Ποίημα Γεράσιμου Μοναχοῦ Μικραγιαννανίτου
†Εορτάζετε στις 14 Ιουλίου
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, σοφίας θείας ὑποφήτης ἐδείχθης, καὶ διδαχῶν ἐνθέων θεῖον ὄργανον ὅθεν ἡμᾶς λύτρωσαι, σοφισμάτων τοῦ πλάνου, φωτισμὸν αἰτούμενος καὶ διόρθωσιν βίου, τοῖς προσιοῦσι Πάτερ εὐλαβῶς, τῇ σῇ πρεσβείᾳ, Νικόδημε Ὅσιε.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου• Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, Νικόδημε Πάτερ, τοῦ νοός μου τὸν σκοτασμὸν, καὶ τὴν ἀθυμίαν τῆς ψυχῆς μου, ὡς συμπαθὴς διασκέδασον δέομαι.
Μὴ φλέξας τὴν μήτραν σου οἷα πῦρ, ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ τίκτεται ὡς βροτός διό μου κατάφλεξον Παρθένε, τῶν λογισμῶν τῆς κακίας πᾶν βλάστημα.
Οὐρανόθεν ἐδέξω, χάριν πολλὴν Ὅσιε ὅθεν Ἐκκλησίας ἐδείχθης, φωστὴρ νεόφωτος διὸ καταύγασον, ταῖς φωτοφόροις λιταῖς σου, ἡμῶν τὴν διάνοιαν, Πάτερ Νικόδημε.
Θεοτοκίον.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Παθῶν ψυχικῶν, ἀπάλλαξον Νικόδημε, καὶ δίδου ἡμῖν ζηλοῦν ἀεὶ τὰ κρείττονα, καὶ τὸν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι Πάτερ τοῖς βίβλοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καὶ τέρπων τοὺς θεόφρονας.
Τῇ μελέτῃ τῆς Κλίμακος, ἥν Ἁγίῳ Πνεύματι Πάτερ ἔπηξας, ἀναβίβασον Νικόδημε, τὰς ψυχὰς ἡμῶν πρὸς θεῖον ἔρωτα.
Νόμῳ θείῳ ὑπόταξον, τῆς σαρκός μου Δέσποινα τὰ κινήματα, καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.
Ἴθυνον ἡμᾶς, οὐρανόθεν Πάτερ Ὅσιε, πρὸς τὸν φόβον τοῦ Θεοῦ τὸν ἀληθῆ, ὡς διδάσκαλον ἡμῶν λόγοις καὶ πράξεσι.
Δύναμιν Ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τοῦ πατεῖν τὰς τοῦ δολίου προσβολάς, καὶ ἀμέμπτως διανύειν τὰς ἡμέρας μου.
Ἠλίου τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπρυνόμενος τὸν νοῦν θεηγόρε, φωτολαμπεῖς ἡμῖν ἔλιπες βίβλους, ἀπελαυνούσας παθῶν τὴν σκοτόμαιναν. Ἀλλ’ ὦ Νικόδημε σοφέ, πρὸς φωτὸς ἡμᾶς ἔργα κατεύθυνον.
Παθῶν με, τῶν ἀκαθάρτων Παρθένε, συνθλιβόντων τὴν ἀθλίαν ψυχήν μου, καὶ συνωθούντων πρὸς ὄλεθρον Κόρη, τῇ ρυπτικῇ σου πρεσβείᾳ ἐκκάθαρον, καὶ καθαρὸν με τῷ Κριτῇ, καὶ Υἱῷ σου παράστησον δέομαι.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα, τῆς εὐσεβείας διδάσκαλος πέφηνας διό με συνέτισον πάνσοφε, τῶν διδαχῶν σου τῶν θείων συντάγμασιν, ὁσίως βιῶσαι, Νικόδημε.
Στιχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὀς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστιν.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν Ἄθῳ Νικόδημε, βίον βιωσάμενος τὸν ἰσάγγελον, καὶ φωτὶ Ὅσιε, τῶν σῶν διδαγμάτων, καταυγάζεις τὰς ψυχὰς ἡμῶν χάρις πλουσία γάρ, Πάτερ τοῖς σοῖς χείλεσι κέχυται διὸ ἐκδυσωποῦμεν σε, ρᾶνον ἡμῖν ἄνωθεν Ἅγιε. Ταῖς σαῖς ἱκεσίαις, τοὺς θείους οἰκτιρμοὺς παρὰ Θεοῦ, ὡς τῆς ἐνθέου χρηστότητος, μύστης ἐνθεώτατος.
Ἀπαθείας πρὸς τρίβον, ἐκ παθῶν ἀνοδίας ἡμᾶς ἀνθέλκυσον, ὁ λόγῳ ἀναπτύσσων, τῶν ἀρετῶν τὸ κάλλος, θεηγόρε Νικόδημε, τὴν ἀμορφίαν ἡμῶν, ἐκ τῶν ψυχῶν ἐξαίρων.
Ρώμην δίδου μοι, Κόρη, κατὰ πάσης μανίας τοῦ παναλάστορος, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς φόβον τοῦ Υἱοῦ σου, ὡς ἄν πάσας ἐκκρούσωμαι, τὰς τῶν παθῶν προσβολὰς, καὶ ζήσω ἐναρέτως.
Γλώσσῃ ἁγίᾳ νόμους ἐκθέμενος θείους, πάσης λύτρωσαι ἡμᾶς παρανομίας, τοὺς τρυφῶντας Πάτερ, τοῖς θείοις τεύχεσί σου.
Ἀνερμηνεύτως, τὸν Ποιητὴν τετοκυῖα, ἐκκαλούμενον ἡμᾶς πρὸς ἀφθαρσίαν, ρῦσαι με Παρθένε, φθορᾶς καὶ ἁμαρτίας.
Θεοτόκον.
Σοφίας ἡμᾶς πλῆσον, Νικόδημε τῆς θείας, ὡς τῆς σοφίας θεόφθογγον ὄργανον, καὶ σοφισμάτων ἐκλύτρωσαι τοῦ ἀλάστορος.
Σοφίας ἡμᾶς πλῆσον, Νικόδημε τῆς θείας, ὡς τῆς σοφίας θεόφθογγον ὄργανον, καὶ σοφισμάτων ἐκλύτρωσαι τοῦ ἀλάστορος.
Ὑπέραγνε Μαρία, ἡ Θεὸν τεκοῦσα, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τῆς μετανοίας τοῖς ρείθροις ἵνα δοξάζω σε.
Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν την όντως Θεοτόκον, Σε μεγαλύνομεν.
Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα ἱερὸν χαίροις τῆς Μονῆς μας θερμότατος προστάτης, Νικόδημε παμμάκαρ, Ἄθωνος καύχημα.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Τὸν τοῦ Ἄθω φωστήρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ τῆς Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν διδάσκαλον Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς, βλυστάνει τοῖς κραυγάζουσι δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων σε πιστῶς δέχου τὰς δεήσεις Παμμάκαρ, καὶ καθικέτευε, Ἅγιε Νικόδημε, τὸν Ζωοδότην Χριστὸν, νίκην δοῦναι καὶ δύναμιν, κατὰ τοῦ Βελίαρ, καὶ πταισμάτων ἄφεσιν, καὶ θεῖον ἔλεος, πᾶσι τοῖς ὑμνοῦσί σε Πάτερ καὶ τοῖς θεοσόφοις σου λόγοις, πίστει ὁμιλοῦσι καὶ ἐγκύπτουσι.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.
Νικόδημε δέησιν οἰκτρὰν προσδέχου
Γερασίμου σπεύδοντος τῇ σῇ σοφίᾳ.
Χαιρετισμοί στον Άγιο Νικόδημο τον Αγιορείτη
Σχόλια