†Εορτάζετε στις 5 Απριλίου
Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἀρνησαμένη σε αὑτήν Θεοδώρα, καί ἀραμένη τόν Σταυρόν σου επ’ώμων, ἀσκητικῶς ἐβάδισας τόν βίο σου σοφή, ὅθεν πρός οὐράνιον καί ἀνέσπερον λῆξιν, χαίρουσα κατέπαυσας αἰτουμένη πταισμάτων, τοῖς σε τιμῶσι ἄφεσιν ἀεί, παρά Χριστοῦ τοῦ Σωτῆρος ἀοίδιμε.
Δόξα. Ἀπολυτίκιον. Ἦχος δ’’.
Τελείως τόν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐτέλεσας πάνσεμνε ὑποταγεῖσα καλῶς, Χριστῷ τῷ νυμφίῳ σου˙ ὅθεν εἴληφας χάριν Θεοδώρα Ὁσία δαίμονας φυγαδεύειν καί νοσοῦντας ιάσθαι˙ διό καί τοῖς τιμῶσι σε βρύεις ἰάματα.
Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
ᾨδῇ ἀ’. Ἦχος πλ. δ’’. Ἁρματηλάτην Φαραώ.
Τάς ἀσθενείας μου καί νόσους ἴασαι ταῖς σαῖς δεήσεις πρός τόν Θεόν Λόγον, Θεοδώρα πάνσεμνε, τόν τοῖς αὑτοῦ παθήμασι τάς ἐμάς μαλακίας καί νόσους πάντων βαστάσαντα, καί τάς ἀσθενείας ἀράμενον.
Στρέψον ἐμοί τόν κοπετόν τῆς νόσου μου εἰς ὑγείας χαράν, τόν σκοτεινόν σάκκον τόν τῆς καχεξίας μου, Ὁσία, διαρρήξασα, καί φαιδράν εὐεξίας περίζωσον εὐφροσύνην με, καί ἀγαλλιάσεως πλήρωσον.
Ἀναπτομένη τῶν παθών ἡ κάμινος σπινθῆρας καίοντας φθοροποιῶν νόσων, καί πυρφόρους ἄνθρακας ἐξῆψε, καί φλογίζει με πυρετοῖς λαυροτάτοις˙ ἀλλ’ εἰ δροσίσαις, Ὁσία με, ἴαμα ἡ σή δρόσος ἔσται μοι.
Θεοτοκίον.
Ἄνευ ὠδίνων ἡ τεκοῦσα Δέσποινα τάς ἀλγηδόνας μου καί τούς βαρεῖς πόνους καί τάς πιεζούσας με καί συνθλιβούσας πάντοτε δριμυτάτας ὠδίνας ἐλαφρῦνον, ἐπικούφισον, καί ἐπισκοπή σου θεράπευσον.
ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
Ἐπί κλίνης κακίας ὀδυνηρῶς κείμενος σε ἐπικαλοῦμαι, Ὁσία, κλῖνον τό οὕς σου ἐμοί, σπεῦσον τοῦ σώσαί με, τάχυνον τοῦ ἐξελέσθαι πυρός ἀποσμήχοντος νῦν τήν καρδίαν μου.
Ἰσχυράν σε κρηπῖδα καί ἱεράν ἄγκυραν καί ἀρραγεστάτην ἐλπίδα, Ὁσία, κέκτημαι˙ διό με κύμασι κλυδωνιζόμενον νόσων εἰς ὑγείας ἴθυνον λιμένα εὔδιον.
Νηπιόφρονα παῖδα, νέον υἱόν ἄτακτον, ῥάβδῳ σωφρονίζει παιδεύων πατήρ φιλόστοργος, οἴδα φιλάνθρωπε˙ ἀλλ’ ἱκανῶς με τυφθέντα διά τῆς Ὁσίας σου πάλιν ἐλέησον.
Θεοτοκίον.
Θαυμαστόν ἐν ἁγίοις, κόρη, Θεόν τέτοκας, ὅθεν ἐπ’ ἐμέ τά ἐλέη τάχος θαυμάστωσον, ὑπεραγία σεμνή, καί ἀφορήτοις ὠδίναις ἤδη νεκρωθέντα με ζώωσον, δέομαι.
