Μετάβαση στο κύριο περιεχόμενο

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον των Βλαχερνών

Σύναξη της Παναγίας των Βλαχερνών στην Κωνσταντινούπολη
Ημερομηνία Εορτής:


Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν 

ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα καὶ τὰ εξής  Τροπάρια·

Ἦχος δ’’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τούς προσδραμόντας τῆ θερμῇ σου πρεσβεῖα καί προσκυνοῦντας τήν σεπτήν Σου Εἰκόνα ἐν πίστει Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, νῦν πάσης ἐλευθέρωσον ἀπειλῆς καί κινδύνου καί παθῶν καί θλίψεων καί νοσημάτων πάντων καί ἐν εἰρήνη φύλαττε αὐτούς, ὡς τῆς εἰρήνης τόν Κύριον τέξασα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὒ σιωπήσωμεν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών

ᾨδὴ ἆ’. Ἦχος πλ. δ’’. Ὑγράν διοδεύσας.
Τῆ Σῇ προστασίᾳ τῆ μητρική ἐκ πάσης ἀνάγκης ἐλευθέρωσον καί κακοῦ καί φύλαττε πάσης ἄλλης βλάβης, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.

Τῆς χάριτος Σου τῆς μυστικῆς ἀνέδειξας Μῆτερ, τήν Εἰκόνα Σου χορηγόν τοῖς βοήθειαν Σου αἰτουμένοις, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.

Δοτῆρα ἐλέους καί χορηγόν, τεκοῦσα ὦ Μῆτερ, χάριτι Σου ἐλέησον τούς τήν Σήν βοήθειαν ζητοῦντας, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.

Πᾶσι τοῖς αἰτοῦσι Σου τήν σεπτήν βοήθειαν Κόρη ἡμῖν δίδου τάς δωρεᾶς καί σῷζε ἡμᾶς κακῶν παντοίων, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ἐκ κινδύνων παντοίων καί φοβερῶν θλίψεων καί ἀπειλῶν τῶν ποικίλων τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τούς θερμῶς προστρέχοντας τῆ προστασία Σου.

Τοῖς αἰτοῦσιν τήν χάριν, ὡς συμπαθώς βράβευε Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἐν ταῖς ἀνάγκαις τούς πρός Σέ γάρ σπεύδουσιν, καί οὑκ ἐλλείπουσι πάντες τό σεπτόν Σου ὄνομα ἐπικαλούμενοι.

Ποταμοί τοῦ ἐλέους ὡς ἀληθῶς βλύζουσιν ἐκ τῆς Σής Ἁγίας Εἰκόνος, ὦ Μῆτερ Δέσποινα, πάντας δροσίζοντες καί ἀναψύχοντες πάντας τούς πυρί τῶν θλίψεων κατακαιομένους.

Τοῦ ἐχθροῦ τάς παγίδας, τάς καθ’ ἡμῶν σύντριψον Μῆτερ ἡμῶν ἐν Βλαχέρναις τῆ ἐπισκέψει Σου καί τῆ Σή χάριτι ἐν εἰρήνη τελεία τήν ζωήν κυβέρνησον ἡμῶν δεόμεθα.

Διάσωσον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Θεογεννήτορ ἐκ παντοίων κινδύνων καί περιστάσεων τούς καταφεύγοντας πίστει τῆ χάριτι Σου.

Ἐπίβλεψον ἐν εὐμένεια Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ίασε τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή

Πρεσβείαν τῆν Σῆν ὡς τεῖχος απροσμάχητον νῦν ἔχομεν καί παντοίων ἐπιθέσεων ἀεί ἐλευθερούμεθα τοῦ δολίου ἐχθροῦ καί πολεμήτορος καί εὐφροσύνης καί χάριτος νῦν, πληρούμεθα μόνη Παντευλόγητε.

ᾨδὴ δ’’. Εἰσακήκοα Κύριε.
Πιεζόμενοι θλίψεσιν πρός τήν Σήν ἀγαθότητα καταφεύγομεν καί λυτρούμεθα, ὦ Πάναγνε, τῶν κατά τόν βίον περιστάσεων.

Πόνων ἡμᾶς ἀνακούφισον τῶν κατά ψυχήν καί σῶμα ὦ Πάναγνε, ἡμᾶς τούς Σέ μεγαλύνοντας καί τά μεγαλεῖα Σου δοξάζοντας.

