορῶσα Ἁγνή ἀμνάς, τοῦ ἁγνῶς τεχθέντος ἐξ αὐτῆς, οὗτος νῦν ἐστί, πιστῶν σωτηρία ἀνεβόα, καὶ κραταιὰ προστασία καὶ στήριγμα.



Ὠδὴ Γ΄. Οὐρανίας ἀψῖδος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου. 

 Σταυρός τοῦ Δεσπότου, χαῖρε νεκρῶν ἔγερσις, χαῖρε ἀσθενούντων ἡ ρῶσις, χαῖρε ἀντίληψις· τοὺς προσκυνοῦντάς σε, φύλαττε φρούρει καὶ σκέπε, ἐκ τῶν δρωμένων τε, καὶ ἀοράτων ἐχθρῶν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

 Σταυρός τοῦ Κυρίου, χαῖρε Πιστῶν καύχημα, χαῖρε κραταιὰ προστασία, χαῖρε παράκλησις· τοὺς προσκυνοῦντας σε, ἐκ περιστάσεως ρῦσαι, καὶ δεινῆς κακώσεως καὶ πάσης θλίψεως. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

 Σταυρὸς τοῦ Κυρίου, χαῖρε στερρὸν ἔρρεισμα, χαῖρε τῶν ὑμνούντων σε φύλαξ, χαῖρε προπύργιον· τοὺς προσκυνοῦντάς σε ἐκ τῶν τοῦ βίου σκανδάλων, ρῦσαι καὶ διάσωσον θείᾳ δυνάμει σου. 


Θεοτοκίον

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

 Σταυρὸς τοῦ Υἰοῦ σου, παρθενικὸν καύχημα, πᾶσί σου τὸν Τόκον ὑμνοῦσι, δύναμις πέφυκεν, οὗ ἡ προσκύνησις καὶ τὸ πρὸς σὲ καταφεύγειν, πάθη θεραπεύουσι ψυχῆς καὶ σώματος. 


 

Ὠδή Δ'. Εἰσακήκοα Κύριε....

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

 Σταυρὸς ὁ Πανάγιος, πᾶσι τοῖς ὑμνοῦσιν αὐτὸν τὴν ἴασιν, καὶ πταισμάτων ἀπολύτρωσιν, ἐμφανῶς ὁρᾶται χαριζόμενος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τῶν ἀμέτρων πταισμάτων μου, ροῦν τὸν θολερώτατον ἀποξήρανον, ὁ βαστάσας τὸν ξηράναντα, ἀθεΐας ὕλην, Σταυρέ Τίμιε.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

μαρτίαις συμπέφυρμαι, καὶ ἐκ τούτων ἦλθον εἰς ἀλλεπάλληλον, ἀρρωστίαν· ὅθεν κράζω σοι, ἄμφω τὰς Ἰάσεις, Σταυρέ δώρησαι.



Θεοτοκίον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ Σταυρόν καὶ τὴν Ἄχραντον, ἔχοντες ἐλπίδα οὐκ αἰσχυνθήσονται· ἡ πρεσβεία γὰρ καὶ δύναμις, τῆς Μητρός καὶ σκήπτρου σφόδρα δύνανται. 

 

Ὠδή Ε'. Φώτισον ἡμᾶς.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Γλύκανον ἡμῶν, τὴν πικρίαν τῶν θλίψεων, Σταυρέ Κυρίου, ὁ πάλαι τῆς μερρᾶς, πικρῶν ὑδάτων τὴν πικρίαν Ἰασάμενος. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σκέπασον ἡμᾶς, τῇ δυνάμει σου πανάγιε, Σταυρέ Κυρίου, ἐν σοὶ γὰρ τοῦ Πατρός, Ἰσχὺς ἐπῆρθη, τὸ σὸν κράτος ἐνισχύουσα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Κούφισον ἡμῶν, ἅπαν ἄλγος τε καὶ κάκωσιν, καὶ σκυθρωπότητα ἐκ τῶν καρδιῶν, Σ ταύρε Κυρίου· δέδοταί σοι γὰρ τὸ δύνασθαι. 



Θεοτοκίον

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

χομεν Πιστοί, προστασίαν πρὸς τὸν Κύριον, τὴν Παναγίαν Παρθένον καὶ τὸν Σταυρόν, ὧν καταπλήττει καὶ τοὺς δαίμονας ἡ δύναμις.


 

Ὠδή ΣΤ'. Τὴν δέησιν ἐκχεῶ.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὸ ὅπλον τῶν βασιλέων ὑμνῶ σε, τὴν στολὴν τῶν Ἱερέων ὑψῶ σε, Χριστιανῶν τὴν ἐλπίδα ἁπάντων, ὑμνολογῶ σε Σταυρέ Παμμακάριστε, τὸ καύχημα κἀμοῦ ὅν σε, ὅπλον ὡς μέγα ἀμπέχομαι. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σὲ σκέπην Χριστιανοί γινώσκομεν, καὶ καυχώμεθα ἐν σοὶ Ξύλον θεῖον εἰς πάντα γὰρ σὲ εὑρίσκομεν κράτος, καὶ παντελῆ σωτηρίαν καὶ σύμμαχον, τὴν χάριν ὅθεν καὶ ἡμῖν, τοῖς ὑμνοῦσί σε πόθῳ κατάπεμψον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου. 