ᾨδῇ δ’. Σύ μου ἰσχύς.
Ἶνα τά σά ἐκδιηγῶμαι θαυμάσια, Θεοδώρα, καί τά μεγαλείά σου, ἶνα ἀνθρώπων ἐν τοῖς υἱοῖς ἐξομοιῶμαι τά σά ἐλέη, πανένδοξε, ἐπίβλεψον εὐσπλάγχνως ἐπ’ ἐμέ τόν νοσοῦντα καί ὑγείαν τελείαν μοι δώρησαι.
Ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, καί ὑγεία πρόχειρος, καί ἴασις, μεταβολῇ καί ἀναψυχῇ τόν ἐν ἀθυμίαις καί συμφοραῖς, καί ἐν θλίψεσιν, ὠδίναις πικροτάταις, ἀνενδότοις με πόνοις δαπανώμενον οἴκτειρον, ἔνδοξε.
Τό ἀσθενές τῆς ἀνθρωπίνης οὐσίας, Χριστέ, ὁ φορέσας δι’ ἀγαθότητα, τάς ἀσθενείας μου τάς πολλάς καί ἀρρωστίας εὐπλάγχνως ἴασαι, εὔσπλαγχνε, εἰς τοῦτο δυσωποῦσαν Θεοδώρα ὡς ἔχων τήν λαμπράν καί σεπτήν μυροβλύτιδα.
Θεοτοκίον.
Σύ τήν πηγήν τῶν ἰαμάτων ἐπήγασας νοσημάτων ἄβυσσον ξηραίνουσαν, παρεχομένην τε δωρεάν ῥῶσιν τοῖς νοσοῦσιν, ὑγείαν τοῖς ἀρρωστοῦσιν ἁγνή. Διό τόν δαμασθέντα χαλεπαῖς ἀρρωστίαις καί πικραῖς ἀσθενείαις με ἴασαι.
ᾨδῇ ἕ’. Ἶνα τι με ἀπώσω.
Ῥαντισμοῖς οἰκτιρμῶν σου τόν τῆς ἀσθενείας μου βόρβορον πλύνουσα καθαράς ὑγείας ἀπολαύσαι, Ὁσία, παράσχου μοι˙ καί γάρ ἡ ζωή μου κατά μικρόν προσδαπανᾶται, καί ἐλπίς σωτηρίας οὑκ ἔστι μοι.
Ὑπομένων ἐν πόνοις καί στενοχωρίαις σεμνῇ ὑπομένω σε˙ ἀλλ’ εἰσάκουσον μου τῆς δεήσεως ταύτης καί πρόσχες μοι, καί γάρ ἡ ζωή μου κατά μικρόν προσδαπανᾶται, καί ἐλπίς σωτηρίας οὑκ ἔστι μοι.
Οὐ κινήσαι τούς πόδας, οὐ διαπετάσαι τάς χεῖρας εἰς δέησιν, οὐ διάραι στόμα, οὐ προέσθαι φωνήν ἱκετήριον, παρειμένος ὅλος στένω, καί παραλελυμένος˙ διό πρόφθασον, μῆτερ, καί σῶσον με.
Θεοτοκίον.
Σε θερμήν προστασίαν καί ἐπικουρίαν ἐν θλίψεσι κεκτημένος, κόρη, πρός τήν σήν καταφεύγω ἀντίληψιν τάς πικράς ὠδίνας, τάς ἀφορήτους ἀλγηδόνας, τό βαρύτατον ἄλγος μου κούφισον.
ᾨδή ς’. Ἄβυσσος ἁμαρτιῶν.
Νέκρωσον πρό τῆς θάνῃς καί φθοράν πρός τῆς ταφῆς ὑπομένω, ἁρμονίας τοῦ σώματος καί μελῶν καθυποστάς νάρκην καί πάρεσιν, διά τοῦτο τοῖς οἰκτιρμοῖς σου κατέφυγον.