Νόσων σβέσον τήν κάμινον καί τῆς χάριτος Σου δρόσον ἡμῖν επόμβρησον, μητρική Σου ἀγαθότητι τοῖς Σέ μεγαλύνουσιν, Πανάμωμε.

Πάσης βλάβης διάσῳζε, πάσης νῦν παγίδος καί ἐπιθέσεως, Θεοτόκε ἀειπάρθενε τούς τά μεγαλεῖα Σου δοξάζοντας.

ᾨδὴ ἕ’. Φώτισον ἡμᾶς.
Ἅπαντες πιστοί, τῷ ναῶ Σου σπεύδουν Πάναγνε, καί λαμβάνουν τάς αἰτήσεις συμπαθῶς, Σύ γάρ πάντας ἐλεεῖς Μῆτερ φιλάνθρωπε.

Θεῖον θησαυρόν τήν Εἰκόνα Σου κατέχοντες, ἐξ αὐτῆς τάς δωρεᾶς τῆς χάριτος, δαψιλῶς λαμβάνομεν ὦ Μῆτερ Πάναγνε.

Πάντα τά καλά ἐκ Σής χάριτος πηγάζουσιν καί βοήθειαν παρέχεις τοῖς πιστοῖς τοῖς αἰτοῦσιν Σήν βοήθειαν, Πανάχραντε.

Σήν βοήθειαν, ἐν Βλαχέρναις ἡμῶν Μῆτερ Σύ, τοῖς ἐν θλίψεσιν, κινδύνοις, διωγμοῖς, συμπαθῶς ὡς πολυέλεος χορήγησον.

ᾨδὴ στ’’. Τήν δέησιν ἐκχέω.
Μαγείας καί τοῦ ἐχθροῦ μαγγανείας καί ποικίλων παγίδων τοῦ δολίου, Σύ ἐν Βλαχέρναις Πάναγνε Μῆτερ, καί βασκανίας φρικτῆς ἐλευθέρωσον, τούς καταφεύγοντας πιστῶς πρός τήν Σήν ταχυτάτην ἀντίληψιν.

Τῆ Σῆ Εἰκόνι πιστῶς προσδραμόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπό βάθους καρδίας Σόι βοῶμεν ἀσθενειῶν καί ποικίλων κακώσεων ἐλεύθερον, ἀπείραστον ἡμῶν τηρεῖ τόν βίον δεόμεθα.

Ἀσθενειῶν Σέ ἰατρόν ἐγνωκότες καί χαράς τήν πηγήν, ὦ Μητέρα, καί θλιβομένων τήν παρηγορίαν κινδυνευόντων τε πάντων διάσωσιν, Πανάχραντε Μῆτερ ἡμῶν, πᾶς πιστός Σόι καταφεύγει καί σῴζεται.

Διάσωσον, ἐν Βλαχέρναις Μῆτερ ἡμῶν Θεογεννήτορ ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων τούς καταφεύγοντας πίστει τῆ χάριτι Σου.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα Μητρικήν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος Β’. Τοῖς τῶν αἱμάτων Σου.

Ἐπιστασία Σου Κόρη προστρέχοντες νῦν φυλαττόμεθα πάσης κακώσεως. Διό Σου τήν χάριν κηρύττομεν – Μῆτερ ἡμῶν ἐν Βλαχέρναις φιλάνθρωπε Σύ γάρ ἡμῶν ἡ βοήθεια.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα• καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί• ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τὴς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ. Ἐλεήμον, Ἐλέησόν με ὁ Θεὸς…
Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπην καί βοήθειαν, σθεναράν προστασίαν Μῆτερ Βλαχερνιώτισσα, ἐν παντί τῷ βίῳ Σέ ἔχοντες ἐκ παντοίων θλίψεων καί ἀσθενημάτων καί παγίδων τοῦ ἀλάστορος καί πάσης, Δέσποινα, ἄλλης συμφοράς τε καί μάστιγος Σή χάριτι λυτρούμεθα, καί Σῆ ἀρωγή καί χρηστότητι ὅθεν ἀενάως παράσχου Σήν βοήθειαν πιστοῖς τοῖς πρός τῆν Σῆν ἀγαθότητα, Μῆτερ, ἀτενίζουσιν.

