Παρακλητικός Κανών εις τον Όσιο Ιωσήφ τον Ηγιασμένο του επονομαζόμενoυ Σαμάκου του Κρητός
† Εορτάζετε 22 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες
τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ τροπάρια·
Ἦχος δ’. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῶ.
Οἱ ὑπ’ ὀδυνῶν χαλεπῶν κατεχόμενοι, καί συμφορῶν, καί ἀσθενείαις τρυχόμενοι, μετά κλαυθμών στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες Ιωσήφ τῷ τεμένει, κράζοντες ἐκ πίστεως, ἰατρέ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρός Θεόν, ῥῦσαι ἡμᾶς ποικίλων κακώσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανὼν
ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ιωσήφ τρισμάκαρ σύ ἐκτενῶς, δέησιν προσάγων, μή ἐλλείπῃς τῷ Λυτρωτή, πρεσβεύων κινδύνων διασώσαι, τούς ἀδιστάκτῳ τῆ πίστει τιμῶντας σε.
Ἡ θεία σορός σου Πάτερ πιστοῖς, βρύει τάς ἰάσεις, προσιοῦσι τῷ ναῶ, καί πάθη ψυχῶν τε καί σωμάτων, ὡς ἰατρός θεραπεύεις πανάριστος.
Νοσοῦσαν μου ἴασαι τήν ψυχήν, Ιωσήφ τρισμάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καί βαίνειν τάς τρίβους τοῦ Κυρίου, σή μεσιτεία παμμάκαρ ἐνίσχυσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τόν σόν Υἱόν, σύν τῷ Ιωσήφ τε` νεκρωθεῖσαν μου τήν ψυχήν, ὡς πάλαι εζώουτον τῆς χήρας, υἱόν αὑτοῦ θείω προστάγματι.
ᾨδή γ`. Οὐρανίας ἁψῖδος.
Ἔχοντες σε προστάτην, πρός τόν Θεόν Ἅγιε, οἱ ὀρθοδοξοῦντες, τιμῶμεν καί ἱκετεύομεν. Πάτερ ἀοίδιμε, τούς σε πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῆ μεσιτεία σου.
Ἱκετεύομεν Πάτερ, τάς τῆς ψυχῆς ἴασαι, πάθη καί τά τραύματα ταύτης, τάχος θεράπευσον, τῶν εὐφημούντων σε, καί γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, Ιωσήφ Ἅγιε.
Εὐμενῆ σε προστάτην, πρός τόν Θεόν ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, Ιωσήφ δίκαιε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῆ μεσιτεία σου.
Θεοτοκίον.
Παναγία Παρθένε, τόν Λυτρωτήν τέξασα, λύτρωσαι παντοίων κινδύνων τούς σοι προστρέχοντας, καί ἀνυμνοῦντας σε, Θεοκυήτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη Πανύμνητε.
Διάσωσον, τῆ σή πρεσβεία, σούς δούλους Ιωσήφ μάκαρ, ἐκ παντός κινδύνου, καί θλίψεως, σε γάρ έχομεν, πρός τόν Κύριον πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Aἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β`. Τά ἄνω ζητῶν.
Προστάτης θερμός ὑπάρχεις ὦ ἀοίδιμε, τοῖς πόθῳ τῷ σῶ τεμένει προσπελάζουσι, καί πιστῶς γεραίρουσι, καί βοῶσι σοι πανσεβάσμιε ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καί πρόμαχος.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ιωσήφ θεοφόρε, λύτρωσαι κινδύνων τούς σε γεραίροντας, καί προστρέχοντας τῆ σκέπη σου, ὅπως σε απαύστως μακαρίζομεν.
Ἱκετεύομεν ὅσιε, τήν νενεκρωμένην ψυχήν ἡμῶν ζώοσον, καί ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσα απογνώσσεως.
Ὀν ἐπόθησας Ὅσιε, σάρκα δι’ ὀν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσι σε δωρήσασθαι, τῶν πλημμελημάτων τήν συγχώρησιν.
Θεοτοκίον.
Ταῖς Μητρός σου δεήσεσι, καί τοῦ σου Ὁσίου Κύριε δώρησαι, ταῖς ἱκέταις σου τήν ἄφεσιν, τῶν πλημμελημάτων Ὑπεράγαθε.
ᾨδή ἕ`. Ἐξέστη τά σύμπαντα.
Ιωσήφ τοῦ Ὁσίου, ταῖς πανευπροσδέκτοις ὁ Θεός δεήσεσι, σκότους ἐξωτέρους, καί γεένης τούς δούλους σου λύτρωσαι` καί τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.
Παρεστώς τῆ Τριάδι, πάτερ παμμακάριστε Ιωσήφ Ἅγιε, ὑπέρ τῶν σῶν δούλων, καθικέτευε ταύτην, ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τούς προστρέχοντας πίστει τῆ σκέπη σου.
Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῶ τρισόλβιε, ἱερεύς ὑπάρχων, τοῦ Ὑψίστου Ιωσήφ ἀοίδιμε, ἀλλά τοῦτον Πάτερ, ἐκδυσωπῶν μή διαλείπῃς, ὑπέρ πάντων τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καί στήριγμα πιστῶν Πανάμωμε, ἡ Θεογεννήτωρ, καί τῆς κτίσεως πάσης Βασίλισσα, τούς ὑμνολογοῦντας τόν Σόν Υἱόν, λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδή στ`. Ἱλάσθητι μοι Σωτήρ.
Ἡ σή παμμάκαρ ψυχή, τούς οὐρανούς ἐγκατῴκησε, τό σῶμα σου δε τῆ γῆ, ὑπάρχον ἐξαίσια, τελεῖ τά τεράστια, ψυχῶν καί σωμάτων, θεραπεῦον τά νοσήματα.
Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει μάκαρ σεβάσμιε, τούς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντας σε ἔνδοξε, καί προσκαλουμένους, σου τήν ἄμαχον ἀντίληψιν.
Μεσίτην πρός Θεόν, σε εὐμενῆ προβαλλόμεθα, ὦ ἱερέ Ιωσήφ, ὑπάρχεις γάρ στήριγμα, καί καύχημα Ὅσιε, τῶν πιστῶν καί κλέος, ἡμῶν Πάτερ παναοίδιμε.
Θεοτοκίον.
Ἡ βάτος τῷ Μωυσῆ, σε προετύπου σου γάρ ὁ Λυτρωτής, τεχθείς ὡς ηὐδόκησε, διέσωσεν Ἄχραντε, τούς προσκαλούμενος, σου τήν ἄμαχον βοήθεια.
Διάσωσον, τῆ σή πρεσβεία, σούς δούλους Ιωσήφ μάκαρ, ἐκ παντός κινδύνου, καί θλίψεως, σε γάρ έσομεν, πρός τόν Κύριον πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β`. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν αναρρώσασθαι, τοῦ Ιωσήφ τῷ σεπτῷ τεμένει προσδράμωμεν, καί ἐγγίζοντες εὐλαβῶς αὑτοῦ τῆ θεία σορῷ, μετά πόθου κράξωμεν αὑτῷ` ὡς ἐκ Θεοῦ χάριν λαβών τούς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καί τῶν ἐχθίστων δυσμενῶν, τούς ἐν πίστει ἀνυμνοῦντας σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὑτοῦ.
Στίχ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὑτοῦ μένει εἰς τόν αἰῶνα τοῦ αἰῶνος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σου Οσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καί νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Στίχ. Ἐλεῆμον, ἐλέησον με ὁ Θεός…
Ἰδιόμελον.
Ἦχος πλ. β`. Τριήμερος ἀνέστης Χριστέ.
Προσπίπτωμεν σοι Κύριε, βοῶντες τό ἡμάρτομεν, μή παρίδῃς, ἀλλ’ οἰκτείρησον ἡμᾶς, πιστῶς προσπεφευγότας, τῆ σκέπη σου καί σῶσον, Ιωσήφ ταῖς παρακλήσεσι.
Σῶσον ὁ Θεός τόν λαόν Σου…
ᾨδή ζ`. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως πάτερ τρισόλβιε, Ιωσήφ θεοφόρε, ἐκλύτρωσαι κινδύνων τούς ἐν πίστει κραυγάζοντας` ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Ἀμυθήτους ἀγῶνας, ἐπί γῆς ἠγωνίσω Ιωσήφ Ὅσιε, καί νῦν ταῖς οὐρανίαις, συνών χοροστασίαις, περιφρούρει τούς μέλποντας` ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Σε αὑτόν τῷ Κυρίῳ, προσενήνοχας Πάτερ θύμα εὐπρόσδεκτον, Ιωσήφ αγγελόφρον καί νῦν μή διαλείπῃς, ἐποπτεύων τούς μέλποντας` ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
Θεοτοκίον.
Πανύμνητε Παρθένε, ἡ Θεόν σαρκωθέντα κόσμον κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τούς πίστει, τῷ Υἱῶ σου κραυγάζοντας` ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.
ᾨδή ἡ`. Τόν Βασιλέα τῶν οὐρανῶν.
Τῆ σή πρεσβεία, ταῖς τῶν ψυχῶν ἀρρωστίαις, τῶν σε τιμώντων θεραπεύεις τρισμάκαρ, ὅθεν σε τιμῶμεν Ιωσήφ θεοφόρε.
Πρός τόν Δεσπότην σε προβάλλοντες πρέσβυν, ἀπό κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις πρός τόν Θεόν πρεσβείαις.
Τά τῆς ψυχῆς μου ἀποκάθαρον πάθη, σή μεσιτεία θεοφόρε τρισμάκαρ, ὅπως δε γεραίρω, ὦ Ιωσήφ θεόφρον.
Θεοτοκίον.