Ὀμβρησόν με, φωτεινή ἱερά μοι μυροβρόχε νεφέλη, τῶν ἰαμάτων ῥεῖθρα, καί τακέντα με καύσωνι πυρετῶν διακαῶν δρόσισον, έμψυξον, πρός τήν πρώτην παλινδρομήσαι ὑγείαν παράσχου μοι.
Κοίμησον τῶν ὠδινῶν ἀκοιμήτῳ σου πρεσβεία, Ὁσία, καί συνεχῆ καί λίαν ἀγριαίνοντα κύματα, περιόδων πυρετούς, καί τά σφοδρότατα τούτων ῥίγη παῦσον, καί γάρ τά ὀστᾶ καταθλῶσι μου.
Ὕδατος ζῶντος πηγή, τό πικρόν καί ἀνυπόστατον ὕδωρ τῶν ὠδινῶν καί πόνων καί παθών τῶν τοῦ σώματος τό χειμάζον με δεινῶς πράϋνον, εὔνασον, στῆσον, ψῦξον, καί τήν καρδίαν πλῆσον γαλήνης, ἁγνή.
Κοντάκιον. Ἦχος πλ. δ’.
Τῆ Ὑπερμάχῳ.
Ὡς ποταμός ἐκ τῆς Ἐδέμ ὁ ἱστορούμενος, ἐκ τῆς ἀγίας σου σοροῦ μύρα ἡδύπνοα ἀναβλύζουσι τῆ πόλει σου Θεοδώρα˙ οὑκ εἰς τέσσαρας ἀρχάς ἀφοριζόμενα, τήν ὑφήλιον δε πᾶσαν ἁγιάζοντα, ἤ καί ψάλλει σοι, χαῖρε γύναι ἰσάγγελε.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου.
Στίχ. Τί ανταποδώσωμεν τῷ Κυρίῳ.
Εὐαγγέλιον Ἐκ τοῦ κατά Λουκᾶν (κεφ. ζ΄ 36-50).
᾿Ηρώτα δέ τις αὐτόν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καί εἰσελθών εἰς τήν οἰκίαν τοῦΦαρισαίουἀνεκλίθη.Καί ἰδού γυνή ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καί ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καί στᾶσα ὀπίσω παρά τούς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τούς πόδας αὐτοῦ τοῖς δάκρυσι καί ταῖς θριξί τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καί κατεφίλει τούς πόδας αὐτοῦ καί ἤλειφε τῷ μύρῳ.Ἰδών δέ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἄν τίς καί ποταπή ἡ γυνή ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καί ἀποκριθείς ὁ Ἰησοῦς εἶπε πρός αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δέ ἕτερος πεντήκοντα. Μή ἐχόντων δέ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτόν ἀγαπήσει; Ἀποκριθείς δέ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τό πλεῖον ἐχαρίσατο. Ὁ δέ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. Καί στραφείς πρός τήν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τήν γυναῖκα; Εἰσῆλθον σου εἰς τήν οἰκίαν, ὕδωρ ἐπί τούς πόδας μου οὑκ ἔδωκας· αὕτη δέ τοῖς δάκρυσιν ἔβρεξε μου τούς πόδας καί ταῖς θριξί τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε.Φίλημά μοι οὑκ ἔδωκας· αὕτη δέ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσα μου τούς πόδας. Ἐλαίῳ τήν κεφαλήν μου οὑκ ἤλειψας· αὕτη δέ μύρῳ ἤλειψε μου τούς πόδας. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δέ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δέ αὐτῇ· ἀφέωνται σου αἱ ἁμαρτίαι. Καί ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτος ἐστιν ὅς καί ἁμαρτίας ἀφίησιν; Εἶπε δέ πρός τήν γυναῖκα· ἡ πίστις σου σέσωκε σε· πορεύου εἰς εἰρήνην.
Δόξα.
Ταῖς τῆς σής Ὁσίας πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος β΄.