Σῶσον ὸ Θεός τὸν λαόν σου….

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆν ὑγείαν χορηγεῖ καί ψυχῆς θεραπείαν, ὦ Μῆτερ Πάναγνε, τοῖς πίστει ἀδιστάκτῳ ναῶ Σου τῷ Ἁγίῳ προσκυνοῦσιν καί ψάλλουσιν, Ο τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἰ.

Ώ Πανάχραντε Μῆτερ, ἡ τό Φῶς τετοκυίᾳ τό Προαιώνιον, φωτί τῶν πρεσβειῶν Σου, ψυχήν εσκοτισμένην μου διαφώτισον δέομαι ἶνα ὑμνῶ Σου ἀεί τά θεῖα μεγαλεῖα.

Τῶν κακούργων ἀνθρώπων τάς ποικίλας παγίδας καί κακουργίας τῶν καί πᾶσαν ἀπειλήν τε ματαίωσον Παρθένε καί εἰς ἐν ἡμᾶς σύναψον τά αἴσια ἐν Χριστῷ φρονοῦντας καί τελοῦντας.

Διαφύλαξον πάσης τοῦ ἐχθροῦ ἀπειλῆς τε καί ἐπιθέσεως ἡμᾶς τούς ολοθέρμως τό θεῖον ὄνομα Σου εἰς βοήθειαν κράζοντας ἐν πάσει ὥρα Ἁγνή καί πάσῃ περιστάσει.

ᾨδὴ ἡ’. Τόν Βασιλέα.
Ῥυσέ μέ Κόρη, τῶν ποικίλων κινδύνων καί διάσωσον δεινῆς ἀρρωστίας νῦν τῆς ἀπειλούσης ψυχήν μου τήν ἀθλίαν.

Χάριτι θεία, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, παρηγόρησον ψυχήν μου τήν ἀθλίαν ἶνα Σέ δοξάζω, Κυρία τῶν Ἀγγέλων.

Σέ σωτηρίαν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἀποκτήσαντες ἐν τῷ παρόντι βίῳ, Σήν ἐπιστασίαν κηρύττομεν τοῖς πᾶσιν.

Ἴδε ευσπλάχνως, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις τούς προστρέχοντας τῆ θεία Σου Εἰκόνι καί παράσχου πᾶσιν τήν λύσιν ὀφλημάτων.

ᾨδὴ Θ’. Κυρίως Θεοτόκον.
Μεγάλων δωρημάτων, παρά Σου τρυφῶντες Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἑκάστοτε, τήν πρός ἡμᾶς Σου χρηστότητα μεγαλύνομεν.

Οἱ ἐν ἀσθενείαις στενάζοντες ἀθλίως τῆ χάριτι Σου πιστῶς καταφεύγουσιν Μῆτερ ἡμῶν ἐν Βλαχέρναις καί διασῴζονται.

Ὑψίστου Θεοῦ Μῆτερ, πάσης ἐπηρείας τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τόν Σέ δοξάζοντα.

Ὑμνοῦμεν τῆς πολλῆς Σου πρός ἡμᾶς εὐνοίας Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἐκδηλῶσιν, ὅτι ἡμᾶς περισκέπεις καί σῴζεις πάντοτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄνασσαν Μαρίαν τήν τοῦ παντός, τήν ἐλευθεροῦσα ἀπό πάσης ἡμᾶς ὀργῆς καί πρός βασιλείαν τήν ἄνω ὁδηγοῦσαν, τήν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.

Χάριτι Σου θεία, Μῆτερ Σεπτή, ὄντως ωραιώθη ἡ Εἰκών Σου ἡ θαυμαστή καί τῆς δωρεάς Σου παρέχει τάς ἰάσεις τοῖς ταύτῃ προσκυνοῦσιν καί μεγαλύνουσιν.

Πάντας τοῖς ἐν θλίψεσιν καί κακοῖς, ἐν στενοχωρίαις, ἐν κινδύνοις καί φυλακαῖς, Κόρη Παναγία, τῆ Σή ἐπιστασίᾳ, ὡς Μήτηρ τοῦ ἐλέους σπεῦσον διάσωσον.

