Μετάβαση στο κύριο περιεχόμενο

15 ΙΑΝΟΥΑΡΙΟΥ, ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΤΟΥ ΚΑΛΥΒΙΤΗ

 ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΚΑΛΥΒΙΤΗ


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν τῶν Ἀγγέλων πολιτείαν ζηλώσας, ἀπὸ παιδὸς ἀκολουθήσας Κυρίῳ, ὑπερφυῶν χαρίτων κατηξίωσαι· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, Ἰωάννη Ὅσιε, τοὺς πιστῶς σε τιμῶντας, καὶ τὴν παροῦσαν σκέπε σου Μονήν, πάσης ἀνάγκης, καὶ ῥύμης τοῦ ὄφεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Χάριν ἐξαίτει ἡμῖν, ὦ Ἰωάννη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὸν καθικέτευε ἐκτενῶς, Πάτερ Ἰωάννη, ὑπὲρ πάντων τῶν εὐλαβῶς, τῇ σῇ προσιόντων προστασίᾳ, ὡς ἂν ῥυώμεθα πόνων καὶ θλίψεων.
Ἀσκήσεων ἄνθρακι λαμπρυνθείς, ἡμῶν τὰς καρδίας, καταλάμπρυνον μυστικῶς, ταῖς σαῖς φωτοφόροις ἱκεσίαις, καὶ τῶν παθῶν τὴν ἀχλὺν Πάτερ διασκόρπισον.
Ῥυσθεὶς προσπαθείας τῆς γεηρᾶς, ῥυσθῆναι δυσώπει, ἐμπαθείας με ψυχικῆς, καὶ δίδου ἰσχύν μοι Ἰωάννη, κατὰ παθῶν συνθλιβόντων με Ὅσιε.
Θεοτοκίον.
Ἱλέωσαι κόρη τὸν Σὸν Υἱόν, καὶ πάντων Δεσπότην, παῤῥησίᾳ Σου μητρικῇ, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, Θεογεννῆτορ τῇ Σῇ ἀγαθότητι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νεκρωθεὶς τοῖς ἐν κόσμῳ ἐν τῷ Χριστῷ ἔζησας· ὅθεν καθ’ ἡμῶν τὴν μανίαν, τοῦ παναλάστορος, νέκρωσον Ὅσιε, τῇ ζωτικῇ σου πρεσβείᾳ, καὶ ζωὴν πρὸς κρείττονα, ἡμᾶς ὁδήγησον.
Ἐν τῇ σῇ προστασίᾳ ἡ σὴ Μονὴ γίνεται, Πάτερ Ἰωάννη θεόφρον, καὶ πίστει κράζει σοι· πάσης κακώσεως, καὶ προσβολῆς τοῦ βελίαρ, ἀσινῆ με φύλαττε, τῇ ἀντιλήψει σου.
Ξένος κόσμου ἐδείχθης τῷ πρὸς Χριστὸν ἔρωτι· ὅθεν κοσμικῶν φρονημάτων, ξένωσον Ἅγιε, τὰς διανοίας ἡμῶν, καὶ διὰ βίου τελείου, τῷ Χριστῷ οἰκείωσαι, ἡμᾶς δεόμεθα.

Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη Μῆτερ Θεοῦ ἄχραντε, τὴν καταισχυνθεῖσαν ψυχήν μου, τοῖς πλημμελήμασι, κάθαρον δέομαι, καὶ καθαρᾶς πολιτείας, δεῖξόν με τὸν δοῦλόν Σου, ἐργάτην γνήσιον.