Περικυκλοῦντες τήν λάρνακα τῶν λειψάνων σου, Θεοδώρα Μῆτερ, καθώς περ πάλαι τόν τάφον τοῦ Πατριάρχου Ἰακώβ, οἱ τούτου ἔκγονοι, οὐ δάκρυα χέομεν, οὐδέ θρήνοις κοπτόμεθα, ἀλλά γηθοσύνως ἐν ψαλμοῖς καί ὕμνοις, ἀπαντλοῦμεν ἐξ αὑτῆς, τῶν θαυμάτων τάς χάριτας, δοξάζοντες ἀπαύστως, τόν σε δοξάσαντα Κύριον.
Σῶσον ὁ Θεός τόν λαό σου….
ᾨδή ζ’. Παῖδες Ἑβραίων.
Ὅλην ἐν σοι τήν προσδοκίαν, τήν ἐλπίδα τε τῆς σωτηρίας ὅλην επιρρίπτω˙ διό ὅλην τήν κοίτην στρέψον τῆς ἀρρωστίας, ἔνδοξε, τῆς ἐμῆς εἰς εὐρωστίαν.
Ῥεῖθρον ἰάσεως με βλύσον, καί παφλάζουσαν τήν κάμινον, Ὁσία, τῶν σφοδρῶν πυρετῶν κατάσβεσον εἰς τέλος˙ σύ γάρ πηγή βλυστάνουσα μύρων θείων γλυκύ ῥεῖθρον.
Ὅλως ἐπλήγην, ὡσεί χόρτος ἐξηράνθη μου τοῖς νόσοις ἡ καρδία, ὡσεί φρύγιον δε τά ὀστᾶ συνεφρύγη, καί συνετρίβη, πάνσεμνε ἴασαι τήν συντριβήν μου.
Θεοτοκίον.
Μόνη χαρά, τῶν θλιβομένων, ὅτι θλίβομαι ταχύ ἐπάκουσον μου, πρόσχες μου τῆ ψχή, καί σου μή ἀποστρέψῃς τό τοῦ ἐλέους πρόσωπον ἀπ’ ἐμοῦ, Θεογεννήτορ.
ᾨδῇ ἡ’. Ἑπταπλασίως κάμινος.
Νέος τελῶν παράλυτος, νεκρός, ἔμπνους, ἡμίθνητος καταβεβλημένος ἐπί κλίνης βέβλημαι˙ κάμοι γάρ ἐγένετο τύμβος ἡ κλίνη, ἔνδοξε, χεῖρας ἀνειμένῳ παρειμένῳ τάς κνήμας, καί παραλελυμένῳ γόνατα καί τούς πόδας˙ ἀλλ’ ὅμως, ἐάν θέλῃς, λόγῳ με σώσεις μόνῳ.
Ἀνιαροῖς νοσήμασι, χαλεποῖς ἀρρωστήμασι, καί ἀλλεπαλλήλοις ἀνιάτοις πάθεσι δεινῶς χειμαζόμενος, ὤσπερ εἰς ὅρμον εὔδιον εἰς τόν γαληνόν τοῦ σου ἐλέους λιμένα προσόρμισον, Ὁσία, κόπασον ὀδυνῶν μου τόν κλύδωνα, καί παῦσον τά κύματα τῶν πόνων.
Ὑπό πολλῶν πυρούμενος πειρασμῶν καί τυπτόμενος ὅλην ἐξηράνθην τήν ἰσχύν, ὡς όστρακον˙ καί γάρ ἡ καρδία μου, ὡσεί κηρός τηκόμενος γέγονεν ἐν μέσῳ τῆς κοιλίας μου ὄντος, καί δίψει σφοδροτάτῳ ἐκολλήθη ἡ γλῶσσα πικρῶς τῷ λάρυγγι μου, ελέησόν με, μῆτερ.
Θεοτοκίον.
Χαῖρε πηγή χρηστότητος, ἀγαθότητος πέλαγος, καί φιλανθρωπίας καί ἐλέους ἄβυσσος, τήν σήν ἀγαθότητα καί ἐπ’ ἐμοί θαυμάστωσον, καί τῆς κατεχούσης με καί κατατρεχούσης ἐσχάτης ἀσθενείας εὐσπλαγχνίας ῥανίδι τῆς σής, θεοκυήτορ, ἀπάλλαξον ἐν τάχει.