Νῦν τῆς Θεοτόκου τῆ θαυμαστῇ καί σεπτῇ Εἰκόνι καταφύγωμεν οἱ πιστοί, ἶνα λυτρωθῶμεν παγίδων καί κινδύνων καί θείας πληρωθῶμεν ἀγαλλιάσεως.

Καί ἡμᾶς, Σούς δούλους τούς ταπεινούς προστρέχοντας, Μῆτερ, τῷ ναῶ Σου τῷ ἱερῶ πάσης ἐπηρείας ἐχθροῦ τοῦ ὀλεθρίου, τῆ Σή ἐπιστασία σῷζε καί φύλαττε.

Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, τῶν ἐν δυστυχίαις ἡ ταχείᾳ καταφυγή, χαῖρε τῶν πιστῶν Σου ἡ σκέπῃ καί προστάτης, καί πάντων ἐν κινδύνοις, Μῆτερ Πανάχραντε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθήναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν
.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.  Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Εἰκόνα σου Ἁγίαν ἐν Βλαχέρναις, Πανάχραντε, νῦν πανευλαβῶς προσκυνοῦντες γεραίρομεν ὦ Μῆτερ. Ἐπέστη γάρ σκέπῃ πρός ἡμᾶς βραβεύουσα θαυμάτων παροχῆν. Ἐκ παντοίων κινδῦνων καί νόσων ἡμᾶς ἀπαλλάττουσα εὐχαρίστως βοῶμεν· Δόξα τῷ Σέ δοξάσαντι Θεῶ, δόξα τῷ Σέ μεγαλύναντι, δόξα τῷ διασώσαντι ἡμᾶς διά τοῦ τόκου Σου.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς τήν θείαν καί σεπτήν κατασπαζομένους Εἰκόνα, τήν Σήν Πανύμνητε, ἥνπερ ὀνομάζομεν Βλαχερνιώτισσα, πειρασμῶν ἐλευθέρωσον καί νόσων ποικίλων καί πταισμάτων χάριζε ἡμῖν τήν ἄφεσιν τῆ Σή πρός Θεόν παρρησίαν Παρθένε, ἶνα γηθοσύνως Σέ γεραίρομεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.


ΠΗΓΗ: proseyxi

Σχόλια

ΔΗΜΟΦΙΛΕΙΣ ΑΝΑΡΤΗΣΕΙΣ:

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ (Ποίημα Θεοκτίστου Μοναχού του Στουδίτου)

Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσέ ποτε Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε,  τα της ψυχής μου θεράπευσον τραύματα,  Ιησού και γλύκανον, την καρδίαν μου Πολυέλεε δέομαι,  Ιησού Σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος. Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον,  της μετανοίας μοι πύλας Φιλάνθρωπε,  Ιησού και δέξαι με, σοι προσπίπτοντα  και θερμώς εξαιτούμενον, Ιησού Σωτήρ μου,  των πλημμελημάτων την συγχώρησιν. Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον,  εκ της χειρός του δολίου Βελίαρ με,  Ιησού και ποίησον, δεξιόν παραστάτην της δόξης σου,  Ιησού Σωτήρ μου, μοίρας ευωνύμου λυτρωσάμενος. Θεοτοκίον Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον ,  υπέρ αχρείων οικετών Πανάχραντε,  όπως της κολάσεως ταίς πρεσβείαις σου  λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι,  δόξης αϊδίου απολαύσαντες. Ωδή γ΄. Εν πέτρα με της πίστεως… Εισάκουσον φιλάνθρωπε Ιησού μου,  του δούλου σου βοώντος εν κατανύξει∙  και ρύσαι Ιησού με της καταδί...

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.  Ψαλμὸς 142  ΚΥΡΙΕ, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγ...

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ

  ΓΙΑ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ  ΤΗΣ ΒΗΘΛΕΕΜΙΤΙΣΣΑΣ ΕΠΙΚΟΙΝΩΝΗΣΤΕ ΜΕ ΤΟΝ ΙΕΡΟ ΝΑΟ  ΑΠΟΣΤΟΛΟΥ ΜΑΡΚΟΥ - ΑΡΧΑΓΓΕΛΟΥ  ΣΤΗΝ ΛΕΥΚΩΣΙΑ (ΚΥΠΡΟΣ).  ΤΗΛΕΦΩΝΟ ΝΑΟΥ:    +35722358880,     22353560,  99491637 ΤΗΛΕΦΩΝΟΥ ΔΙΑΚΟΝΟΥ:   +35799944715

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΥΠΗΚΟΟΥ

  Παράκληση στην Παναγία την Γοργοϋπήκοο  «Εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Αμήν.  Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς.  (τρεῖς φορές) Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμ...