Διάσωσον, ὦ Ἰωάννη θεόληπτε Καλυβῖτα, τῇ ἐνθέῳ πρὸς τὸν Χριστὸν παρακλήσει σου, πάσης ἀνάγκης τοὺς σπεύδοντας τῇ σῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τῇ σῇ πρὸς Θεὸν πρεσβείᾳ καταφεύγοντες, παθῶν χαλεπῶν, τὴν λύτρωσιν λαμβάνομεν, Ἰωάννη Ὅσιε, διὰ τοῦτο πόθῳ βοῶμέν σοι· μὴ διαλίπῃς ἀπαύστως φρουρεῖν, ἡμᾶς τῶν βελῶν τοῦ πολεμήτορος.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύειν ἑκάστοτε, πάθη ψυχικὰ καὶ νόσους τοῦ σώματος, μὴ ἐλλίπῃς ἡμῶν Ὅσιε, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Τὴν σὴν ποίμνην διάσωζε, τὴν στηριζομένην τῇ ἀντιλήψει σου, Ἰωάννη παμμακάριστε, πάσης περιστάσεως καὶ θλίψεως.
Ἐκ παγίδων τοῦ ὄφεως, καὶ ἐκ συνοχῆς παθῶν ἀμαυρώσεως, ἀσινεῖς ἡμᾶς διάσωζε, Πάτερ Ἰωάννη τῇ σῇ χάριτι.

Θεοτοκίον.
Ἰησοῦν τὸν παντάνακτα, Ὃν ὑπερφυῶς Παρθένε ἐκύησας, ὡς Υἱόν Σου καθικέτευε, θείας Βασιλείας ἀξιῶσαί με.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤνυσας καλῶς, Πάτερ δρόμον τῆς ἀσκήσεως· ὅθεν δίδου ἡμῖν δύναμιν ἀεί, διανύειν τὴν ὁδὸν τὴν ἄνω φέρουσαν.
Μέγας ἀρωγός, καὶ προπύργιον καὶ στήριγμα, ἀνεδείχθης τῆς παρούσης σου Μονῆς, Ἰωάννη ἣν ἀπαύστως περιφύλαττε.

Ἴασαι ἡμῶν, τὰς ψυχάς τε καὶ τὰ σώματα, Ἰωάννη Καλυβῖτα θαυμαστέ, καὶ πταισμάτων ἡμῖν αἴτει τὴν συγχώρησιν.

Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, θεαρέστως πολιτεύεσθαι, Θεοτόκε ἐνδυνάμωσον ἡμᾶς, ὡς ἂν πάσης ἀνομίας λυτρωθείημεν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ξένος, πρὸ τῶν πυλῶν τῶν γονέων, καὶ ἀγνώριστος βιώσας παμμάκαρ, τὰς οὐρανίους διάνοιξον πύλας, ταῖς πρὸς Θεόν σου πρεσβείαις δεόμεθα, τοῖς τῆς ὁσίας σου ζωῆς, Ἰωάννη τιμῶσι τὰ σκάμματα.
Ἰλύος, φθοροποιῶν παθημάτων, Ἰωάννη Καλυβῖτα θεόφρον, τῶν πρεσβειῶν σου ἀπόπλυνον ῥείθροις, τὰς μολυνθείσας ψυχὰς ἡμῶν Ἅγιε, καὶ μετανοίας πρὸς ὁδόν, τὴν ζωὴν ἡμῶν Πάτερ κυβέρνησον.
Ὡς ἔχων, πρὸς τὸν Χριστὸν παῤῥησίαν, Ὃν ἐκ βρέφους ἠκολούθησας Πάτερ, ὑπὲρ τῆς Μάνδρας σου ταύτης δυσώπει, ὡς ἂν ἐνάρετον βίον διάγωμεν, ἐν ὁμονοίᾳ ἀληθεῖ, καὶ σκανδάλων τὴν ῥύμην ἐκφύγωμεν.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως ὡς τεκοῦσα ἀφράστως, τὸν ἐν Ἁγίοις πανάγιον Λόγον, ἀναπαυόμενον Κόρη πανάχραντε· διὸ ἁγίασον κἀμέ, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ σώματι.