ᾨδῇ θ’. Ἐξέστη ἐπί τούτῳ.
Νοσούντων ὀξυτάτη ἀπαλλαγῇ, ἀσθενούντων ἑτοίμη παράκλησις, ἀναψυχή τῶν κακοπαθούντων ἐν συμφοραῖς εἰς τήν ἐμήν ἀσθένειαν, καί τήν κακοπάθειαν τήν πολλήν ἐπίβλεψον εὐσπλάγχνως, καί πρόσχες φιλανθρώπως, ἶνα ὑμνῶ σε τήν κυρίαν μου.
Νοσήμασι ποικίλοις καί χαλεποῖς ὁμιλήσαντα κίνδυνοι ᾄδου με εὒροσαν νῦν θλίψεις καί ἀνάγκαι πολυειδεῖς, καί με περιεκύκλωσαν ἤδη, καί προέφθασαν προφανῶς πικραί ὠδῖνες ᾄδου, παγίδες τοῦ θανάτου, ἀφ’ ὤν με ῥῦσαι ἡ προστάτις μου.
Ὀδύνης δριμυτάτης ἐπιμονή, ἀλγηδόνων πικρῶν ἐνδελέχεια, διακαῶν λάβρων τε συνέχεια πυρετῶν, ῥίγους ψυχρότης ἄμετρος, πόνων ἡ ἐπίτασις τῶν σφοδρῶν, πρός ὤρας με θανάτῳ βιάζουσι προπέμψαι, μῆτερ Ὁσία μου, βοήθει μοι.
Θεοτοκίον.
Ὡς μήτηρ τοῦ τῶν ὅλων δημιουργοῦ συντριβέντα με ὅλον, ἀνάπλασον, εἰς χοῦν παθών, καί καταρραγέντα με πρός τήν γῆν, ὡς ἀγαθή, ανόρθωσον˙ πάντα γάρ ἰσχύεις ὡς δυνατόν δεσπότην ἐν ἰσχύϊ γεννήσασα, παρθένε, καί ὅσα θέλεις, πάντα δύνασαι.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ἡ καλλονῇ, χαίροις σωφροσύνης καί ἀνδρείας στήλη λαμπρᾷ, χαίροις Θεοδώρα, μοναζουσῶν τό κλέος, διό ῥείθροις σῶν μύρων πάντας ἁγίασον.
Χαίροις Θεοπίστη πανεύκλεής, χαίροις παρθενίας θεῖον ἄγαλμα καί λαμπρόν, χαίροις ἡ ἀκρότης τῶν ἀσκουσῶν τοῦ πλήθους, τούς σε τιμῶντας ῥῦσαι πάντας πρεσβείαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος δ’.
Τελείως τόν δρόμον σου ἐν ἀκλινεῖ λογισμῷ, ἐτέλεσας πάνσεμνε ὑποταγεῖσα καλῶς, Χριστῷ τῷ νυμφίῳ σου˙ ὅθεν εἴληφας χάριν Θεοδώρα Ὁσία δαίμονας φυγαδεύειν καί νοσοῦντας ιάσθαι˙ διό καί τοῖς τιμῶσι σε βρύεις ἰάματα.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προστρέχοντας πρός σε, καί ἐπιζητοῦντας ἐν πίστει τό σόν μύρον ἁγνή, δέχθητι πανθαύμαστε ὑπό τήν σκέπην σου, ἐν τῷ μύρο τῆς χάριτος ἰάματα βρύεις, τοῖς ἐπικαλουμένοις σε, οἰκτροῖς ἱκέταις σου, Μῆτερ Ὁσία Θεοδώρα ὅθεν σοι προστρέχομεν, σπεῦσον, πάσης ἀσθενείας ἤμας ῥύσασθαι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
ΠΗΓΗ: https://www.proseyxi.com/
Χαιρετισμοί εις την Οσία Μητέρα Θεοδώρα την εν Θεσσαλονίκη την Μυροβλύτιδα και Θαυματουργό
Εγκώμια εις την Οσία Μητέρα Θεοδώρα την εν Θεσσαλονίκη την Μυροβλύτιδα και Θαυματουργό
Αγία Θεοδώρα Θεσσαλονίκης η Μυροβλύτισσα
Του Λάμπρου Κ. Σκόντζου Θεολόγου – Καθηγητού
Στα αγιολόγια της Εκκλησίας μας υπάρχουν άγιοι οι οποίοι αγίασαν ομού με μέλη των βιολογικών τους οικογενειών. Μια τέτοια αγία είναι και η οσία Θεοδώρα η εν Θεσσαλονίκη, η οποία μόνασε και αγίασε με την κόρη της Θεοπίστη. Οι δύο αυτές οσιακές μορφές λαμπρύνουν το πλούσιο αγιολογικό μωσαϊκό της Εκκλησίας των Θεσσαλονικέων.