Τήν ἐκτακεῖσαν ἁμαρτίαις ψυχήν μου, σή μεσιτεία καταδρόσισον Κόρη, ὅπως σε δοξάζω εἰς πάντας τούς αἰῶνας.
ᾨδή θ`. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρά διανοίᾳ σε μακαρίζουσιν.
Χαράς καί εὐφροσύνης, ἔμπλησον θεόφρον, τούς προσιόντας τῷ θείω τεμένει σου, καί τόν Δεσπότην ἀεί μεγαλύνουσιν.
Καταύγασον τάς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπωρωμένας καί τρέχειν ἐνίσχυσον, πρός τρίβους θείας τόν σε μακαρίζοντα.
Θεοτοκίον.
Τήν ὄντως Θεοτόκον, πάντες σε τιμῶμεν, καί ασιγήτως τό χαῖρε σοι κράζομεν` σύ γάρ ἐκύησας κόσμῳ τήν ἀγαλλίασιν.
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τῆς Κρήτης γόνος λαμπρός, χαίροις Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός, χαίροις τῆς Ζακύνθου ὁ φύλαξ καί προστάτης, ὦ Ιωσήφ τρισμάκαρ, πιστῶν τό καύχημα.
Ζακυνθίων νῆσος σκίρτα λαμπρῶς, ἔχουσα τό σκῆνος, αγγελόφρνος Ιωσήφ, ἐν ταῖς τοῦ Δεσπότου, αὐλαῖς διηνθισμένον, φωτίζον καί μυρίζων πιστῶν τό σύστημα.
Ἀπό τῶν καμάτων ἀσκητικῶν, αὔρας μυριπνόους αἰσθανόμενοι ἐν τῷ σῶ Ιωσήφ τεμένει, λαμβάνομεν ἰάσεις ψυχῶν τε καί σωμάτων, ὅθεν τιμῶμεν σε.
Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστός, χαίροις ὁ Ζακύνθου απροσμάχητος βοηθός, Ιωσήφ τό κλέος, Ὁσίων καί ἡ δόξα, ἡμᾶς τούς σε τιμῶντας δεινῶν περίσῳζε.
Κἀν ἐτμήθης κάραν ὦ Βαπτιστά, φθέγγεται ἡ γλῶσσα, τόν Ἡρώδην ἐλέγχουσα, Λόγου τήν φωνήν σε, σιγήσαι γάρ οὑκ ἔδει, ἀλλά καί τῆς ἐν ᾌδῃ Χριστόν κηρύξασθαι.
Ἔχοντες ἐξάρχουσαν τήν Ἁγνήν, νόες σύν Προδρόμῳ, Ἀποστόλων θεῖος χορός, Προφητῶν, Μαρτύρων, Ἱεραρχῶν, Ὁσίων, ὑπέρ ἡμῶν τόν Κτίστην καθικετεύσατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος ἀ`. Τοῦ λίθου σφραγισθέντος.
Τῶν Κρητῶν τε τόν γόνων καί Ζακύνθου τό καύχημα, τῶν Πατέρων κλέος καί δόξα Ιωσήφ τόν ἀοίδιμον` τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, οὐ δόξῃ ἀρρήτῳ ἡ Τριάς, ἐτιμήσατο τό σκῆνος, διασώσασα ἄφθορον. Δόξα τῷ ἁγιάσαντι αὑτόν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἀναδείξαντι φρουρόν, καί ἄμισθον πιστοῖς, ἰατρόν τοις κάμνουσι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β`. Πάντων προστατεύεις Ἀγαθή.
Πάντες οἱ ἐκ νόσων χαλεπῶν, καί κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τά ἰάματα, θαυματοβρύτου σοροῦ, Ιωσήφ γάρ ἐκβλύζουσι, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλινώς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες, οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καί δεινῶν παντοίων ἐλευθέρωσον.
Ἕτερον. Ὅμοιον.
Ὄντως ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστήρ ἀντιλήπτωρ, τά πάθη πάντων πρός σε, πόθου τε καί πίστεως, προσπεφευγότων θερμῶς, αναργύρως ἰώμενος Ιωσήφ παμμάκαρ, ὅθεν σου δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σορόν σου, καί βοῶντες, οἴκτειρον ἡμᾶς ταῖς λιταῖς σου, καί δεινῶν παντοίων ἐλευθέρωσον.
Ἕτερον. Ὅμοιον. Θεοτοκίον.
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, Μῆτερ τοῦ Θεοῦ καί Παρθένε, προσπεφευγότας ἐν σοι, καί σου τήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, σόν οἰκέτην προβάλλοντες, Ιωσήφ τόν θεῖον, πρέσβυν νῦν πανάριστον, οὐ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καί φθοράς καί κινδύνων, καί ἐπιτυχεῖν Βασιλείας, σου Υἱοῦ ἀξίωσον δεόμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
ΠΗΓΗ: https://www.proseyxi.com/paraklisi-eis-ton-osio-iosif-ton-igiasmeno/
Σχόλια