 Κύριος ἱσχυρὸν ἡμῖν τεῖχος, καὶ προστάτην καὶ φρουρόν σε παρέσχε, καὶ γὰρ ἐν σοὶ ἐναντίαι δυνάμεις, ἐξηφανίσθησαν σθένει τοῦ κράτους σου. Ὡς ἔχεις οὖν πᾶσαν ἰσχύν, ἀσθενοῦντας ἡμᾶς ἰσχύν ἔνδυσον.



Θεοτοκίον

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆράς μου ἐπιγράφομαι πόθῳ, τοὺς τὸν Κτίστην μου σαρκί δεξαμένους, τὴν μὲν Ἁγνήν, ὡς ζωὴν ἀφθαρτοῦσαν τὸ δὲ Σταυρόν, ὡς νεκρῶν ζωοπάροχον. Νεκρώσει οὖν ζωοποιῷ, ὁ Σταυρός καὶ ἡ Κόρη ζωώσατε. 

Διάσωσον Σταυρέ Κυρίου τὴν ποίμνην σου ἀπὸ βλάβης, ὅτι πάντες ἐν σοὶ καυχώμεθα, καὶ γινώσκομεν τὴν σκέπην σου, σωτηρίαν καὶ κράτος. 
πίσκεψαι τῇ σῇ δυνάμει τοὺς πίστει σε προσκυνοῦντας, Τίμιε Σταυρέ, ἐξ ἐχθρῶν παντοίας κακώσεως, καὶ δίωξον τάς αὐτῶν περιστάσεις. 

 


Εἶτα τὸ Κοντάκιον Ἤχος Β'.

Τό ξύλον τῆς ζωῆς καὶ δύναμις ὑπέροπλος, ἐλπὶς τῶν Πιστῶν καὶ σκέπη καὶ κραταίωμα, ἐκ ψυχῆς βοῶμέν σοι, Σταυρέ Κυρίου φύλαξ φάνηθι, καὶ ἐκ σκανδάλων τῶν τοῦ πονηροῦ, προφθάσας ρῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε. 


Α' Ἀντίφωνον

Ἦχος δ'

κ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὦς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τὴ Τριαδικὴ μονάδι, ἱεροκρυφίως.

Καὶ νύν...

γίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.




Ἰωάννην γ' 13-17

Εἶπεν ὁ Κύριος. Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὔτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλα ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλα ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλα ἵνα σωθῇ ὁ κόσμος δια αὐτοῦ.

ΧΟΡΟΣ: Δόξα σοί, Κύριε, δόξα σοί.



Δόξα... Ἦχος β'

Τὸ τοῦ θείου Σταυροῦ σου δυνάμει ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. 


Καὶ νύν...

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.



Καὶ τὸ παρόν Προσόμοιον. Ἦχος Πλ. Β'. Ὅλην ἀποθέμενοι.

Σταυρὲ πανσεβάσμιε, ὅν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι σήμερον ὁρώμενος θείῳ πνεύματι, δικαιοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας καὶ εἰς θάνατον, καθυποκύψαντας· ὅθεν σε καρδίᾳ καὶ χείλεσι πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα· ὑμνεῖτε, βοῶντες, Χριστόν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσωμεν θειον ὑποπόδιον. 



Ὠδὴ Ζ'.Οἱ ἐκ τῆς ἰουδαίας. ..

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὸ κράτος τοῦ θανάτου, τεθανάτωται πάλαι τῆς κρεμασθείσης ζωῆς, θανάτῳ ζωηφόρῳ, Σταυρέ ἐν σοι διὸ σε, ἰκετεύω κραυγάζων σοι, τῶν θανατούντων παθῶν, ρῦσαι με νῦν καὶ σῶσον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου. 

Τὴν βροτῶν σωτηρίαν, ὁ Σωτὴρ ἠβουλήθη ἐναπεργάσασθαι, ἐν ξύλῳ ζωηφόρῳ, διδοὺς τοῖς σωζομένοις, μελωδεῖν τὰ σωτήρια· χαῖρε Σταυρὲ τοῦ Χριστοῦ, Πιστῶν ἁπάντων σώστα. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τοῦ ξύλου τῆς κατάρας, οἱ τρυφήσαντες εὖρον τάς ἀφεσίμους ἐν σοί, ἐκτάσει εὐλογίας χειρῶν τῶν τοῦ Δεσπότου, διό πάντες σοὶ κράζομεν· τὴν εὐλογίαν Σταυρέ δίδου τοῖς σὲ τιμῶσι.



Θεοτοκίον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καυχῶμαι τὴν δυάδα, προβαλλόμενος πρέσβεις πρὸς τὸν Σωτῆρα Χριστόν, Μητέρα καὶ τὸ σκὴπτρον· ἰσχύει γὰρ ἡ Μήτηρ, καὶ τὸ σκῆπτρον κρατύνει με, χαῖρε τὸ σκῆπτρον Χριστοῦ, χαῖρε ἡ Μήτηρ τούτου. 