Διάσωσον, ὦ Ἰωάννη θεόληπτε Καλυβῖτα, τῇ ἐνθέῳ πρὸς τὸν Χριστὸν παρακλήσει σου, πάσης ἀνάγκης τοὺς σπεύδοντας τῇ σῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐν καλύβῃ στενώσας τὸ σῶμά σου, πρὸς πλατυσμὸν Παραδείσου ἐσκήνωσας· διό με στενούμενον πάθεσι, πρὸς ἀπαθείας τὸ πλάτος ὁδήγησον, Πάτερ Ἰωάννη πρεσβείαις σου.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.


Εὐαγγέλιον Ὁσιακόν. Κατὰ Ματθαῖον (ια΄, 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ὅλην σου τὴν ἔφεσιν, ἀπὸ παιδὸς τῷ Κυρίῳ, Πάτερ ἀναθέμενος, βίον τὸν ἰσάγγελον ἐπεπόθησας· διὸ νῦν Ὅσιε, ἐν φωτὶ ἀΰλῳ, σὺν Ἀγγέλοις εὐφραινόμενος, ἀπαύστως πρέσβευε, πάσης ἐκλυτροῦσθαι κακώσεως, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ ἀῤῥωστημάτων ἑκάστοτε, τοὺς τῇ σῇ Εἰκόνι προσπίπτοντες σοφὲ πανευλαβῶς, ὦ Ἰωάννη μακάριε, καὶ σὲ μακαρίζοντας.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς ἔμψυχος ὤφθης τοῦ Χριστοῦ ἐν καλύβῃ ἐνδιαιτώμενος· διὸ φωτὸς δοχεῖα, ἀμέμπτῳ πολιτείᾳ, Ἰωάννη ἀνάδειξον, ταῖς ἱκεσίαις ταῖς σαῖς, τοὺς σὲ ὑμνολογοῦντας.
Νόμου θείου μελέτῃ ἀπαθείας τὴν χάριν Πάτερ ἐπλούτησας· διὸ παθῶν κακίας, καὶ πάσης προσπαθείας, γεηρᾶς ἀπολύτωσαι, ὦ Καλυβῖτα σοφέ, τοὺς σὲ ὑμνολογοῦντας.

Ἡ ἁγία Μονή σου ὡς νοσσία προστρέχει Πάτερ τῇ σκέπῃ σου, ἣν πάσης ἐπηρείας, καὶ βλάβης καὶ μανίας, τοῦ πικροῦ πολεμήτορος, ὦ Ἰωάννη ἀεί, ἀπήμαντον συντήρει.

Θεοτοκίον.
Γεγονυῖα Παρθένε τοῦ τῶν ὅλων Δεσπότου θεῖον ἀνάκτορον, ταμεῖον τῆς αὐτοῦ με, ἀΰλου ἐνεργείας, Θεοτόκε ἀνάδειξον, διὰ ζωῆς καθαρᾶς, καὶ βίου ἐναρέτου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ τῶν σκανδάλων, τοῦ πονηροῦ Ἰωάννη, διαφύλαττε ἡμᾶς ἀπεριτρέπτους, τῇ σῇ ἀοράτῳ, ἐπιστασίᾳ Πάτερ.
Ῥάβδῳ ἀΰλῳ, τῆς προστασίας σου Πάτερ, τὴν παροῦσάν σου ποίμνην ἀεὶ ὁδήγει, πρὸς τῆς ἀπαθείας, ἀειθαλεῖς λειμῶνας.

Ἄλυπον βίον, δίδου ἡμῖν Ἰωάννη, καὶ ἀπάλλαξον κακίστης ῥαθυμίας, τοὺς πρὸς τὸν Σωτῆρα, μεσίτην σε πλουτοῦντας.
Θεοτοκίον.