Η αγία Θεοδώρα γεννήθηκε στην Αίγινα το 812 από ευσεβείς γονείς. Ο πατέρας της ήταν πρεσβύτερος. Δυστυχώς η μητέρα της πέθανε, λίγο μετά τον τοκετό της, γι’ αυτό αναγκάστηκε ο πατέρας της να τη δώσει για ανατροφή σε μια ευλαβή ανάδοχό του και εκείνος ασπάσθηκε, μετά τη χηρεία του, το μοναχικό βίο. Η Θεοδώρα ανατράφηκε με ευλάβεια, από την ευσεβή ανάδοχο κόρη, απέκτησε φόβο Θεού και στολίστηκε με σπάνιες αρετές. Επίσης ήταν στολισμένη και με σπάνιο σωματικό κάλλος.
Όταν μεγάλωσε, η ευσεβής θετή μητέρα της την αρραβώνιασε με έναν νέο, περιζήτητο στο νησί. Όμως ένα τρομερό γεγονός της άλλαξε τη ζωή. Βάρβαροι Σαρακηνοί πειρατές εισέβαλλαν στην Αίγινα και λεηλάτησαν τους κατοίκους, σκοτώνοντας πολλούς. Μεταξύ αυτών και τον αδελφό. Έτσι αναγκάστηκαν να καταφύγουν στη Θεσσαλονίκη, με τον μνηστήρα της, όπου θα ήταν πιο ασφαλείς.
Μετά από καιρό, όταν έφτασε σε ηλικία γάμου, παντρεύτηκαν και έφεραν στον κόσμο μια κόρη, τη Θεοπίστη και στη συνέχεια άλλα δύο παιδιά τα οποία πέθαναν σε βρεφική ηλικία. Ο χαμός των παιδιών τους τους γέμισε θλίψη, αλλά η ευσεβής Θεοδώρα δεν καταβλήθηκε. Έχοντας μεγάλη πίστη και ηρωικό φρόνημα, στήριζε το σύζυγό της. Μάλιστα του πρότεινε να αφιερώσουν την τότε εξάχρονη κόρη τους, την στο Θεό. Όντως την αφιέρωσαν στην Ιερά Μονή Αγίου Λουκά.
Ύστερα από καιρό ένα άλλο δυσάρεστο πλήγμα δέχτηκε η Θεοδώρα. Ο σύζυγός της ασθένησε και πέθανε. Όντας 25 ετών, πήρε την απόφαση να ενδυθεί το μοναχικό σχήμα. Πήγε στην Ιερά Μονή Αγίου Στεφάνου, στην πόλη της Θεσσαλονίκης, όπου ήταν ηγουμένη μια συγγένισσά της, ονόματι Άννα, ζητώντας την να την δεχτεί στη Μονή.
Η ηγουμένη ήταν εγνωσμένης αγιότητας και είχε αναδειχθεί ομολογητής και είχε βασανισθεί, ως υπέρμαχος των Ιερών Εικόνων (βρισκόμαστε στην εποχή της εικονομαχίας). Όταν αντίκρισε τη νεαρή χήρα εξέφρασε τους δισταγμούς της, φοβούμενη πως κάποια στιγμή θα μετάνιωνε για την απόφασή της και θα εγκατέλειπε το μοναχικό βίο.