Ὠδὴ Η'. Τὸν Βασιλέα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τοὺς προσκυνοῦντάς σε, ὦ Σταυρὲ διατήρει, πειρασμῶν καὶ κινδύνων ἀτρωτους· ἔχεις γὰρ σὴν σκέπην φρουροῦσαν πιστούς πάντας. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὰς ἀρρωστίας τὰς τῆς σαρκός ἱατρεύεις, καὶ σπιλάδας ψυχῶν ἐκκαθαίρεις. Ὅθεν σὲ ὑμνοῦμεν, Σταυρόν τὸν τοῦ Κυρίου. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τοὺς τῷ σημείῳ σου ἑεαυτούς σημειοῦντας, τῶν παγίδων λυτροῦσαι τοῦ σκότους, Σταυρέ τοῦ Κυρίου διὰ τοῦ σοῦ σημείου.


Θεοτοκίον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ Βασιλέως τῶν Οὐρανῶν τὴν Μητέρα, καὶ Σταυρόν τοῦ Σωτῆρος ἐν πίστει, πάντες προσκυνοῦμεν, ὥσπερ κοινούς προστάτας. 

 

Ὠδή Θ'. Κυρίως Θεοτοκίον ....

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ν φέρω σοι ἐκ πόθου, δέησιν Κυρίου, δέξαι Σταυρέ, καὶ τὴν χάριν παράσχου πιστῶς, σὲ προσκυνοῦντι ἐν πίστει καὶ μεγαλύνοντι. 

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σημεῖον νικηφόρον, πάντες οἴδασί σε, οἱ διὰ σοῦ βραβεῖα καὶ νικάς αὐτῶν, σὺν εὐλαβείᾳ λαβόντες, καὶ μεγαλύνουσι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Τὸ χαῖρε τοῦτο τέλος, τοῦ μικροῦ μου ὕμνου, τοῦ διὰ σοῦ νικηφόρου ὀφθέντος Σταυροῦ, δέξαι Χριστέ μου τὸ χαῖρε, καὶ δίδου μοι τὰ χαρμόσυνα.


Θεοτοκίον.

περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ θέλω σιωπῆσαι τὰ τῆς Θεοτόκου, καὶ τὸν Σταυρόν μὴ κηρύττειν, ὅς σκέπει πιστούς οὐ σιωπῶ, ἀλλὰ λέγω, εἰ καὶ ἐσίγησα. 

 

Μεγαλυνάρια

ξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Τὸν Σταυρὸν τὸν τίμιον τοῦ Χριστοῦ, σήμερον ἐκ πόθου προσκυνήσωμεν εὐλαβῶς, καί ἐν κατανύξει βοήσωμεν συμφώνως, Σταυρέ ζωῆς τὸ ξύλον πιστούς στερέωσον. 

Πάντες προσκυνοῦμεν πανευλαβῶς, καί φόβῳ καὶ πόθῳ, σὺν ἀγάπῃ τε καὶ χαρᾷ, τιμῶντες ὑμνοῦμεν τὸ πανάγιον ξύλον, χείλεσιν ἀναξίοις κατασπαζόμενοι. 

Σκῆπτρον ἁγιότατον τοῦ Χριστοῦ, ζωηφόρον ξΰλον, ἱερέων ἡ καλλονή, Βασιλέων νῖκος, στήριγμα ὀρθοδόξων, πάντας τοὺς σέ τιμῶντας, Σταυρέ διάσωσον.

λαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων τὸν Σταυρόν τὸν ζωοποιόν, τὸν ἁγιασθέντα Αἵματι τῷ πανσέπτῳ, Χριστοῦ τοῦ ζωοδότου ὅν μεγαλύνομεν.



Θεοτοκίον.

σπερ τὴν ψάμμον τῶν θαλασσῶν, ὑπὲρ ἀριθμόν τε τῶν ἀστέρων τοῦ Οὐρανοῦ, μόνος ἁμαρτήσας καὶ μόνος κατεκρίθην, ὦ Δέσποινα τοῦ Κόσμου, σύ με διάσωσον. 


Τρισάγιον

γιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')


Δόξα... Καὶ νύν...


Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.


Δόξα... Καὶ νύν...


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.



Hχος Β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν. 

Λάμψον φῶς ἀπρόσιτον ἡμῖν ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστέ Βασιλεῦ· νίκη δὲ στεφάνωσον, τοὺς σὲ ὑμνοῦντας πιστῶς, κατα ἐχθρῶν ἀοράτων τε, καὶ ὁρατῶν ἅμα, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον τὸν Σταυρὸν σου πλουτοῦντας, Σῶτερ, ὁ τὴν ἄφθορον μήτραν, ὑποδὺς ἀρρήτως τῆς Θεόπαιδος.



 

ΤΕΛΟΣ ΤΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ
 ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ 
ΤΩ ΔΕ ΘΕΩ ΔΟΞΑ

 

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