Στήριξον Κόρη, τὴν κλονουμένην ψυχήν μου, ταῖς τοῦ ὄφεως ἀπαύστοις ἀντιπνοίαις, ἀῤῥαγεῖ ἐν πέτρᾳ, τῶν θείων προσταγμάτων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ τοῦ νοός μου τὸ σκότος ἀπέλασον, ταῖς φωτοφόροις πρεσβείαις σου πρὸς τὸν Κύριον.
Μονήν σου τὴν ἁγίαν, σκέπε Ἰωάννη, ἐκ πειρασμῶν καὶ δεινῶν περιστάσεων, καὶ δίδου ταύτῃ ἀπαύστως τὴν εὐλογίαν σου.

Ὁσίως βιοτεύσας, Πάτερ Ἰωάννη, ἐν ὁσιότητι πάσῃ ἐνίσχυσον, ἡμᾶς ἀνύειν τὸν βίον ἵνα ὑμνῶμέν σε.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, λογισμῶν ἀτόπων, δεῖξον Παρθένε καὶ τοῦτον ἀνύψωσον, πρὸς οὐρανίους ἐννοίας ἵνα δοξάσω Σε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

 Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Ἔρωτι τῷ θείῳ ἀπὸ παιδός, τρωθεὶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ δραμὼν σπουδαίως, Μονῇ τῶν Ἀκοιμήτων, ἰσάγγελος ἐδεόχθης, τῇ πολιτείᾳ σου.

Τοῦ ἐχθροῦ πατήσας τὰς μηχανάς, πρὸ πυλῶν γονέων, ἐν καλύβῃ τῇ πενιχρᾷ, ὡς πτωχὸς καὶ ξένος, διήνυσας τὸν βίον, καὶ δόξης Ἰωάννη, ἀφράστου ἔτυχες.

Θάμβει συνεσχέθη μήτηρ ἡ σή, ὅτε ταύτῃ Πάτερ, ἐν τῷ τέλει τῆς σῆς ζωῆς, ἐμφανῶς ἐγνώσθης, καὶ δάκρυσι καὶ ὕμνοις, ἤνεσεν Ἰωάννη, τὴν πολιτείαν σου.

Χαίροις ἐγκρατείας στήλη λαμπρά, καὶ τῆς ἀπαθείας, Ἰωάννη ἔμπνους λειμών· χαίροις Καλυβῖτα, ὁ ξένῃ πολιτείᾳ, αἰσχύνας τοῦ βελίαρ, τὰ μηχανήματα.

Χαίροις τῆς Μονῆς σου ταύτης φρουρός, καὶ θεῖος προστάτης, καὶ μεσίτης πρὸς τὸν Χριστόν, ἣν φρούρει καὶ σκέπε, ἐκ πάσης δυσχερείας, παμμάκαρ Ἰωάννη, τῇ ἀντιλήψει σου.

Δίδου Καλυβῖτα ὡς συμπαθής, ταύτῃ σου τῇ ποίμνῃ, πᾶσαν δόσιν ἀπὸ Θεοῦ, ὡς ἂν ἐναρέτως, ἀνύσωμεν τὸν βίον, καὶ δόξης οὐρανίου, ἀξιωθείημεν.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. 

Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Κλῆσιν, τὴν φερώνυμον πλουτῶν, Πάτερ Ἰωάννη θεόφρον, ἀξιοθαύμαστε, χάριν ἡμῖν ἄνωθεν, δίδου σωτήριον, καὶ παθῶν ἀπολύτρωσιν, καὶ πάσης ἀνάγκης, ἀσινῆ διάσωζε, ταύτην τὴν Μάνδραν σου, πίστει, πρὸς τὴν σὴν προστασίαν, ὅλῃ ἀφορῶσαν καρδίᾳ, καὶ σεμνυνομένην τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ εὐχῶν.



ΠΗΓΗ: ΑΚΟΛΟΥΘΕΙΕΣ ΑΓΙΩΝ 
http://akolouthiesorthodox.blogspot.com/2019/09/15_11.html

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδίκης,  και της κολάσεως, μόνε μακρόθυμε,  Ιησού γλυκύτατε πολυέλεε. Υπόδεξαι τον

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δί

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτοῦ,  καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·  ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ,

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στο δε

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γν

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