Αλλά, μπροστά στις θερμές παρακλήσεις της Θεοδώρας ενέδωσε, τη δέχτηκε και την ενέταξε στην αδελφότητα της Μονής, υποβάλλοντάς την σε διάφορες δοκιμασίες για να πεισθεί για την ακλόνητη απόφασή της.
Η Θεοδώρα επέδειξε πρωτοφανή ζήλο και υπακοή. Εκτελούσε με προθυμία κάθε διακόνημα, όσο ταπεινό και κοπιαστικό ήταν. Καλλιεργούσε σχέσεις αγάπης με την υπόλοιπη αδελφότητα και καταγίνονταν στον προσωπικό πνευματικό της αγώνα.
Νήστευε, αγρυπνούσε, μελετούσε πνευματικά και ψυχωφελή βιβλία και συμμετείχε στα Ιερά Μυστήρια με ευλάβεια και ταπείνωση. Εξομολογούνταν ανελλιπώς για να αποκρούει τους πειρασμούς του διαβόλου, ο οποίος πάσχισε, με δόλιους λογισμούς να την αποσπάσει από τον πνευματικό της αγώνα και να την απομακρύνει από τη Μονή, να την επαναφέρει ξανά στον κόσμο. Όμως εκείνη έμεινε εδραία στην απόφασή της.
Είχε αποκτήσει σε μεγάλο βαθμό την αρετή της ταπεινοφροσύνης, θεωρώντας τον εαυτό της ως τον πλέον αμαρτωλό άνθρωπο του κόσμου. Συχνά εξέφραζε την γνώμη της ότι ήταν η πιο άχρηστη μοναχή στη Μονή. Στοχαζόταν τις τιμωρίες της κολάσεως και έκλαιε πικρά για τα δεινά που την περίμεναν!
Μετά από χρόνια, όταν είχε κοιμηθεί η ηγουμένη της Μονής Αγίου Λουκά, η οποία είχε δεχθεί την κόρη της Θεοπίστη και εκείνη πήρε την απόφαση να πάει να μονάσει μαζί με τη μητέρα της τη Θεοδώρα. Έτσι ζήτησε να τη δεχτούν στη Μονή Αγίου Στεφάνου. Η ηγουμένη τη δέχτηκε και μάλιστα την έβαλε να συγκατοικεί στο ίδιο κελί με την κατά σάρκα μητέρα της.
Μητέρα και κόρη, ως πνευματικές αδελφές πια, μοιραζόταν την προσευχή και την άσκηση και ζούσαν αγγελικό βίο. Αλλά ο διάβολος, ο οποίος μισεί θανάσιμα τους ανθρώπους που προκόβουν πνευματικά, θέλησε να τις προσβάλει, ξύπνησε μέσα στην ψυχή της Θεοδώρας το μητρικό ένστικτο, το οποίο επισκίασε την πνευματική τους σχέση.
Αυτό το παρατήρησε η ηγουμένη και ανησύχησε. Μάλιστα κάποια μέρα βρήκε τη Θεοδώρα να φροντίζει τα ενδύματα της κόρης της, τη ρώτησε: «Θεοδώρα, τίνος είναι το κορίτσι αυτό;». Την επέπληξε και της υπενθύμισε το λόγο του Κυρίου πως «ό φιλών πατέρα ή μητέρα υπέρ έμέ ουκ έστι μον άξιος και ό φιλών υίόν η θυγατέρα υπέρ έμέ ουκ έστι μου άξιος» (Ματθ.10,37).
Για να τις προφυλάξει τις χώρισε και τους απαγόρευσε να έχουν καμιά συναναστροφή. Εκείνες υπάκουσαν και για δεκαπέντε χρόνια δεν αντάλλαξαν κουβέντα, αν και συζούσαν στην ίδια Μονή, εργάζονταν και γευμάτιζαν μαζί.