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΕΛΕΟΥΣΑΣ

  Παρακλητικός Κανών εις την Κυρίαν Δέσποιναν ημών Θεοτόκον την Ελεούσαν Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου

Η ΠΑΡΑΚΛΗΣΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ

ΠΑΝΑΓΙΑ ΔΕΞΙΑ (ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΔΕΞΙΑΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ) 1σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα 9 σελίδα 10 σελίδα 11 σελίδα 12 σελίδα 13 σελίδα   14 σελίδα 15 σελίδα 16 σελίδα 17 σελίδα 18 σελίδα 19 σελίδα Ιστορία της Εικόνας και του ναού Ο ναός θεμελιώθηκε το 1956 στη θέση του βυζαντινού ναού του Αγίου Υπατίου. Στο ναό αυτό, άγνωστο το πώς και το πότε, προσφέρθηκε η θαυματουργή εικόνα της Παναγίας της Ελεούσης, πιστό αντίγραφο της ομώνυμης εικόνας του Κύκκου της Κύπρου, την οποία η παράδοση θέλει να την έχει αγιογραφήσει ο Ευαγγελιστής Λουκάς. Η προφορική παράδοση θέλει η εικόνα να μεταφέρεται από έναν μοναχό ή ορφανό νέο, ο οποίος ύστερα από όνειρο την τοποθετεί σε ναό δεξιά όπως εισέρχεται κανείς στην πόλη της Θεσσαλονίκης από τη θύρα των ανατολικών τειχών! Έτσι, σύμφωνα πάντα με την παράδοση, η Εικόνα ονομάστηκε Παναγία Δεξιά. Άλλη εκδοχή λεει πως η ονομασία «Δεξιά» οφείλεται στο ότι η Θεοτόκος εικονίζεται Δεξιοκρατούσα, φέρει δηλαδή τον Ιησού στ...

ΑΝΑΓΝΩΣΗ ΨΑΛΜΩΝ ΣΕ ΩΡΑ ΙΔΙΑΙΤΕΡΗΣ ΑΝΑΓΚΗΣ (3, 29, 34, 47, 51, 93, 131, 137)

  (ΨΑΛΜΟΙ: 3, 29, 34, 47, 51, 93, 131, 137) ΨΑΛΜΟΣ 3 ΚΥΡΙΕ, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;  πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ·  πολλοὶ λέγουσι τῇ ψυχῇ μου·  οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).  σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.  φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,  καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα). ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ  τῶν κύκλῳ συνεπιτιθεμένων μοι.  ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. ΨΑΛΜΟΣ 29  ΥΨΩΣΩ σε, Κύριε, ὅτι ὑπέλαβές με  καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμέ.  Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ, καὶ ἰάσω με·  Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου,  ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.  ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι  αὐτο...

ΠΑΡΑΚΛΗΣΗ ΣΤΗΝ ΠΑΝΑΓΙΑ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

  ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.   Ψαλμὸς 142 Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου εν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου  καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν  ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος  καὶ ἠκηδίασεν  επ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου  ἐμνήσθην ἡμερῶν ἀρχαίων   ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι  ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον  ἀκουστὸν ποίησόν μ...

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ

ΠΑΡΑΚΛΗΣΗ ΠΑΝΑΓΙΑΣ ΦΟΒΕΡΑΣ ΠΡΟΣΤΑΣΙΑΣ 1 σελίδα 2 σελίδα 3 σελίδα 4 σελίδα 5 σελίδα 6 σελίδα 7 σελίδα 8 σελίδα ΑΚΟΥΣΤΕ ΤΗΝ ΠΑΡΑΚΛΗΣΗ ΕΔΩ:: Η ΙΣΤΟΡΙΑ ΤΗΣ ΙΕΡΑΣ ΕΙΚΟΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ¨ΦΟΒΕΡΑ ΠΡΟΣΤΑΣΙΑ¨