Αργότερα η Θεοδώρα ασθένησε βαριά και η ηγουμένη Άννα, κατόπιν παρακλήσεων των άλλων μοναζουσών, έδωσε την άδεια στην Θεοπίστη να συνομιλήσει μαζί της. Διαπίστωσαν πως πλέον είχε εκλείψει εντελώς η συγγενική σχέση τους και έβλεπε η μια την άλλη ως αδελφή εν Χριστώ, σαν τις άλλες μοναχές της αδελφότητας.
Η Θεοδώρα είχε φθάσει ήδη στο πεντηκοστό έκτο έτος της ηλικίας της και είχε ωριμάσει πνευματικά σε μεγάλο σημείο. Επίσης και η ηγουμένη Άννα είχε φθάσει σε προχωρημένη ηλικία και έπασχε από γεροντική άνοια, μη μπορώντας πια να ασκήσει τη διακονία της ηγουμένης στη Μονή.
Τότε ο αρχιεπίσκοπος Θεσσαλονίκης όρισε ως ηγουμένη της Μονής την Θεοπίστη. Η κατά σάρκα μητέρα της αξιώθηκε να γίνει υποτακτικός της κόρης της. Αυτό το δέχτηκε με μεγάλη χαρά και εκτελούσε με υπακοή και αγόγγυστα τις εντολές της.
Μάλιστα η νέα ηγουμένη της ανέθεσε το δύσκολο διακόνημα, να γηροκομεί την άρρωστη πρώην ηγουμένη Άννα και να υπομένει με καρτερία και ηρεμία τις δυστροπίες της.
Μετά από δεκαεννέα χρόνια και όντας η Θεοδώρα εβδομήντα πέντε χρονών, απαλλάχτηκε από όλα τα διακονήματά της. Αυτό όμως τη στεναχώρησε και γι’ αυτό εξακολουθούσε κρυφά να υπηρετεί τιε αδελφές.
Κοιμήθηκε ειρηνικά το 892, αφού κάλεσε όλη την αδελφότητα να την αποχαιρετίσει και να ζητήσει συγχώρεση. Η ψυχή της φτερούγισε στον ουρανό και το γερασμένο και ρυτιδιασμένο πρόσωπό της έλαμψε σαν τον ήλιο και το δωμάτιο πληρώθηκε από ουράνια ευωδία.
Το λάδι από το κανδήλι του τάφου της μεταβλήθηκε σε μύρο και ξεχείλιζε, χαρίζοντας ιάματα σε πλήθος ασθενών, όσοι χρίονταν από αυτό. Γι’ αυτό και της δόθηκε η προσωνυμία «Μυροβλύτισσα».
Η περιώνυμη Θεσσαλονίκη αξιώθηκε να έχει δύο αγίους μυροβλύτες, τον Δημήτριο και τη Θεοδώρα. Το 893 έκαναν την εκταφή βρήκαν το ιερό σκήνωμά της άφθορο να ευωδιάζει.
Το εναπέθεσαν σε πολύτιμη λάρνακα και μετονόμασαν την Ιερά Μονή Αγίου Στεφάνου, σε Ιερά Μονή Αγίας Θεοδώρας της Μυροβλύτισσας, η οποία έμελλε να καταστεί σημαντικό πνευματικό κέντρο. Σήμερα λειτουργεί ως ανδρική Μονή και στεγάζει το Κέντρο Αγιολογικών Μελετών της Ιεράς Μητροπόλεως Θεσσαλονίκης.
Στα 1430, όταν οι αλλόθρησκοι Οθωμανοί κυρίευσαν τη Θεσσαλονίκη, άνοιξαν τη λάρνακα της αγίας και κομμάτιασαν το σκήνωμά της. Οι Χριστιανοί μπόρεσαν να συναρμολογήσουν τα κομμάτια, προς προσκύνηση και αγιασμό των πιστών.
Η μνήμη της τιμάται στις 5 Απριλίου και στις 3 Αυγούστου, ημέρα μετακομιδής του Ιερού Λειψάνου της και στις 29 Αυγούστου η μνήμη της αγίας Θεοπίστης.
ΠΗΓΗ: https://www.romfea.gr/
Σχόλια